9. Γέγραπται μὲν
10. ἤδη καὶ κατὰ τὸ τέταρτον ἡ ἔμπλαστρος αὕτη, πάνθ’ ἑξῆς
11. ὅσα πρὸς κακοήθειαν φάρμακα συμβεβούλευκεν ἔχειν ἐν
12. ἐκείνῳ τῷ βιβλίῳ γράψαντός μου. καὶ νῦν δὲ ἐπειδὴ καὶ αὐτὸς
13. διαφωνεῖ τῷ τε Ἥρᾳ καὶ τῷ Ἀνδρομάχῳ, βέλτιον εἶναί
14. μοι δοκεῖ γράψαι πρὸς λέξιν ἃ κατὰ τὸ τρίτον τῶν
15. ἐκτὸς φαρμάκων ἔγραψεν αὐτῇ λέξει τῇδε. Κυζικηνή. ποιεῖ
16. πρὸς κεχρονισμένας διαθέσεις καὶ τὰς τῶν νεύρων διακοπάς.
17. ♃ λιβανωτοῦ ὡς καλλίστου, κηροῦ, σμύρνης, ἀριστολοχίας,
18. χαλκίτιδος, Ἰλλυρικῆς, χαλβάνης ἀνὰ δραχ. δ΄. τερμινθίνης, λιθαργύρου
19. ἀνὰ δραχ. η΄. ἐλαίου κοτύλην α΄. πάντα βαλὼν εἰς
1. ἄγγος χαλκοῦν ἕψε ἐπὶ τέφρας μαλακῆς, κινῶν ἕως ἂν ἀποσταζόμενον
2. εἰς ὕδωρ ψυχρὸν πάχος ἔχῃ μέλιτος. μετὰ δὲ
3. ταῦτα αἶρε κινῶν, τοῦτο ἐγχρίσας εἰς δερμάτιον, ἐπιτίθει καὶ
4. λῦε χειμῶνος μὲν μετὰ τὴν ἑβδόμην ἡμέραν, θέρους δὲ μετὰ
5. τὴν πέμπτην.
6. ♃ Λιβάνου, σμύρνης,
7. κρόκου, Ἰλλυρικῆς, βδελλίου, λεπίδος χαλκοῦ, χαλκάνθου,
8. χαλκίτεως, στυπτηρίας στρογγύλης καὶ σχιστῆς, μίσυος ξενικοῦ,
9. ἀμμωνιακοῦ θυμιάματος, προπόλεως, ἰξοῦ δρυΐνου,
10. ὀποπάνακος, σιδίων μεμυκότων ἀνὰ δραχ. δ΄. ἀριστολοχίας δραχμὰς
11. η΄. κηροῦ, στέατος ταυρείου ἀνὰ δραχμὰς ρ΄. ἃ μνᾶν
12. ἐπιγράφει. ῥητίνης τερμινθίνης δραχ. ιε΄. ὃ τρία τέταρτα ἐπιγράφει,
13. τὴν ῥητίνην βαλὼν εἰς λοπάδα ὀστρακίνην, ἕψε ἕως
14. ἄνοσμα γένηται, εἶτα τὸ στέαρ καὶ τὸν κηρὸν κατακνήσας,
15. ἐπέμβαλε καὶ τῆκε. τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ
16. κοσκίνῳ, ἔπειτα καθελὼν ἀπὸ τοῦ πυρὸς τὰ τηκτὰ καὶ ποσῶς
17. ἐάσας ψυγῆναι τούτων κατάπασσε τὰ ξηρὰ καὶ κίνει
18. ἐπιμελῶς. ἔχειν δὲ δεῖ μετ’ ὄξους τετριμμένα σμύρναν, λίβανον,
1. βδέλλιον, ὀποπάνακα. τούτοις ἐπίβαλλε τὰ ἐν τῇ λοπάδι
2. καὶ τρῖβε ὥστε ἐγκηρίδας μὴ γενέσθαι. ὅταν δὲ καλῶς
3. ἔχῃ, ἀνελοῦ εἰς πυξίδα ξυλίνην, προσεγχρίσας ἰρίνῳ μύρῳ.