Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 6.1, ed. Kühn, 1827, vol. 13, p. 859-862. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:6.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ

ΤΩΝ ΚΑΤΑ ΓΕΝΗ ΒΙΒΛΙΟΝ Ζ.

1. Τὰς πολυχρήστους ὀνομαζομένας ἐμπλάστρους,
2. ἐπειδὴ πολλαῖς διαθέσεσιν ἁρμόττουσι, διελόμενος, ἐν
3. μὲν τῷ πρὸ τούτου γράμματι τὰς δυναμένας ἅμα τοῖς ἄλλοις
4. οἷς ἐπαγγέλλονται καὶ τὰ δυσθεράπευτα τῶν ἑλκῶν ἰᾶσθαι,
5. συνήθροισα. νυνὶ δ’ ἐφ’ ἕτερον γένος τῶν πολυχρήστων
6. ἐμπλάστρων μεταβήσομαι πρὸς ἄλλα τε πολλὰ ποιούσης
7. ἑκάστης καὶ μέντοι καὶ πρὸς τὰ σηπόμενα τῶν μορίων,
1. ἑτέρας ὄντα διαθέσεως, ταῦτα τῶν ἰδίως δυσθεραπεύτων
2. ὀνομαζομένων ἑλκῶν. ἐπὶ μὲν γὰρ τούτων ἡ σηπεδὼν ἐπινέμεται
3. καὶ διὰ τοῦτο καλοῦσι τὰς διαθέσεις ταύτας οἱ πολλοὶ
4. τῶν ἰατρῶν νομὰς, ἐπ’ ἐκείνων δὲ περιγέγραπται καθ’
5. ἓν χωρίον ἄνευ σηπεδόνος, ὥστε καὶ τὰς φαγεδαίνας ὀνομαζομένας
6. ἀνεσθίειν μὲν τὰ συνεχῆ, χωρὶς μέντοι τοῦ σήπειν
7. αὐτὰ καὶ πυρετοὺς ἐπιφέρειν, ὅπερ εἴωθεν ἀκολουθεῖν
8. τοῖς μετὰ σηπεδόνος νομώδεσι. κεφάλαιον δὲ τῆς ἰάσεως ἦν,
9. ἐπὶ μὲν τοῦ προειρημένου γένους τῶν δυσθεραπεύτων ἑλκῶν,
10. ἃ καὶ χειρώνεια καλοῦσιν, εὑρεῖν φάρμακα, καθόσον οἷόν τε
11. μὴ δάκνοντα μὲν, ἰσχυρῶς δὲ ξηραίνοντα. ταυτὶ δὲ τὰ νῦν
12. γραφησόμενα δακνώδη πάντ’ ἐστὶν, εἴ τις αὐτοῖς ἀκράτοις
13. ἄνευ τοῦ μιχθῆναι κηρωτῇ χρῷτο. μιγνύμενα δὲ κηρωτῇ
14. καθῇραι μὲν ἕλκος ῥυπαρὸν καὶ σαρκῶσαι δύναται καί τινα
15. καὶ διαφορῆσαι σκληρότητα καὶ τάσιν, οὐ μὴν τὰ
16. δυσθεράπευτά γε ἰᾶσθαι. δηλοῖ δ’ αὐτῶν τὴν δύναμιν τὰ
17. πάθη πρὸς ἃ πεπίστευται παραλαμβάνεσθαι καλῶς· ὃ καὶ
18. κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον καὶ νῦν ἐρῶ, μεμνῆσθαι
1. χρὴ τῶν γεγραμμένων ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων
2. πραγματείᾳ, κατὰ μὲν τὰ πρῶτα βιβλία τὴν μέθοδον εἰπόντος
3. μου, καθ’ ἣν εὑρίσκονται τῶν φαρμάκων αἱ δυνάμεις,
4. μετὰ τοῦ καὶ γυμνάσασθαι κατ’ αὐτὴν ἐπὶ παραδειγμάτων
5. πλειόνων, ἐν δὲ τοῖς ἑξῆς ἑκάστου κατ’ ὄνομα μνημονεύσαντος.
6. ὁ γὰρ ἐκείνων μεμνημένος εὐκόλως παρακολουθήσει
7. τῷ λογισμῷ τῶν συνθέντων ταυτὶ τὰ φάρμακα τὰ νῦν ἡμῖν
8. προκείμενα καὶ δηλονότι καὶ αὐτὸς ἕτερα συνθήσει, καθ’
9. ὃν ἂν χρόνον ἀπορῇ τῶν ἤδη προπεπειραμένων. πολλὰ γὰρ
10. τοιαῦτα συμβαίνει πολλοῖς ἐν ἀποδημίαις, ταῖς τε ἄλλαις
11. καὶ μάλιστα ταῖς κατὰ πλοῦν, ὅπου γε καὶ κατὰ χώραν μενόντων
12. ἀπώλετό τινων ἡ παρασκευὴ τῶν φαρμάκων, ἐξ ὧν
13. ἐθεράπευον τοὺς δεομένους, ὥσθ’ ὑπὸ λύπης αὐτοὺς συντακέντας
14. ἀποθανεῖν. ἄριστον μὲν οὖν ἤδη τοῖς πεῖραν δεδωκόσι
15. φαρμάκοις χρῆσθαι κατὰ τὴν εἰρημένην μέθοδον. εἰ
16. δ’, ὡς ἔφην, ἀπορήσαιμέν ποτε τούτων, ἕξιν ἔχειν αὐτοὺς
17. τοιαύτην, ὡς δύνασθαι συντιθέναι παραπλήσια τοῖς ἤδη δεδωκόσιν
18. ἱκανὴν πεῖραν, ὥσπερ πολλάκις κᾀμὲ ὁρᾶτε πράττοντα
1. κατά γε τὰς ἀποδημίας καὶ ἄλλως. ἔνια γοῦν τῶν
2. αὐτοσχεδιασθέντων ἐν τοιαύταις περιστάσεσι βασανισθέντα
3. τῇ πείρᾳ τῶν ἐνδοξοτάτων οὐδὲν ἐφάνη χείρω. τὴν μὲν γὰρ
4. πρώτην αὐτῶν σύνθεσιν ἐκ στοχασμοῦ τεχνικοῦ ποιούμεθα,
5. μετὰ ταῦτα δὲ ἀπὸ τῆς πείρας, ἐνίων μὲν φανέντων δοκιμωτάτων,
6. ἐνίων δ’ ἀπολειπομένων τοῦ σκοποῦ, δευτέρα πάλιν
7. ἐπανόρθωσις γίνεται. καὶ τρίτη δ’ ἐνίοτε πρὸς τὸ τέλειον
8. ἄγουσα τῆς ἐπαγγελίας αὐτά. χωρὶς δὲ τῆς εἰρημένης
9. μεθόδου κατά τε τὰ πρόσθεν ὑπομνήματα καὶ κατὰ τῆς θεραπευτικῆς
10. πραγματείας, χρήσασθαί τε τοῖς ἔμπροσθεν εἰρημένοις
11. ὀρθῶς ἀδύνατον, αὐτόν τε συνθεῖναι παραπλησίως
12. ἐκείνοις ἔτι γε ἀδυνατώτερον. ἤδη τοίνυν ἄρξομαι τῶν τοιούτων
13. ἐμπλάστρων. τὴν διὰ βοτανῶν γεγράφασιν ἅπαντες
14. σχεδὸν οἱ τὰς ἐνδόξους ἐμπλάστρους ἀθροίσαντες ἐν γραφαῖς
15. βίβλου μιᾶς ἢ πλειόνων, οὐ πολὺ διαφερόμενοι τῇ συμμετρίᾳ
16. τῶν μιγνυμένων φαρμάκων ἁπλῶν. ἄρξομαι δὴ κᾀνταῦθα
17. τῶν τῷ Κρίτωνι γεγραμμένων, πρῶτον μνημονεύων
18. ἃν Κρίτων ἔγραψεν ἐμπλάστρους ἐν τῷ δ΄. περὶ τῶν ἁπλῶν
19. φαρμάκων αὐτῇ λέξει.

Cliquer un n° de page pour en afficher l’image