16. Τῶν ἐνδόξων
17. ἐμπλάστρων ἐστὶ καὶ αὕτη, σχεδὸν ὑπὸ πάντων γεγραμμένη,
18. τὰ πλεῖστα μὲν ἐν τῇ συμμετρίᾳ τῶν ἁπλῶν φαρμάκων
19. ὁμολογούμενα γραψάντων αὐτῶν, ἐνίοις δὲ καὶ διαφωνησάντων,
1. ὡς ἔσται φανερὸν ὑπογραψάντων ἡμῶν ὡς ἕκαστος
2. αὐτῶν ἀξιοῖ συντίθεσθαι. Ἥρας μὲν οὖν οὕτως γράφει περὶ
3. τῆς προκειμένης ἐμπλάστρου κατὰ λέξιν. Κυζικηνὴ, ποιοῦσα
4. πρὸς τὰ πρόσφατα τραύματα καὶ παλαιὰ τὰ ὑπόνομα. διαχεῖ
5. μάλιστα τὰς ἐν μαστοῖς σκληρίας, ἐπισπᾶται, ἀνακαθαίρει,
6. πληροῖ, κολλᾷ, ἐπουλοῖ. ποιεῖ καὶ πρὸς καρκινώδεις
7. σκληρίας, λιποῦργα καὶ ἐφ’ ὧν οὐκ ἔστι σμιλίῳ χρήσασθαι,
8. ὡς ἐπὶ τραχήλου, κολλυρίῳ χρῶ. καὶ τὰ ἐν ἀπειλῇ πραΰνει
9. ἀποστήματα, φύματα διαχεῖ καὶ τὰ γαγγλία, τάς τε συναγωγὰς
10. ἀποκορυφοῖ καὶ ῥήσσει. ἀνάγει καὶ βέλη καὶ ὀστᾶ
11. καὶ σκινδαλμούς. ἐκτινάσσει δ’ ἀλύπως καὶ ἐσχάρας. ἐπὶ
12. τῶν ὑπονόμων μεγάλοις δεῖ χρῆσθαι τοῖς σπληνίοις. διαχεῖ
13. καὶ χοιράδας καὶ αἱμοῤῥοΐδας ἐπέχει καὶ ἐπὶ τῶν περὶ κύστιν
14. ἄκρως ποιεῖ. ἔχει δὲ λιβανωτοῦ δραχ. δ΄. σμύρνης δραχ. δ΄.
15. κρόκου δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. δ΄. βδελλίου δραχ. δ΄. λεπίδος
16. δραχμὰς ιβ΄. χαλκάνθου δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄.
17. στρογγύλης δραχ. δ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. μίσυος δραχ. δ΄.
18. σιδίων ῥοᾶς γλυκείας δραχ. δ΄. ἀριστολοχίας, κηκίδος ὀμφακίτιδος
1. ἀνὰ δραχ. η΄. ἄλλως ιστ΄. χαλκίτιδος δραχ. δ΄. ἀμμωνιακοῦ
2. θυμιάματος δραχ. δ΄. ἰξοῦ δρυΐνου δραχ. η΄. ὀποπάνακος
3. δραχ. η΄. ἰοῦ ξυστοῦ δραχ. η΄. ἀκακίας δραχ. η΄. ῥόδων ἄνθους δραχ. η΄.
4. τερμινθίνης μνᾶν α΄. οἱ δὲ δραχ. ν΄. ὀποῦ μήκωνος δραχ. στ΄. κηροῦ
5. μνᾶς β΄. οἱ δὲ δραχ. δ΄. στέατος μοσχείου θεραπευομένου
6. μνᾶν α΄. οἱ δὲ ρν΄. ὄξους κοινοῦ κοτύλας β΄. οἴνου εἰς τὰ
7. ξηρά. ταῦτα γραψάντων περὶ τῆς Κυζικηνῆς τοῦ τε Ἥρα
8. καὶ τοῦ Ἀνδρομάχου δόξει μέν τισιν εἶναι διαφωνία μεγίστη,
9. τοῦ μὲν Ἥρα λιβάνου καὶ κρόκου καὶ σμύρνης καὶ τοῦ
10. ἐφεξῆς ὑπ’ αὐτοῦ γεγραμμένου βάλλοντος δραχ. δ΄. τοῦ δὲ Ἀνδρομάχου
11. η΄. ἀλλ’ ὅπερ ἤδη καὶ πρόσθεν ἔλεγον ἀναγκαῖον
12. ἡμῖν παραφυλάττειν, τοῦτο καὶ νῦν ἐρῶ· ἐὰν ἅπαντα τὰ
13. ἁπλᾶ φάρμακα, εἰ καὶ διπλάσιά τις ἐμβάλλοι τῶν παρ’ ἑτέροις
14. γεγραμμένων, ἡ αὐτὴ συμμετρία γίνεται, καθάπερ εἰ
15. καὶ τριπλάσια πάντα. καὶ νῦν οὖν σχεδὸν ἅπαντα διπλάσια
16. βέβληκεν ὁ Ἀνδρόμαχος, ἁπλᾶ βεβληκότος αὐτὰ τοῦ Ἥρα.
17. διαφωνεῖ δ’ ἔν τε τῷ ἀλόην ἐμβάλλειν, οὐκ ἐμβεβληκότος
1. αὐτὴν τοῦ Ἥρα, καὶ μέντοι καὶ πάνακος τῆς ῥίζης. ὁ γὰρ
2. Ἥρας ὀποπάνακος μόνον ἔγραψεν; ὁ Ἀνδρόμαχος δὲ οὐ
3. τοῦτο μόνον, ἀλλὰ καὶ πάνακα. καλοῦσι δὲ οὕτως συνήθως
4. τὴν ῥίζαν τῆς βοτάνης, ἣν ὀνομάζουσι πάνακα. προσεμβέβληκε
5. δὲ καὶ τὸν τοῦ μήκωνος ὀπὸν ὁ Ἀνδρόμαχος ἀνωδυνίας
6. ἕνεκεν, ἀκακίαν δὲ καὶ ῥόδων ἄνθος ὡς στύφοντα.
7. τὴν δὲ ἕψησιν ὁ μὲν Ἥρας ἔγραψεν ὡς ἔθος αὐτῷ, παραλείπει
8. δὲ ὁ Ἀνδρόμαχος, ὡς καὶ τούτῳ πάλιν ἔθος ἐστὶ
9. σπανιάκις γράφοντι τὴν ἕψησιν. ἐκ μέντοι τοῦ προσθεῖναι
10. κατὰ τὸ τέλος ὄξους κοινοῦ κοτύλας β΄. οἶνος εἰς τὰ ξηρὰ,
11. δῆλός ἐστι βουλόμενος λειοῦσθαι τὰ ξηρὰ μετὰ τοῦ οἴνου
12. ἢ τοῦ ὄξους, εἶτα τὰ τηκτὰ τακέντα καταχεῖσθαι τούτων.
13. ὁ δὲ Ἥρας οὔτε ἐμνημόνευσεν ὅλως ὄξους ἢ οἴνου καὶ κατὰ
14. τὸ τέλος τῆς ἑψήσεως οὕτως προσέγραψε. λοιπὸν τὰ ξηρὰ
15. καὶ τὸν ὀποπάνακα ἔμβαλε εἰς τὸν κάκαβον καὶ ἑνώσας
16. κατάχει καὶ μάλασσε, ἰρίνῳ τὰς χεῖρας μολύνων. ἐγὼ δ’ αὐτὴν
17. σκευάζω κατὰ τὸν Ἀνδρομάχου τρόπον, ἐν τῇ
18. θυείᾳ λειῶν τὸν ὀποπάνακα μετὰ τῶν ξηρῶν· εἰ μὲν ἰσχυρότερόν
1. τε καὶ διαφορητικώτερον τὸ φάρμακον ἐθελήσαιμι
2. ποιῆσαι, μιγνὺς ἐν τῇ λειώσει τὸ ὄξος, εἰ δὲ στυπτικώτερον
3. καὶ ἀποκρουστικώτερον, τὸν οἶνον. ὥσπέρ γε πάλιν καὶ
4. τοῦ αὐτοῦ τοῦ οἴνου ποτὲ μὲν τὸν αὐστηρὸν αἱρούμενος,
5. ποτὲ δὲ τὸν κιῤῥὸν, καὶ ποτὲ μὲν τὸν παλαιὸν, ποτὲ δὲ τὸν
6. μέσον κατὰ τὴν ἡλικίαν. ὁ μὲν γὰρ αὐστηρὸς καὶ μὴ παλαιὸς
7. στυπτικώτερος, ὁ δὲ παλαιὸς καὶ μὴ αὐστηρὸς
8. διαφορητικώτερος.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 5.7, ed. Kühn, 1827, vol. 13, p. 814-818. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:5.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩