Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 5.6, ed. Kühn, 1827, vol. 13, p. 811-814. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:5.6

18. Πρὸς πᾶν τραῦμα καὶ μάλιστα τὰ ἐν
2. τοῖς ἄκροις ποιοῦσα ἄπονα καὶ κολλῶσα καὶ πρὸς κυνόδηκτα
3. καὶ δοθιῆνας καὶ τὰς σκληρίας διαχέουσα καὶ μάλιστα τὰς
4. περὶ τοὺς μαστοὺς καὶ τὰ ἐν δακτυλίῳ κονδυλώματα. ♃
5. λιθαργύρου δραχ. ρ΄. ἀσφάλτου ἴσον, γῆς ἀμπελίτιδος ἴσον, μάννης
6. δραχ. κε΄. προπόλεως ἴσον, χαλβάνης δραχ. ιβ΄. S". στυπτηρίας
7. σχιστῆς, ῥητίνης τερμινθίνης ἴσον, ἴριδος δραχ. στ΄. χαλκίτεως
8. δραχ. ζ΄ S". κηκίδος δραχ. η΄. σμύρνης ἴσον, μέλιτος κοτύλην α΄.
9. ἐλαίου ὠμοτριβοῦς κοτύλας στ΄. ἕψε τὴν λιθάργυρον καὶ τὴν
10. ἄσφαλτον καὶ τὴν γῆν μετὰ τοῦ ἐλαίου κινῶν σπάθῃ δᾳδίνῃ.
11. ὅταν δὲ συστῇ, ἀπόδος τὴν πρόπολιν καὶ τὴν ῥητίνην
12. καὶ τὴν χαλβάνην. ἔστω δὲ ταῦτα ἐν τῷ μέλιτι προεψημένα
13. καὶ μιγέντων τούτων εὐθέως ἄρας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν
14. ἔμπασον τὰ ξηρά. ταῦτα γράψαντος τοῦ Ἡρακλείδου
15. ἐν τοῖς πρὸς Ἀντιοχίδα, θαυμάζω πῶς ἔνιοι τῶν μετ’ αὐτὸν
16. οὐκ ἐφύλαξαν αὐτοῦ τὴν γραφήν. ὁ μὲν οὖν Ἥρας
17. ἠκολουθηκέναι πάντῃ φαίνεται τῷ Ἡρακλείδῃ, πλὴν ἐν τῇ
18. σμύρνῃ καὶ κηκίδι. τοῦ γὰρ Ἡρακλείδου βάλλοντος ἑκατέρου 
1. τούτων η΄. δραχμὰς, ὁ Ἥρας ἓξ ἔλαβεν ἑκατέρου τούτων.
2. καὶ παρ’ Ἀσκληπιάδῃ δὲ κατὰ τὸ δεύτερον τῶν ἐκτὸς,
3. ἐν τετραπλασίονι τῇ ἀναλογίᾳ πάντα γέγραπται ὡς πρὸς τὸν
4. Ἥραν, μετὰ τοῦ καὶ κοτύλας ἐλαίου ὀμφακίνου γεγράφθαι
5. ιβ΄. τοῦ Κρίτωνος χοέας δύο γεγραφότος. καίτοι πάντα κατὰ
6. τὸ διπλάσιον ἡ σύνθεσις εἶχεν αὐτοῦ, διὸ καὶ προσγεγραφέναι
7. μοι δοκοῦσί τινες κοτύλας β΄. τοῦτο δ’ αὐτὸ πάλιν
8. μειζόνως ἐναντιοῦται τῇ τ’ ἀληθείᾳ καὶ τῇ τοῦ Ταραντίνου
9. τε καὶ Ἥρα γραφῇ. ὁ μὲν γὰρ Ἥρας ρπ΄. δραχμὰς ἔγραψεν
10. εἰς σταθμὸν ἀνάγων, οὐκ εἰς μέτρον τὸ ἔλαιον ὡς δραχ. ξ΄.
11. ἑλκούσης τῆς κοτύλης. καὶ γὰρ ἕλκει ἥ γε Ἀττικὴ θ΄. οὐγγιῶν
12. οὖσα τῶν Ἰταλικῶν. ἕλκουσι γὰρ αἱ θ΄. οὐγγίαι Ἰταλικαὶ
13. αἱ ἐν τοῖς κατατετμημένοις κέρασιν ἑπτὰ καὶ ἥμισυ
14. οὐγγίας σταθμικὰς, αἵ τινες ξ΄. δραχμαὶ γίνονται τῆς μιᾶς
15. οὐγγίας η΄. δραχμὰς δεχομένης, ὥστε καὶ κατὰ τοῦτο συμφωνεῖν
16. τὸν Ἥραν τῷ Ἡρακλείδῃ τρεῖς βάλλοντα κοτύλας,
17. τοῦ Ἀσκληπιάδου ιβ΄ γεγραφότος, ἐπειδὴ τετραπλάσια πάντα
18. κατὰ τὴν σύνθεσιν αὐτοῦ γέγραπται. ὁ δ’ Ἥρας, ἐπειδὴ
1. πολὺς ὄγκος ἐγένετο τοῦ φαρμάκου κατὰ τὴν τοῦ Ταραντίνου
2. γραφὴν, διὰ τοῦτό μοι δοκεῖ τὸ τέταρτον ἁπάντων γράψαι.
3. δεῖ γὰρ, ὡς ἔφην, ἐν τῇ σμύρνῃ καὶ κηκίδι βραχὺ παραλλάξαι·
4. καὶ ἄλλων γεγραφότων τὴν Ἱκεσίου ταύτην ἔμπλαστον,
5. ὅσοι μὲν ἀκριβέστερον τῷ τε Ταραντίνῳ καὶ τῇ
6. κατ’ ἀλήθειαν ὑφ’ ἡμῶν κεκριμένῃ διὰ τῆς ἑψήσεως ἐσκεύασαν,
7. σύμφωνοι γεγόνασιν· ὅσοι δ’ ἀμελέστερον ἢ καθ’ ἓν
8. μόνον ἢ δύο τῶν μιγνυμένων ἢ καὶ πλείονα, φαίνονται διαφωνοῦντες
9. τῷ Ἡρακλείδῃ. διὸ περιττὸν ἔδοξέ μοι μνημονεύειν
10. αὐτῶν. σκευαστέον γάρ ἐστι τὸ φάρμακον ὡς Ἡρακλείδης
11. ἐκέλευσεν ἢ ὡς Ἥρας, βραχυτάτη γὰρ ἡ διαφορὰ
12. παρ’ αὐτοῖς ἐστι. λιτὴν Ἱκέσιον Ἡρακλείδης τήνδε φησὶν
13. εἶναι. ♃ ἀσφάλτου δραχμὰς ν΄. λιθαργύρου δραχ. ν΄. ἐλαίου
14. κοτύλας ι΄. ἕψε, ἐπὰν δὲ συνιστῆται, ἔμβαλλε κηροῦ δραχ. ε΄.
15. χαλβάνης δραχ. ε΄. σμύρνης δραχ. ε΄.

Cliquer un n° de page pour en afficher l’image