Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 5.5, ed. Kühn, 1827, vol. 13, p. 805-811. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:5.5

16. Πολυχρήστους
18. ἐμπλάστρους ἅμα καὶ πρὸς τὰ δυσεπούλωτα ποιούσας προὐθέμην
1. ἐν τῷδε τῷ γράμματι διελθεῖν. ἐξ αὐτῶν οὖν εἰσι
2. καὶ αἱ δέκα κάλλισται τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων.
3. χλωρὰ Ἐυαγγέως. ♃ ῥητίνης τερμινθίνης, οἱ δὲ ξηρᾶς δραχ. ν΄.
4. οἱ δὲ δραχ. ρ΄. κηροῦ δραχ. κε΄. λιβάνου δραχ. γ΄. λεπίδος δραχ. γ΄. χαλβάνης
5. δραχ. γ΄. ἀλόης δραχ. γ΄. σμύρνης δραχ. γ΄. ἁλὸς ἀμμωνιακοῦ
6. δραχ. β΄. ὀποπάνακος δραχ. β΄. ἰοῦ ξυστοῦ δραχ. β΄. χαλκοῦ κεκαυμένου
7. δραχ. β΄. ἀριστολοχίας δραχ. β΄. ἀμμωνιακοῦ θυμιάματος
8. δραχ. β΄. σχιστῆς, οἱ δὲ στρογγύλης δραχ. β΄. ἰχθυοκόλλης δραχ. γ΄.
9. ὄξους κοτύλας δ΄. ἐλαίου κοτύλης τέταρτον, οἱ δὲ ὄγδοον.
10. χρῶ χωρὶς ἐνθέσεως σκώληκος. ῥυπώδης ᾗ χρῶμαι. ♃ ἰχθυοκόλλης
11. οὐγγίας γ΄. σαρκοκόλλης οὐγγίας γ΄. λίθου Ἀσίου
12. γο γ΄. ἐρετριάδος λίτρας S". γῆς Σαμίας γο δ΄. σμύρνης
13. γο δ΄. λιβανωτοῦ γο στ΄· λεπίδος χαλκοῦ γο η΄. ἁλὸς ἀμμωνιακοῦ
14. οὐγγίας γ΄. ἰοῦ ξυστοῦ οὐγγίας στ΄. στυπτηρίας σχιστῆς
15. οὐγγίας β΄. ἀλόης Ἰνδικῆς οὐγγίας δ΄. χαλβάνης οὐγγίας
16. δ΄. κηροῦ λίτρας β΄. τερμινθίνης λίτρας β΄. ἐλαίου λίτρας
17. δ΄. ὄξος εἰς τὸ βρέξαι τὴν ἰχθυοκόλλαν. τὰ ξηρὰ λεῖα
1. ἔμπασσε τοῖς τηκτοῖς. ἄλλη χλωρά. ♃ ῥητίνης πιτυΐνης δραχ. σ΄.
2. ἀμμωνιακοῦ θυμιάματος δραχ. ν΄. ὀποπάνακος δραχ. η΄. κηροῦ δραχ. ρ΄.
3. προπόλεως δραχ. η΄. χαλβάνης δραχ. η΄. λεπίδος χαλκοῦ δραχ. ιβ΄. ἰοῦ
4. δραχ. ιβ΄. στυπτηρίας στρογγύλης δραχ. η΄. μίσυος δραχ. ζ΄. ἁλὸς ἀμμωνιακοῦ
5. δραχ. η΄. χαλκίτεως δραχ. ε΄. θείου ἀπύρου δραχ. η΄. λιβανωτοῦ
6. δραχ. ιβ΄. χολῆς ταυρείας ξηρᾶς δραχ. στ΄. ἢ ὑγρᾶς ιβ΄. κυπρίνου
7. κοτύλας στ΄. οἱ δὲ δ΄. ὄξους τὸ ἱκανόν. χλωρὰ Ἐπικούρου
8. πολλὴν ἐπαγγελίαν ἔχουσα. ♃ κηροῦ δραχ. σ΄. κολοφωνίας
9. δραχ. τ΄. λεπίδος δραχ. ιστ΄. χαλκοῦ κεκαυμένου δραχ. ιστ΄. ἰοῦ
10. δραχ. ιστ΄. ἀριστολοχίας λεπτῆς δραχ. ιστ΄. ἀλόης δραχ. κδ΄. στυπτηρίας
11. στρογγύλης δραχ. ιβ΄. σμύρνης δραχ. κδ΄. χαλβάνης δραχ. κδ΄.
12. ἁλὸς ἀμμωνιακοῦ δραχ. ιστ΄. ὄξους κοτύλας δ΄. ἐλαίου κοτύλας
13. β΄. ὁτὲ δὲ ἔλαττον. χλωρὰ, πολλὴν ἐπαγγελίαν ἔχουσα, Ἀλκιμίωνος
14. ἢ Νικομάχου. πρὸς σύριγγας καὶ τὰ μελαινόμενα
15. ἢ νομάς· κολλᾷ ὀστέα καὶ ἀνάγει καὶ διαχεῖ χοιράδας. ♃
16. χαλβάνης δραχ. ιστ΄. χαλκοῦ κεκαυμένου δραχ. η΄ λεπίδος δραχ. κδ΄.
17. κηροῦ δραχ. ν΄. στέατος αἰγείου ἢ μοσχείου δραχ. λ΄. λιβάνου δραχ. κε΄. 
1. ῥητίνης ξηρᾶς δραχ. κε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. κε΄. τερμινθίνης
2. δραχ. κε΄. νίτρου δραχ. κε΄. ἀριστολοχίας δραχ. κε΄. βρυωνίας
3. δραχ. ιβ΄. ὄρχεως βοτάνης δραχ. ιβ΄. ἴρεως ξηρᾶς δραχ. δ΄. ἀλόης Ἰνδικῆς
4. δραχ. ιβ΄. σχιστῆς δραχ. η΄. ταυρείας χολῆς δραχ. η΄. ὄξους κοτύλην
5. μίαν, ἐλαίου κοτύλην α΄. ὅταν δὲ μολύνῃ, ῥοδίνῳ.
6. χλωρὰ πρὸς ἕρπητας, ὡς Ἀνδρόμαχος, καὶ χειρώνεια καὶ
7. δυσεπούλωτα. ♃ κριθῶν κεκαυμένων δραχ. ι΄. ἰοῦ δραχ. η΄. κηροῦ
8. δραχ. π΄. κυπρίνου κοτύλην α΄. τοῦτο τὸ φάρμακον ἰὸν ἔχει
9. πολὺν, ὡς πρὸς τὴν τοῦ κηροῦ καὶ τοῦ κυπρίνου συμμετρίαν.
10. αἱ γάρ τοι κεκαυμέναι κριθαὶ καθ’ ἑαυτὰς ἐπιπασσόμεναι
11. τὰ χειρώνεια τῶν ἑλκῶν ὠφελοῦσιν, οὔτ’ ἐπιτείνουσαι τὴν
12. τοῦ κηροῦ καὶ κυπρίνου δύναμιν οὔτ’ ἐκλύουσαι τὴν τοῦ
13. ἰοῦ. ἀρθεισῶν δ’ αὐτῶν ὅμοιον γίνεται τὸ φάρμακον πολλοῖς
14. τῶν γεγραμμένων ἐν τῇ πρὸ ταύτης βίβλῳ κατὰ
15. τὴν τῶν τοιούτων ἑλκῶν ἴασιν. οὐ μὴν λήψεταί γε κυπρίνου
16. δαψιλὲς, καὶ μάλιστ’ ἐὰν ὁ κηρὸς ᾖ λιπαρὸς, ἀλλ’ ὅσον
17. ἀναγκαῖον εἰς τὸ μαλάττεσθαι τὸν τῷ ἰῷ μεμιγμένον κηρόν.
18. αἱ προγεγραμμέναι ἔμπλαστροι πᾶσαι διὰ τοῦτο πολύχρηστοι
1. γεγόνασιν, ὅτι φαρμάκων προσειλήφασι μαλακτικῶν, ἑλκτικῶν,
2. διαφορητικῶν πεπτικῶν ἔτι τε τῶν ξηραινόντων ἀδήκτως·
3. αἱ πλεῖσται δὲ αὐτῶν καὶ τῶν ἰσχυρῶς στυφόντων, ὧν
4. δύναμίς ἐστιν ἀποκρουστικὴ τῶν ἐπιῤῥεόντων ὑγρῶν τῷ πεπονθότι
5. μορίῳ. τὰς δ’ ὕλας τῶν εἰρημένων φαρμάκων. δυνάμεως
6. ὀνομαστὶ γεγραμμένας ἔχετε κατὰ τὴν περὶ τῶν ἁπλῶν
7. φαρμάκων πραγματείαν ἐν ἕκτῳ καὶ ἑβδόμῳ καὶ ὀγδόῳ καὶ
8. θ΄. καὶ ι΄. καὶ ια΄. πολλῶν δὲ ὀνομαστὶ κατὰ τὴν ἐνεστῶσαν
9. πραγματείαν ἐμνημόνευσα καὶ πάλιν μνημονεύσω καὶ
10. μέντοι καὶ τοῦτο τὸ φάρμακον ἐνταῦθα προσέγραψα, τούτων
11. αὐτῶν ὧν νῦν εἶπον ἀναμνῆσαι βουλόμενος, ἐπεί τοι
12. καὶ αὐτὸ τοῖς προγεγραμμένοις κατὰ τὸ πρὸ τούτου βιβλίον
13. ὁμογενὲς ὑπάρχει καὶ ἦν οἰκειότερον αὐτὸ σὺν ἐκείνοις γεγράφθαι.

14. Τὴν ἔμπλαστρον
15. ταύτην ὁ Ἀνδρόμαχος οὐ κατὰ τὸ χωρίον, καθ’ ὃ
16. τὰς χλωρὰς ἔγραψεν, ἀλλ’ ἀνωτέρω τῆς ἀρχῆς ἐγγὺς ἔγραψε
17. καὶ κατὰ συμμετρίαν πολὺ διαλλάττουσαν, ὡς ἔμπροσθεν
18. ἐδήλωσα, τόν τε Κρίτωνα καὶ τὸν Ἥραν γεγραφέναι. ἔχει
1. δ’ οὕτως ἡ γραφή. ♃ ἀσφάλτου δραχ. τ΄. γῆς ἀμπελίτιδος δραχ. σ΄.
2. λιθαργύρου δραχ. ξ΄. χαλβάνης δραχ. λστ΄. τερμινθίνης δραχ. λστ΄.
3. σχιστῆς δραχ. λστ΄. προπόλεως δραχ. οβ΄. μάννης δραχ. ν΄. σμύρνης
4. δραχ. ιβ΄. ἴρεως δραχ. ιβ΄. χαλκίτεως δραχ. στ΄. κηκίδος δραχ. ι΄. ἐλαίου
5. χοῦν ἕνα ἥμισυν, μέλιτος κοτύλης ἥμισυ. καλῶς μὲν ἐποίησε
6. τὴν περὶ τῆς μνᾶς ἀμφιβολίαν ἐξελὼν καὶ πάντα γράψας
7. διὰ δραχμῶν, ὡς ἐπὶ μόνου τοῦ χοέως ἡμᾶς ζητεῖν. ἐν
8. τούτῳ γὰρ ἄμεινον οἱ τὰς στ΄· κοτύλας γράψαντες. ἤρξαντο
9. δὲ τῆς γραφῆς ἀπὸ τριπλασίας τῆς ἀσφάλτου, ὡς πρὸς τὴν
10. τοῦ Ἥρα γεγραμμένην· ὁ μὲν γὰρ Ἥρας ρ΄. ἔγραψε δραχμὰς,
11. οὗτος δὲ τ΄. καί τι κατά τινα τῶν ἀντιγράφων οὐκ
12. ἀξιόπιστα σ΄. εὗρον, ἡ μέντοι γῇ ἡ ἀμπελῖτις διπλασία τῆς
13. παρὰ τῷ Ἥρᾳ γέγραπται σαφῶς. ἡ λιθάργυρος δὲ ἣν καὶ
14. αὐτὴν ἔδει τῇ ἀμπελίτιδι κατὰ τὸν σταθμὸν ἴσην εἶναι, ἐλάττων
15. πολὺ βέβληται πρὸς αὐτοῦ. δραχμὰς γὰρ ἑξήκοντα μίγνυσιν
16. αὐτῆς, τῆς μέντοι χαλβάνης ἓξ καὶ λ΄. δραχμὰς ἐμβαλὼν
17. οὐ τηρεῖ τὴν ἀναλογίαν πρός γε τὸν Ἥραν καὶ τὸν
18. Κρίτωνα, καθάπερ γε καὶ τῆς σχιστῆς· βραχὺ γάρ τι κατὰ
1. τοῦτο διαφωνεῖ τῆς ἀκριβοῦς ἀναλογίας τῆς τριάκονθ’ ἑπτὰ
2. ἥμισυ ἐξηκούσης. ἐν μὲν τῇ τερμινθίνῃ τῷ μὲν Ἥρᾳ βραχὺ
3. διαφέρεται, τοσοῦτον δηλονότι, ὅσον κατὰ τὴν χαλβάνην τε
4. καὶ τὴν σχιστήν· τῷ δὲ Κρίτωνι πάμπολυ, μνᾶν καὶ ἡμίσειαν
5. κελεύοντι βάλλειν, ὅπερ ὡς πρὸς τὴν τῶν ἄλλων αὐτοῦ
6. μιγμάτων ἀναλογίαν εἰς πεντήκοντα δραχμὰς ἐξήκει. ἐπὶ
7. μέντοι τῆς προπόλεως βραχύ τι διεφώνησεν ὡς πρὸς τὸ διπλάσιον
8. τῆς ἀναλογίας. καὶ κατὰ τὴν μάνναν δὲ διαφέρεται
9. τῷ τε Ἥρᾳ καὶ τῷ Κρίτωνι. ἐχρῆν γὰρ αὐτὸν ρ΄. δραχμὰς
10. ὡς πρὸς τὴν ἐκείνων ἀναλογίαν ἐμβεβληκέναι, κατὰ δὲ τὴν
11. χαλκῖτιν καὶ πάνυ πουλὺ τῆς ἀναλογίας ὑφεῖλεν. ἐν δὲ τοῖς
12. ἄλλοις ἡ διαφωνία βραχεῖα, πλὴν ὅσον ἐν τῷ μέλιτι. ἐχρῆν
13. γὰρ αὐτὸν ἐμβεβληκέναι κοτύλας γ΄. ὡς πρὸς τὴν ἐκείνων
14. ἀναλογίαν. ὁ δὲ κοτύλας ἥμισυ ἐμβέβληκεν, οὕτω δὲ
15. καὶ κατὰ τὸ ἔλαιον ὡς πρὸς τὸν Κρίτωνα τρεῖς ἐχρῆν αὐτὸν
16. ἐμβεβληκέναι χοέας· ὡς δὲ πρὸς τὸν Ἥραν ὀκτωκαίδεκα
17. κοτύλας. ὁ δέ γε χοέα καὶ ἥμισυν συνέγραψεν.

Cliquer un n° de page pour en afficher l’image