Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 6.10, ed. Kühn, 1827, vol. 13, p. 906-914. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:6.10

7. Ἔγραψε καὶ
8. ἄλλας φαιὰς ὁ Ἀνδρόμαχος ὁμογενεῖς πως τῇ προγεγραμμένῃ.
9. καλεῖ δὲ τὴν μὲν ἑτέραν Ἀθηνᾶν, τὴν δὲ ἑτέραν νυγματικήν.
10. ἔστι δὲ ἡ μὲν Ἀθηνᾶ τῆς νυγματικῆς πρὸς πλέονας
11. διαθέσεις ἁρμόττουσα καὶ μάλιστα τὰς μεθ’ ἑλκῶν,
12. ἐπεὶ ποικιλωτέρα τέ ἐστι καὶ στυφόντων φαρμάκων
13. ἔτι μᾶλλον μετέχει. ἡ δὲ νυγματικὴ χαλαστικωτέρα τε καὶ
14. ἀνωδυνωτέρα ταύτης ἐστί. περὶ μὲν οὖν τῆς προτέρας τῶν
15. εἰρημένων φαρμάκων οὕτως ἔγραψε κατὰ λέξιν. φαιὰ Ἀθηνᾶ.
16. ♃ λιθαργύρου δραχ. ρ΄. τερμινθίνης δραχ. λστ΄. κηροῦ δραχ. κε΄. μίλτου
17. Σινωπικῆς δραχ. κδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. λστ΄. χαλβάνης
18. δραχ. ιβ΄. ἀλόης δραχ. η΄. διφρυγοῦς δραχ. η΄. κεκαυμένου χαλκοῦ
1. δραχ. στ΄. μαστίχης δραχ. στ΄. ἀριστολοχίας δραχ. ε΄. προπόλεως
2. δραχ. ε΄. μάννης δραχ. στ΄. λεπίδος χαλκοῦ δραχ. στ΄. λίθου Ἀσίου
3. δραχ. γ΄. τριφύλλου σπέρματος δραχ. β΄. συμφύτου ῥίζης δραχ. α΄.
4. καὶ τετρώβολον, ἐλαίου κοτύλας δ΄. περὶ τῆς ἑτέρας φαιᾶς
5. αὐτοῖς ὀνόμασιν οὕτως ἔγραψεν ὁ Ἀνδρόμαχος. φαιὰ νυγματική.
6. ♃ ἀμμωνιακοῦ δραχ. η΄. κηροῦ νεοῦ δραχ. η΄. τερμινθίνης
7. δραχ. γ΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. πίσσης ξηρᾶς δραχ. μ΄.
8. ὡς δὲ Ζήνων μνᾶς S" . τέταρτον, λιθαργύρου δραχ. δ΄. ἀλόης
9. Ἰνδικῆς δραχ. β΄. ἀριστολοχίας δραχ. β΄. χαλβάνης δραχ. β΄. ἰοῦ δραχ. α΄.
10. οἱ δὲ δραχ. β΄. λιβάνου δραχ. β΄. ἐλαίου χειμῶνος κοτύλας δ΄. θερείας
11. ὄγδοον, ὄξους κοτύλης ἥμισυ, εἰς ἄνεσιν τοῦ ἀμμωνιακοῦ.
12. καὶ ἄλλας δὲ πολλὰς ἔγραψεν ἅμα ταύταις ὁ Ἀνδρόμαχος
13. ἐμπλάστρους, οὐδὲν ἄλλο προσθεὶς αὐταῖς ἢ τὸ τοῦ
14. χρώματος ὄνομα, συγκειμένας ἐκ τῶν ἐναντίων ταῖς δυνάμεσι
15. φαρμάκων, ἀλλὰ τινὲς μὲν αὐτῶν ἐπικρατοῦν ἔχουσι τὸ
16. χαλαστικόν τε καὶ ἀνώδυνον, τινὲς δὲ διαφορητικόν τε καὶ
17. ῥυπτικὸν, τινὲς δὲ τὴν στύψιν· ὥστε καὶ ἡμᾶς χρὴ πάσαις
1. αὐταῖς θαῤῥοῦντας ἐπιτηδείως ἑκάστῃ χρῆσθαι, πρὸς μὲν
2. τὰ δυσεπούλωτα καὶ κακοήθη τῶν ἑλκῶν ταῖς στυπτικὸν
3. ἐχούσαις πλέον· ἔνθα δὲ παρηγορῆσαί τε καὶ χαλάσαι πρόκειται·
4. ταῖς τὸ χαλαστικόν· ἔνθα δὲ ἑλκύσαι τε καὶ διαφορῆσαι,
5. ταῖς τὰ θερμαίνοντα καὶ πρὸς ἑαυτὰς τὰς ἐν βάθει
6. διαθέσεων ἐπισπώμενα μοχθηρὰς ὑγρότητας. ἐνίαις δὲ καὶ
7. τοῦτο προσγέγραπται. φαιὰ λιτὴ ᾗ χρῶμαι. τρεῖς γὰρ ἐφεξῆς
8. οὐ πολυμιγμάτους ἔγραψε τοιαύτας, ὧν καὶ αὐτῶν τὴν
9. σύνθεσιν ἔδοξέ μοι βέλτιον εἶναι προσγράψαι κατὰ τὴν ἐκείνου
10. λέξιν αὐτοῦ φαιὰ λιτὴ ᾗ χρῶμαι. ♃ λιθαργύρου δραχ. κδ΄.
11. κίκεως κοτύλην α΄. χαλκοῦ κεκαυμένου δραχ. δ΄. μάννης δραχ. δ΄.
12. ῥητίνης δραχ. δ΄. κολοφωνίας δραχ. η΄. ἄλλη ἀνώδυνος Ἰσιδώρου.
13. ♃ λιθαργύρου δραχ. λστ΄. κηροῦ δραχ. λστ΄. ἐλαίου κοτύλην α΄ S" .
14. ῥητίνης κολοφωνίας δραχ. ιε΄. λεπίδος χαλκοῦ δραχ. θ΄. μάννης δραχ. ν΄.
15. ἕψε. ἄλλη ᾗ χρῶμαι. ♃ λιθαργύρου δραχ. ρμδ΄. ῥητίνης ξηρᾶς
16. δραχ. ρμδ΄. λεπίδος δραχ. κδ΄. ἐλαίου κοτύλας γ΄. ὥσπερ δὲ ταύταις
17. ταῖς προγεγραμμέναις τρισὶ προσέγραψε, ταῖς μὲν ὅτι 
1. χρῆται αὐτὸς, ταῖς δὲ ὅτι ἀνώδυνός ἐστιν, οὕτως ἑτέραις
2. μαρτυρεῖ, θηριακὰς αὐτὰς ὀνομάζων. ἡ γοῦν ἀπὸ τῆς ἀρχῆς
3. τρίτη κατὰ λέξιν οὕτως γέγραπται. θηριακὴ ᾗ χρῶμαι. καὶ
4. μετὰ ταύτην ἄλλη πάλιν, ἧς πρόγραμμά ἐστι τοιοῦτον, Εὐπατόριος
5. θηριακή. ἀλλὰ περὶ μὲν τῶν θηριακῶν ἐν τοῖς
6. ἑξῆς εἰρήσεται. νυνὶ δὲ περὶ τῶν φαιῶν ἔτι τῶν ὑπ’ Ἀνδρομάχου
7. γεγραμμένων εἰπεῖν βούλομαι, μεμφόμενος αὐτῷ
8. διότι τάς τε ἐπαγγελίας αὐτῶν παρέλιπεν εἰπεῖν καὶ τὰς
9. σκευασίας. εὐθέως γοῦν τῇ πρώτῃ πασῶν γεγραμμένῃ τῶν
10. φίλων τις ἰατρῶν ἐχρήσατο πάμπολλα ποιούσῃ. καὶ γὰρ
11. ἐπουλωτικὴ τῶν δυσεπουλώτων ἐστὶ καὶ μάλισθ’ ὅταν τετυλωμένα
12. καὶ σκληρὰ χείλη περιέχῃ τὸ ἕλκος. ἁρμόττει δὲ καὶ
13. πρὸς σηπεδόνας καὶ πρὸς σύριγγάς τε καὶ κόλπους καὶ τὰ
14. μεγάλα τραύματα καὶ ὅλως ἐστὶ πολύχρηστος. ἡ δὲ τῶν
15. συντιθέντων αὐτὴν φαρμάκων συμμετρία κατὰ τόδε γέγραπται.
16. ♃ λιθαργύρου δραχ. ρμδ΄. ἐλαίου κοτύλας ε΄. ἀσβέστου
17. δραχ. μη΄. λιβάνου δραχ. μη΄. χαλκοῦ κεκαυμένου δραχ. μη΄. τερμινθίνης
18. δραχ. μη΄. ἀριστολοχίας δραχ. μη΄. πίσσης δραχμὰς ἐνενήκοντα
19. ἓξ, κηροῦ δραχμὰς ἐνενήκοντα ἓξ, ἀμμωνιακοῦ δραχμὰς
1. ἐνενήκοντα ἕξ. οὕτως μὲν ὁ Ἀνδρόμαχος ἔγραψεν.
2. ἔξεστί σοι καὶ δι’ ἐλάττονος συμμετρίας αὐτὴν σκευάζειν,
3. ἑκάστου τῶν εἰρημένων τέταρτον μόριον μιγνύντα. γενήσεται
4. γὰρ ἡ σύνθεσις τοιάδε. ♃ λιθαργύρου δραχ. λστ΄. ἀσβέστου
5. δὲ καὶ χαλκοῦ κεκαυμένου καὶ λιβανωτοῦ καὶ τερμινθίνης
6. καὶ ἀριστολοχίας τὸ τρίτον ἑκάστου σταθμῷ τῆς λιθαργύρου,
7. τουτέστι δραχ. ιβ΄. εἶτα πίσσης καὶ κηροῦ καὶ ἀμμωνιακοῦ
8. θυμιάματος, ἑκάστου τὸ διπλάσιον τῶν εἰρημένων πέμπτων
9. φαρμάκων, τῆς ἀριστολοχίας λέγω καὶ τερμινθίνης
10. καὶ λιβάνου καὶ χαλκοῦ κεκαυμένου καὶ ἀσβέστου.
11. χρὴ δὲ τὴν ἄσβεστον ἀκατάσβεστον δηλονότι καὶ πρόσφατον
12. εἶναι, οὕτω τὸ φάρμακον καὶ πρὸς τὰ σηπεδονώδη χρήσιμον
13. γίνεται. ἅπαντα δὲ διὰ δραχμῶν γράψας ὁ Ἀνδρόμαχος
14. τὰ φάρμακα κάλλιον ἂν ἐπεποιήκει κατὰ τὴν αὐτὴν
15. συμμετρίαν καὶ τοῦ ἐλαίου μνημονεῦσαι, ὡς ἕλκειν τὸ βαλλόμενον
16. δραχμὰς τοσάσδε ἢ εἰ μὴ τοῦτο. πάντως γοῦν ἐχρῆν
17. αὐτὸν τῆς Ῥωμαϊκῆς λίτρας μνημονεῦσαι. νυνὶ δὲ κοτύλην
18. γράφει, τὴν συνήθη περὶ τοῦ μέτρου τούτου καταλιπὼν ἡμῖν
1. ἀμφιβολίαν, εἴτ’ ἐννέα μετρικῶν οὐγγιῶν, εἴτε δώδεκα βούλεται
2. τὴν κοτύλην εἶναι. κατὰ δὲ τὴν ἐμὴν γνώμην ἡ μὲν
3. τελεία συμμετρία τὰς γο στ΄. τοῦ σταθμοῦ λαμβανέτω, διὰ
4. τὸ τὴν Ῥωμαϊκὴν λίτραν ἕλκειν γο ιβ΄. κατὰ δὲ τὸ δ΄. ἂν
5. σκευάσῃς, εὔδηλος ἡ ἀναλογία. εὔδηλον δὲ καὶ ἐὰν δραχμὰς
6. εἴπῃ τις εἰς τὴν τελείαν συμμετρίαν λαμβάνεσθαι ὑπ΄. διὰ
7. τὸ τὴν σταθμικὴν οὐγγίαν η΄. δραχμὰς ἕλκειν. καὶ ἄλλη δέ
8. τίς ἐστιν ἐν ταῖς φαιαῖς ὑπ’ Ἀνδρομάχου γεγραμμένη, λαμβάνουσα
9. καὶ αὕτη τὴν ἀκατάσβεστον τίτανον, ὁμογενὴς τῇ
10. προγεγραμμένῃ. προγράφει δ’ αὐτῆς, φαιὰ Εὐβούλου καὶ
11. σκευάζει κατὰ τὴν ὑπογεγραμμένην συμμετρίαν. ♃ λιθαργύρου
12. λίτραν α΄. κηροῦ μνᾶν α΄. χαλκοῦ κεκαυμένου δραχ. ιβ΄. ἰοῦ
13. δραχ. ιβ΄. τερμινθίνης δραχ. ιβ΄. ῥητίνης ξηρᾶς δραχ. ιστ΄. ἀμμωνιακοῦ
14. θυμιάματος δραχ. η΄. λιβάνου δραχ. ιβ΄. ὀποπάνακος δραχ. η΄.
15. ἐλαίου κοτύλας δ΄. ὄξους κοτύλας δ΄. ἔν τισι τῶν ἀντιγράφων
16. κοτύλης S". γέγραπται καὶ δηλονότι διττῶς ἔξεστιν
17. αὐτὴν σκευάζειν, εἰδότα τὸ πλέον ὄξος ἰσχυρότατον ἐργάζεσθαι
1. τὸ φάρμακον. καὶ μὴν καὶ ἄλλην φαιὰν, ἧς αὐτὸ
2. τοῦτο προέγραψεν. ἄλλη φαιά. ἔγραψεν ὁ Ἀνδρόμαχος ἀξιόλογον
3. ἑκάστου, τοῦτ’ ἔστι τὸ φάρμακον διὰ θαλάσσης σκευαζόμενον,
4. ἐπὶ τῶν παραπλησίων ταῖς προγεγραμμέναις ἁρμόττειν
5. δυνάμενον. ἔστι δὲ ἡ σύνθεσις αὐτοῦ τοιάδε. ♃ λιθαργύρου
6. μνᾶς S". κηροῦ μνᾶς S". χαλκίτεως τέταρτον, λεπίδος
7. χαλκοῦ δραχ. ιστ΄. λιβάνου δραχ. η΄. τερμινθίνης τέταρτον
8. ὄγδοον. λέγει δὲ δηλονότι τῆς μνᾶς, ἀμμωνιακοῦ θυμιάματος
9. τέταρτον, θαλάσσης κοτύλην μίαν, οἱ δὲ κοτύλης ἥμισυ, κίκεως
10. κοτύλας γ΄. τὸ ἀμμωνιακὸν σὺν τῇ θαλάσσῃ. ταῦτα
11. μὲν ὁ Ἀνδρόμαχος ἔγραψεν, ἄχρι τοσούτου τὴν σκευασίαν
12. μνημονεύσας, ὥστ’ εἰπεῖν ὅτι τὸ ἀμμωνιακὸν σὺν τῇ θαλάσσῃ
13. προδιαβρέχεται δηλονότι. περὶ δὲ τῆς χαλκίτεως καὶ
14. τῆς λεπίδος οὐδὲν ἔγραψε, καίτοι καὶ τούτων δυναμένων
15. μετὰ τῆς θαλάττης λειοῦσθαι, καθάπερ γε καὶ συνέψεσθαι
16. τῇ λιθαργύρῳ καὶ τῷ κηρῷ καὶ τῇ τερμινθίνῃ. ἵνα τοίνυν
17. μήτ’ ἄλλην φαιὰν ζητῆτε παρὰ μηδενὶ τῶν ἄλλων, προσθήσω
18. ἄλλας δύο γεγραμμένας ὑπὸ τοῦ Ἀνδρομάχου. καλεῖ
1. δ’ αὐτῶν τὴν μὲν ἑτέραν τοῦ Φθειρογράφου, ἣν
2. διὰ τούτων συγκεῖσθαί φησι. ♃ λιθαργύρου δραχ. ρ΄. ῥητίνης
3. δραχμὰς ν΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. λ΄. κηροῦ δραχ. ν΄. ἰοῦ
4. ξυστοῦ δραχμὰς ιβ΄. λεπίδος χαλκοῦ δραχ. β΄. ἀριστολοχίας δραχ. η΄.
5. κενταυρίου ῥίζης δραχμὰς η΄. ἐλαίου κοτύλας β΄. τὴν δὲ τοῦ
6. Ἰρίωνος οὕτως συγκεῖσθαί φησι. ♃ λιθαργύρου δραχ. ρμδ΄.
7. πίσσης ξηρᾶς δραχ. ρμδ΄. τερμινθίνης δραχμὰς οβ΄. ἀμμωνιακοῦ
8. θυμιάματος δραχ. οβ΄. μάννης, λιβάνου ἀνὰ δραχ. ρβ΄. στέατος μοσχείου
9. δραχ. ρμδ΄. κηροῦ δραχμὰς λστ΄. ἀριστολοχίας δραχ. θ΄. χαλκοῦ
10. κεκαυμένου δραχμὰς θ΄. ἰοῦ ξυστοῦ δραχ. θ΄. χαλβάνης δραχ. θ΄.
11. ὀποπάνακος δραχμὰς θ΄. ὄξους κοτύλης S". ἐλαίου κοτύλην
12. α΄ S". κίκεως ἴσον, εὔδηλον ὅτι τὴν λιθάργυρον καὶ
13. τὴν πίσσαν καὶ τὸ μόσχειον στέαρ διπλάσιον βούλεται τῷ
14. σταθμῷ τῆς τερμινθίνης εἶναι καὶ τοῦ θυμιάματος καὶ τοῦ
15. λιβάνου, τετραπλάσιον δὲ τοῦ κηροῦ. τῆς δ’ ἀριστολοχίας
16. καὶ τοῦ κεκαυμένου χαλκοῦ καὶ τοῦ ἰοῦ καὶ τῆς χαλβάνης
17. καὶ τοῦ ὀποπάνακος ἑκκαιδεκαπλάσιον. καὶ τοῦτο τὸ φάρμακον
18. ἱκανῶς ἐστι πολύχρηστον, ὥσπερ καὶ τὰ ἄλλα τὰ 
1. προγεγραμμένα, καὶ χρῆσθαι δεῖ πᾶσιν αὐτοῖς θαῤῥοῦντα.
2. Ἑλλησποντία, ὡς Ἀνδρόμαχος. ἔνδοξον οὖσαν καὶ ταύτην
3. τὴν ἔμπλαστρον ἔγραψεν ὁ Ἀνδρόμαχος ἐν ταῖς φαιαῖς
4. ἐν τῇδε τῇ συμμετρίᾳ. ♃ λιθαργύρου δραχ. ρ΄. πίσσης δραχ. ν΄.
5. λαδάνου δραχ. κε΄. ἰοῦ ξυστοῦ δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄.
6. λεπίδος δραχ. β΄. ἐλαίου παλαιοῦ δραχ. σ΄.

Cliquer un n° de page pour en afficher l’image