Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 6.12, ed. Kühn, 1827, vol. 13, p. 915-923. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:6.12

14.

16. Τούτοις ἀκολούθως βούλοιμ’ ἐμπλάστρων φράσαι,
17. Ἀνεπιδέτων χρήσεις τε καὶ τὰς συνθέσεις.
18. Ποιοῦσι πρὸς τὰς μὴ μεγάλας διαιρέσεις,
1. Καὶ πρὸς τὰ μείζω σαρκὸς αὐτῆς τραύματα,
2. Τά τ’ ἐξ ἐπιπολῆς τῶν τετραπόδων δήγματα,
3. Αἵ καὶ δοθιῆνας διαφοροῦσι προσφάτους.
4. Στομοῦσι δὲ τοὺς ἔχοντας ἤδη καὶ πύον,
5. Κομιζόμεναί τε τὰς ἐπ’ αὐτοῖς ἐσχάρας
6. Τάχιστ’ ἐπουλώσουσι δίχα χειρουργίας.
7. Καὶ τῷ μετώπῳ ἐπιτεθεῖσαι ῥεύματα
8. Ὀφθαλμιώντων ῥᾷστ’ ἐπίσχουσιν μόναι.
9. Τούτου δ’ ἀμείνω τοῦ γένους πρώτην φράσω
10. Ἔμπλαστρον, εὐπόριστον, εὔχρουν, δραστικὴν,
11. Καλῶ δὲ Τυρίαν. λαμβάνει γὰρ πορφύρας
12. Τὸ χρῶμα Τυρίας, ἂν γένηθ’ ὃν δεῖ τρόπον.
13. Σκεύαζε δ’ οὕτως. τῆς καλῶς λιθαργύρου
14. Ἔμβαλλε λίτρας ε΄. καὶ κηροῦ α΄.
15. Καὶ πιτυΐνης γ΄. τῆς λιπαρᾶς καὶ ἀξύλου.
16. Ἰοῦ δὲ χαλκοῦ τοῦ καλοῦ καὶ χαλβάνης,
17. Χαλκοῦ τε κεκαυμένου καὶ λεπίδος καλῆς
1. Τέσσαρας ἑκάστου μίγματος βάλλ’ οὐγγίας.
2. Λιπαροῦ δ’ ἐλαίου ιε΄. λίτρας καὶ μίαν.
3. Ἕψει δὲ τὴν ἔμπλαστρον οὕτως ἐπιμελῶς,
4. Βαλὼν μετ’ ἐλαίου λειοτάτην λιθάργυρον,
5. Εἰς κεραμίαν τε μείζω καὶ καινὴν χύτραν,
6. Ἀνάτριβε χερσὶν, εἶτα κίνει καὶ σπάθῃ,
7. Ἕψε τ’ ἐπὶ λάβρας καὶ διηνεκοῦς φλογός.
8. Ὅταν δὲ μέλιτος λαμβάνῃ τὴν σύστασιν,
9. Ἰόν τε καὶ τὴν λεπίδα προσβαλὼν, ἄφες
10. Ἕψεσθ’ ἐφ’ ἱκανόν. εἶτα χαλκὸν πρόσβαλε.
11. Πάλιν τ’ ἀφεὶς ἐπὶ ταχὺν ἕψεσθαι χρόνον,
12. Ἀπόχεον ὀλίγον χύτρας τοῦ φαρμάκου.
13. Ψύξας τ’ ἀνάτριψον χερσὶ καὶ τοῖς δακτύλοις,
14. Εὔχρουν τ’ ἰδὼν καὶ σκληρὸν, οὕτως πρόσβαλε
15. Τὴν πιτυΐνην καὶ κηρόν. εἶθ’ ἡνωμένων
16. Πάντων ἐπιμελῶς, πάλιν ἀπόσταξον βραχύ.
17. Κᾂν μὲν βλέπῃς εὔχρουν τε καὶ κεκραμένην,
18. Ἄρον παραχρῆμα τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
1. Καὶ χαλβάνην πρόσβαλλε προμεμαλαγμένην.
2. Ἂν δ’ ᾖ παρὰ πολὺ σκληρότερον τὸ φάρμακον,
3. Ἔλαιον αὐτῷ πρόσβαλ’ εἰς εὐκρασίαν
4. Οὕτω κατηθῶν, εἶτ’ εἰς ἕτερον ἀγγεῖον
5. Ψυχρὸν, μάλασσε χερσὶ καὶ οὕτως τ’ ἀποτίθου.

Ἄλλην ὑπογράψω τῇ πρὸ ταύτης ὁμογενῆ.

6. Ποιεῖ δὲ πρὸς ἃ εἶπον ἔμπροσθεν πάθη,
7. Πάντων ἐπουλοῖ κρεῖττον αὕτη φαρμάκων,
8. Ἕλκη δυσαλθῆ καὶ τυλώδη καὶ χρόνια.
9. Τἀν τῷ προσώπῳ γινόμεν’ ἐξανθήματα
10. Αὕτη θεραπεύει δίχα τινὸς δηγμοῦ κακοῦ,
11. Ἕδρας τ’ ἐχούσας ῥαγάδας καὶ σκληρίας
12. Τὰς κονδυλώδεις καὶ τύλους ἀποβάλλεται.
13. Σκεύαζε δ’ οὕτως. μνᾶν λιθαργύρου καλῆς.
14. Μνᾶ δέ ἐστι λίτρα καὶ τρίτον λίτρας μέρος.
15. Κηροῦ δὲ καλοῦ Ποντικοῦ μνᾶς ἥμισυ,
16. Ἰοῦ τέταρτον μνᾶς, μέρος ξυστοῦ καλοῦ,
17. Χαμαιλέοντος μέλανος ὄγδοον μέρος.
1. Ῥίζα δέ ἐστιν ἡ καλὴ ἡ Κρητικὴ,
2. Τὸ α΄. εἶτα Κιλίκιος. παλαιοῦ
3. Τε ἐλαίου μνᾶς ἐπιῤῥεπέστερον βραχὺ
4. Ἐὰν δὲ μὴ παρῇ, κέχρησο προσφάτῳ.
5. Ἕψει δὲ λείαν, τὴν λιθάργυρον βαλὼν
6. Καὶ πᾶν ἔλαιον εἰς χύτραν, κινῶν σπάθῃ.
7. Ὅταν δὲ συστῇ καὶ γένηται μηλίνη,
8. Ἰὸν παράπασον, εἶτα κηρὸν πρόσβαλε,
9. Τήξας τε τοῦτον, βαστάσας τ’ ἀπὸ τοῦ πυρὸς
10. Χαμαιλέοντος ὀλίγον παράπασον.
11. Ὅταν δ’ ἑνωθῇ πάντα καὶ ψυγῇ ποσῶς,
12. Κατέρασον εἰς θυείαν, οὕτως τε ἀποτίθου.

Αἰγυπτία.

13. Αἰγυπτία τηροῦσα χωρὶς φλεγμονῆς
14. Πᾶσαν διαίρεσιν καὶ πάντα θλάσματα,
15. Καὶ δήγματα πάντων τετραπόδων, τῶν θ’ ἑρπετῶν,
16. Ὅσαι τ΄ ἐγένοντο χωρὶς ἑλκῶν φλεγμοναὶ,
17. Πόνους τε νεύρων καὶ μυῶν δίχ’ αἰτίας.
1. Ταύτην ἐπαινῶν Ἀνδρόμαχος ἐν φαρμάκοις
2. Ἔχων μεγίστην ἕξιν ἐδίδου φίλοις.
3. Εἶναι δὲ δραχμὰς ἔλεγε μὲν λιθαργύρου
4. Τρὶς μ΄. καὶ ἑτέρας δὶς ιβ΄.
5. Κηροῦ δὲ λευκοῦ Ποντικοῦ ταύταις ἴσας,
6. Ἀμμωνιακοῦ δὲ τοῦ καθαροῦ τρὶς κ΄.
7. Καὶ δώδεκ’ ἄλλας, λιβάνου δὲ δὶς δ΄.
8. Λεπίδος δὲ χαλκοῦ καὶ λεπίδος στομώματος,
9. Πάλιν δ’ ἑκάστου μίγματος δὶς δ΄.
10. Τερμινθίνης τε τῆς καθαρᾶς τρὶς ιβ΄.
11. Δέκ’ ὀκτὼ δ΄. ἐλαίου κικίνου κοτύλας μέτρῳ,
12. Ἐρίων ιη΄. τῶν ῥυπαρῶν κεκαυμένων.
13. Καίειν δ’ ἔφασκεν αὐτὰ τοῦτον τὸν τρόπον,
14. Εἰς λοπάδα καινὴν ἢ χύτραν πλατύστομον
15. Ἐνθέντα ἔριον οἰσυπηρὸν δαψιλὲς,
16. Τὸ σῶμα προχρίσαντ’ ἢ γύψῳ ἢ κόνει,
17. Ἢ γῇ κεραμικῇ, μεθ’ ὕδατος μεμιγμένη
18. Ἐν πυρὶ λάβρῳ καίοντα, ὅταν ᾖ ῥάδιον,
1. Κόψαντα σῆσαι. τό γε δοκεῖν καλῶς ἔχειν,
2. Καίειν δ’ ὁμοίως αὐτὰ κᾀν τοῖς κριβάνοις,
3. Κᾀν τοῖς ἴπνοις τοῖς ἄγαν πεπυρωμένοις,
4. Οὕτως τε λειῶν, λάμβανε ὃν δεῖ σταθμόν.
5. Ἑψεῖν δὲ κελεύει λειοτάτην λιθάργυρον,
6. Καὶ πᾶν κίκινον καὶ μίξαντ’ ἐν καινῇ χύτρᾳ,
7. Μέλιτός γε πάχος γενομένου τοῦ φαρμάκου,
8. Λεπίδα παραπάσσειν καὶ συνεψεῖν ἐφ’ ἱκανὸν,
9. Ἕως ἂν γένηται ἀμόλυντον, βάλλειν τότε
10. Τερμινθίνην καὶ κηρὸν, εἶθ’ ἡνωμένοις
11. Ἀμμωνιακὸν μαλαχθὲν ὑπὸ τῶν δακτύλων.
12. Μέλλοντα δ’ αἴρειν τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
13. Λεῖον προσεμπάττειν λίβανον, ἐμβάλλειν τε
14. Καὶ τῶν οἰσυπηρῶν τὴν κόνιν παρ’ ἐσχάτην,
15. Πρὸ τοῦ λιβανωτοῦ δὲ μικρὸν ὕστερον.
16. Τινὲς δὲ βουλόμενοι τοῦτο τὸ φάρμακον
17. Ἴδιον λέγεσθαι, βαστάσαντες τὴν μίαν
1. Λεπίδος μιᾶς βάλλουσι τὰς ἑκκαίδεκα,
2. Χρῶνται δὲ χαλκοῦ λεπίδος, οὐ στομώματος.

Ἄλλη.

3. Οὐδέν τι χεῖρον τῆς προτέρας Αἰγυπτίας,
4. Ποιοῦσα ταὐτὰ, ποτὲ δὲ καὶ κρεῖττον, παχὺ
5. Ἂν σκευάσῃ τις ἐπιμελῶς τὸ φάρμακον,
6. Χρήσηται αὐτῷ μὴ παρέργως πρὸς ταὐτά.
7. Ἔχει δ’ ἐλαίου ε΄. λίτρας, κικίνου ἴσας,
8. Λιθαργύρου δὲ τέσσαρας χρυσίτιδος,
9. Λεπίδος δὲ χαλκοῦ μή. δραχμὰς,
10. Τερμινθίνης τε τῆς καλῆς τρὶς ιβ΄.
11. Μάννης, λιβάνου τε ταὐτὸ τῇ τερμινθίνῃ,
12. Ἀμμωνιακοῦ δὲ τοῦ καθαροῦ λίτρας β΄.
13. Κηροῦ δὲ λευκοῦ Ποντικοῦ λίτρας β΄ S".
14. Ἕψε δ’ ἔλαιον, λεπίδα, τὴν λιθάργυρον,
15. Ἕως συνέλθῃ καὶ γένητ’ εὔχρουν ἄγαν,
16. Σκληρά θ’ ἱκανῶς ἔμπλαστρος, εἶθ’ οὕτως βαλεῖν
17. Τερμινθίνην καὶ κηρὸν, εἶτα δακτύλοις
1. Ἀμμωνιακὸν μαλαχθὲν, εἶτα τὴν χύτραν
2. Ἀπὸ τοῦ πυρὸς ζέουσαν ἄρας, τότε βαλεῖς
3. Τὴν μάνναν, ἤδη ψυχομένου φαρμάκου.
4. Ἐποίησα ταύτην πολλάκις λιθαργύρου
5. Χωρὶς, μολυβδαίνης ἐμβαλὼν καλῆς ἴσον,
6. Ἥδιστά τ’ ἐχρησάμην πρὸς ἃ προείπομεν.
7. Πεποιημένην τε χρώματος βελτίονος.
Cliquer un n° de page pour en afficher l’image