8. Οἱ τὰς τῶν συνθέτων φαρμάκων δυνάμεις
10. γράψαντες ἐκάλεσάν τινας τῶν ἐμπλάστρων ἐπισπαστικὰς,
11. ὥσπερ ἑτέρας διαφορητικάς. ἐνίαις δ’ αὐτῶν ἑκάτερον ἐμαρτύρησαν
12. ἐπισπᾶσθαί τε καὶ διαφορεῖν. καὶ γὰρ πλησίον
13. ἀλλήλων εἰσὶν αἱ δυνάμεις, ἥ θ’ ἑλκτικὴ τῶν ἐκ τοῦ βάθους,
14. ἥ τε διαφορητικὴ τῶν ἑλχθέντων. αἵ τε γὰρ ἕλκουσαι
15. καὶ διαφοροῦσί τι πάντως, αἵ τε διαφοροῦσαι καὶ ἕλκουσιν.
16. ἀλλ’ ἐπικρατεῖ κατὰ μὲν τὰ διαφορητικὰ τῶν φαρμάκων
17. ἡ διαφορητικὴ δύναμις, κατὰ δὲ τὰ ἑλκτικὰ ἡ ἑλκτική.
18. σύγκεινται μὲν οὖν ἑλκτικαὶ διὰ τῶν ἁπλῶν φαρμάκων, ὅσαι
1. δύναμιν ἔχουσιν, ἐκ τοῦ βάθους ἐπὶ τὸ δέρμα τὰς περιουσίας
2. τῶν ὑγρῶν ἐπισπᾶσθαι, αἱ διαφορητικαὶ δὲ ἐκ τῶν
3. διαφορεῖν τὸ ἑλχθὲν πεφυκυιῶν. ἵνα δὲ ἔμπλαστρος γένηται,
4. καθάπερ ἐν τοῖς ἔμπροσθεν ἐῤῥέθη, τῷ μὲν γὰρ λιθαργύρου
5. μίγνυται, τῷ δὲ ῥητίνης, τῷ δὲ κηροῦ, τῷ δὲ ἐλαίου,
6. τῷ δὲ πίττης, οὔτε διαφορητικὴν δύναμιν ἀξιόλογον οὔθ’
7. ἑλκτικὴν ἐχόντων τῶν τοιούτων, ὥσπερ ἢ πρόπολις ἢ τίτανος
8. ἢ μυελὸς ἢ χαλβάνη ἢ τὸ τῆς Ἀσίας πέτρας ἄνθος ἢ
9. ἀφρὸς νίτρου ἢ ἀφρόνιτρον ἢ ὄξος ἢ κονία στακτὴ, πέπερί
10. τε καὶ νᾶπυ καὶ στρουθίον, οἵ τ’ ἐδώδιμοι τῶν ἁλῶν, οἵ
11. τε ἀμμωνιακοὶ καὶ πρὸς τούτοις ἄλλα πολλὰ, περὶ ὧν τῆς
12. δυνάμεως ἐν τῇ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ λέλεκται.
13. νυνὶ δὲ τὰς πεῖραν ἱκανὴν ἤδη δεδωκυίας ἐμπλάστρους ἐρῶ,
14. τοσοῦτον ἔτι περὶ αὐτῶν εἰπὼν, ὡς ἔνιοι καὶ τῶν στυφόντων
15. φαρμάκων τοῖς ἐπισπαστικοῖς προσέμιξαν εὐλαβούμενοι
16. τὸ γιγνόμενον, ἐφ’ ὧν ἔσται περιουσία χυμῶν. ἕλκουσι γὰρ
17. ἐνίοτε πλέον ἢ προσῆκεν, ὡς μὴ μόνον ἐκ τῶν κατὰ τὸ
18. θεραπευόμενον μέρος ἐν βάθει τὴν ὁλκὴν, ἀλλὰ κᾀκ τῶν
1. πέριξ ἁπάντων ποιεῖσθαι. λέλεκται δέ μοι καὶ πρόσθεν ἐν
2. τῷ τῶν σαρκωτικῶν δυνάμεων λόγῳ τὰς ἐπισπαστικάς τε
3. καὶ διαφορητικὰς, ὥσπερ γε καὶ τὰς ἐπὶ μᾶλλον ἢ χρὴ ῥυπτούσας
4. ἁπάσας, γίγνεσθαι σαρκωτικὰς μίξει κηρωτῆς, ἐφ’
5. ὧν μὲν ἡ δύναμις ἰσχυρὰ πλέονος, ἐφ’ ὧν δὲ ἀσθενὴς ἐλάττονος.
6. ἐὰν δὲ φθάσῃ τὸ σύνθετον ἐπισπαστικὸν ἢ διαφορητικὸν
7. φάρμακον ἔχειν τι καὶ στυπτικὸν, οὐ χρὴ τῷ τοιούτῳ
8. φαρμάκῳ χρῆσθαι σαρκωτικῷ, διὰ τὸ τὰς στυπτικὰς δυνάμεις
9. εἰς μὲν τὰς κολλήσεις τῶν τραυμάτων τε καὶ κόλπων
10. καὶ τὰς ἐπουλώσεις τῶν ἑλκῶν εἶναι χρησίμους, εἰς δὲ τὰς
11. σαρκώσεις ἀχρήστους. εἴρηται γὰρ ἱκανῶς ἡμῖν ἤδη περὶ
12. τούτου.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 6.13, ed. Kühn, 1827, vol. 13, p. 923-925. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:6.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩