Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 6.7, ed. Kühn, 1827, vol. 13, p. 886-890. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:6.7

16. Ὅτι τῶν βοηθημάτων
1. ἔνια μὲν ὁ λόγος εὑρίσκει μόνος, ἔνια δὲ ἡ πεῖρα,
2. καὶ αὕτη τοῦ λόγου μὴ χρῄζουσα, τινὰ δ’ ἀμφοῖν ἀλλήλοις
3. συνεργούντων δεῖται, πολλάκις ὑμῖν ἐπιδέδεικται, καὶ πρός
4. γε τούτοις ὅτι τὰ διὰ λόγου καὶ πείρας εὑρισκόμενα στοχαστικῇ
5. μὲν ὁδῷ χρῆται πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν,
6. ἐλπισθέντα δὲ τῷ λόγῳ βεβαιοῦται τῇ πείρᾳ· καὶ μέντοι καὶ
7. ὡς τῆς στοχαστικῆς ἐλπίδος οὐκ ὀλίγη ἐστὶν ἐν τῷ μᾶλλόν
8. τε καὶ ἧττον ἡ διαφορὰ, καθάπερ καὶ καθ’ ὅλον τὸν βίον.
9. οὐ γὰρ ὁμοίως ἐλπίζομεν ὑετὸν ἔσεσθαι κατά γε τὰς χειμερινὰς
10. τροπάς καὶ τὴν τοῦ κυνὸς ἐπιτολήν. ἐν μὲν γὰρ ταῖς
11. χειμεριναῖς τροπαῖς σπανιάκις οὐ γίνεται, κατὰ δὲ τὴν τοῦ
12. κυνὸς ἐπιτολὴν σπανιάκις γίνεται. πάντων δὲ τῶν κατὰ τὰς
13. τέχνας ἔργων ὑπὸ συνεχοῦς ἀσκήσεως ἀκριβουμένων οὐκ
14. ἀρκεῖ τὸ καθόλου μόνον ἐν αὐταῖς καταμαθεῖν, ἀλλὰ κᾀν
15. τοῖς κατὰ μέρος ἐνεργῆσαι χρὴ πολλάκις. ἡ γὰρ διὰ τῶν
16. ἀτελῶν ἐνεργειῶν ἄσκησις ὁδός ἐστιν ἐπὶ τὴν τῶν τελείων
17. κτῆσιν. διὰ τοῦτ’ οὖν κᾀγὼ κατὰ πάσας τὰς πραγματείας,
18. ἃς ὑμῖν τοῖς ἑταίροις ἀξιώσασιν ἐποιησάμην, οὐκ ἠρκέσθην
19. μόνον τοῖς καθόλου θεωρήμασιν, ἀλλὰ καὶ γυμνάσματα
1. πολλὰ προσέγραψα, δι’ ὧν ἤλπιζον ὑμῖν ἐναργεστέραν
2. τε καὶ βεβαιοτέραν ἔσεσθαι τὴν γνῶσιν αὐτῶν. ὥσπερ
3. οὖν ἐπὶ τῶν ἄλλων ἁπάντων μερῶν τῆς ἰατρικῆς, οὕτω κᾀπὶ
4. τῆς τῶν νευροτρώτων θεραπείας ἔγραψα, πρώτην μὲν ὑμῖν
5. ἐπιδείξας τὴν λογικὴν ὁδὸν εἰς τὴν τῶν βοηθημάτων εὕρεσιν.
6. ἐφεξῆς δὲ ταύτῃ τὰς ὕλας, ἐν αἷς τὰς εὑρεθείσας ὑπὸ
7. τοῦ λόγου δυνάμεις ἐμάθετε περιεχομένας. ἐν γὰρ τοῖς
8. περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν ια΄.
9. τὸν ἀριθμὸν οὖσι τὰς ἐν ταῖς κατὰ μέρος ὕλαις δυνάμεις
10. ἁπάσας γε ἢ τὰς πλείστας χρησιμωτάτας ἔγραψα. πρὸς γάρ
11. τοι τὴν εὐπορίαν τῶν βοηθημάτων ἐδείχθη τοῦτ’ ἀναγκαῖον
12. ὑπάρχειν, οὐ μόνον δὲ εἰς τὸ δύνασθαι καὶ ὑμᾶς αὐτοὺς
13. ἄνευ τῶν ἐσκευασμένων φαρμάκων ἐν ἀπορίαις εὐπορεῖν τῶν
14. βοηθημάτων, ὡς Ἐρασίστρατός ποτε τοῦ τῶν βοτανῶν εὐπόρησε
15. χυλοῦ μὴ παρόντος αὐτοῦ στοματικοῦ φαρμάκου
16. κατὰ τὸ χωρίον ἐκεῖνο τῆς ὁδοιπορίας, ἀλλὰ κᾂν αὐτῶν συνθέντων
17. ἀπολέσητε τὰς γραφὰς, ὅμως ὑμᾶς αὐτοὺς δύνασθαι 
1. συντιθέναι παραπλήσια τοῖς ἀπολομένοις. καὶ μέντοι καὶ
2. πρὸς τὸ καλῶς χρῆσθαι τοῖς ὑφ’ ἑτέρων ἡυρημένοις ἡ διὰ
3. τῆς προκειμένης πραγματείας ἄσκησις ὠφέλιμός ἐστι. τί δεῖ
4. λέγειν ὅτι καὶ πρὸς τὸ διακρίνειν δύνασθαι τά τε περιττῶς
5. ἐμβεβλημένα τοῖς συνθέτοις φαρμάκοις καὶ κατὰ τοὐναντίον,
6. ὅσα παραλέλειπται τοῖς πρώτοις συντιθεῖσιν; ὡς ἐπὶ τῶν
7. κατὰ τὸ γ΄. βιβλίον ἔδειξα τὸν λόγον ποιούμενος, ἐπὶ τῶν
8. τοῖς νευροτρώτοις ἁρμοττόντων, ὡσαύτως δὲ καὶ νῦν ἐπιδείξω,
9. γυμνάζων ὑμᾶς ἐπὶ τοῖς ὑπὸ τῶν ἐμοῦ πρεσβυτέρων
10. ἰατρῶν ἡυρημένοις. ἡ μὲν γὰρ καθόλου μέθοδος οὔτε μετὰ
11. διορισμῶν ἀκριβῶς οὔτ’ ἄνευ διορισμῶν ἐλλιπῶς ἐγράφη τινὶ
12. τῶν πρόσθεν, ἀλλ’ οὐδὲ φάρμακον ἐπαγγελλόμενον ἰᾶσθαι
13. τοὺς νυγέντας νεῦρον ὑπό τινος ὀξέος, οἷαί πέρ εἰσιν αἱ
14. βελόναι καὶ τὰ γραφεῖα τῶν παιδίων, ἔγραψέ τις αὐτὸ τοῦτο
15. μόνον ἄριστα ποιεῖν δυνάμενον, ἐμοῦ πλῆθος οὐκ εὐαρίθμητον
16. ἐν τῷ προειρημένῳ γράμματι διελθόντος αὐτῶν. πολύχρηστα
17. μέντοι φάρμακα γράψαντες ἀξιόλογά τινες αὐτῶν,
18. ὅσοι γε ἐπιμελέστεροι πρὸς τοῖς ἄλλοις οἷς ἐπαγγέλλονται
1. ποιεῖν αὐτὰ προσέθηκαν, ἐνίοτε μὲν ὡς καὶ τοῖς νευροτρώτοις
2. ἐστὶν ὠφέλιμα, ποτὲ δὲ ὡς ταῖς τῶν νεύρων τε καὶ μυῶν
3. διακοπαῖς, ἔστι δὲ ὅτε καὶ νύξεσιν αὐτῶν ἢ θλάσεσιν ἀρήγειν
4. ἔφασαν αὐτά. ὑμῖν δὲ ἐξ ὧν ἐμάθετε πάρεστι γνωρίζειν πρὸ
5. τῆς πείρας εἴτε δυνατά τις ἐπαγγέλλεται περὶ ὧν ἔγραψεν
6. εἴτ’ ἀδύνατα. πάρεστι δὲ καὶ τὰ χωρὶς ὧν πέφυκε ποιεῖν
7. γεγραμμένα φάρμακα γνωρίζειν ὑμῖν, ἐφ’ ὧν ἐστι χρηστέον
8. αὐτοῖς. ἵνα γοῦν ὡς ἐπὶ παραδείγματος ἄρξωμαί τινος ἐμπλάστρου
9. φαρμάκου πολυχρήστου, ἐπὶ δευτέρου τῇ τάξει γεγραμμένου
10. κατὰ τὴν φαρμακωνῖτιν Ἀνδρομάχου βίβλον, ἣν
11. ἐποιήσατο τῶν ἔξωθεν τῷ σώματι προσφερομένων, ἄνευ τοῦ
12. δηλῶσαι πρὸς τίνα μάλιστα χρηστέον αὐτῇ, γυμνάσασθαι
13. πάλιν ὑμῖν πάρεστιν, ὅπως χρὴ γνωρίζειν ἐκ τῶν γεγραμμένων
14. φαρμάκων ἁπλῶν, τὴν δύναμιν τοῦ συνθέτου.

Cliquer un n° de page pour en afficher l’image