Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 6.8, ed. Kühn, 1827, vol. 13, p. 890-903. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:6.8

15. Ὁ μὲν γὰρ
16. Ἀνδρόμαχος οὕτως ἔγραψε κατὰ λέξιν. ἡ φαιὰ Αἰγυπτία. ♃
17. λιθαργύρου δραχ. μδ΄. κίκεως κο. στ΄. κηροῦ δραχ. ρμδ΄. ἀμμωνιακοῦ
18. θυμιάματος δραχ. οβ΄. τερμινθίνης δραχ. λστ΄. ἐρίων κεκαυμένων
1. δραχ. ιη΄. λεπίδος στομώματος δραχ. η΄. λεπίδος χαλκοῦ
2. δραχ. η΄. ἀριστολοχίας δραχ. η΄. λιβάνου δραχ. η΄. ἔνιοι δὲ σμύρνης
3. δραχ. δ΄. ὀποπάνακος δραχ. β΄. θαλάσσης δραχ. ν΄. εἰς ἐμβροχὴν κηροῦ.
4. αὕτη μὲν ἡ γραφὴ τοῦ φαρμάκου καλοῦ καὶ πολυχρήστου
5. κατὰ ἀλήθειαν ὄντος, ἀλλὰ αὐτός γε παρέλιπεν εἰπεῖν
6. ἐπὶ τίνων αὐτῷ χρηστέον. εἰ μὲν οὖν προειρηκὼς ἑκάστου
7. γε τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν, ὥσπερ ἡμεῖς ἐποιήσαμεν
8. ἐν ὑπομνήμασιν ἕνδεκα, μέθοδόν τέ τινα γεγραφὼς καθόλου
9. συνθέσεως φαρμάκων, ὡς ἐγὼ κατὰ τὸ πρὸ
10. τοῦδε τοῦ βιβλίου πεποίημαι, προὔβαλλε ζῶσι τοῖς ἑτέροις
11. τοιαύτας γραφὰς ἕνεκα γυμνασίας, ὅπως ἀποκρίνοιντο πρὸς
12. τίνα παθήματα δύναται χρήσιμον ὑπάρχειν, ἐπῃνέσαμεν
13. ὄντως αὐτοῦ τὴν διδασκαλίαν. ἐπεὶ δ’ οὐδὲν τούτων ἐποίησε,
14. παντοίως ἄν τις αὐτῷ μέμψαιτο. διὰ τοῦτο οὖν εἰκότως αἱ
15. φαρμακίτιδες αὐτοῦ βίβλοι παμπόλλων φαρμάκων ἀρίστων
16. ἔχουσαι συνθέσεις ἠμέληνται τοῖς ἰατροῖς. ἐν γὰρ τοῖς χιλίοις
17. εἷς τις δοκεῖ τὸ τέλος ἔχειν τῆς τέχνης, οἱ δ’ ἄλλοι
1. τοῖς ἰδιώταις ὡσαύτως ἀγαπῶσιν, ἐὰν τοῖς σαφῶς γεγραμμένοις
2. φαρμάκοις ὀρθῶς χρῆσθαι δύνωνται. καὶ τί δεῖ λέγειν
3. περὶ τῶν τοιούτων ἰατρῶν; ὅπου δὲ καὶ τῶν ἐμπειρικῶν
4. ὀνομαζομένων ἔνιοι καίτοι ἀξιόλογοι διὰ τῶν τῆς τέχνης
5. ἔργων ὀφθέντες, ὅμως ἀγνοεῖν φασιν ᾧτινι λογισμῷ
6. τῶν συνθέτων φαρμάκων ἕκαστον εὕρηται, καὶ τί λέγω λογισμῷ;
7. τὴν ἀρχὴν γὰρ οὐ λογισμῷ φασιν εὑρῆσθαι τῶν τοιούτων
8. οὐδέν. ἄχρηστος οὖν αὐτοῖς ἐστιν ἡ τῆς φαιᾶς ταύτης
9. ἐμπλάστρου γραφὴ, τὸ χρῶμα μόνον ἐν τῷ προγράμματι
10. διδασκούσης χωρὶς τῆς κατὰ δύναμιν ἐπαγγελίας, ἣν ἄμεινον
11. ἦν γεγράφθαι πρὸ τοῦ χρώματος. ἐπεὶ τοίνυν ὁ Ἀνδρόμαχος
12. εἰπεῖν παρέλιπε τὴν δύναμιν αὐτῆς, ἡμεῖς εὑρεῖν
13. πειραθῶμεν ἐκ τῆς τῶν μιγνυμένων φαρμάκων ἰδέας τε καὶ
14. δυνάμεως. ἡ μὲν δὴ λιθάργυρος ὅτι τῆς μέσης οὖσα κράσεως
15. ἐν τῷ θερμαίνειν καὶ ψύχειν ἀποκεχώρηκε βραχὺ πρὸς
16. τὸ ξηραίνειν ἐμάθετε. καὶ μέντοι καὶ τὴν χρείαν αὐτῆς εἰς
17. τὰς ἐμπλάστρους ἔγνωτε διττὴν ὑπάρχουσαν, εἰ μὲν ἄτηκτος
18. μείνειεν, ὡς ὕλης μόνον, εἰ δὲ τακείη καὶ ὡς ξηραίνειν δυναμένης
1. καὶ μᾶλλον εἰ ἐπὶ πλέον ἑψηθείη. νυνὶ μέντοι ζήτημά ἐστι
2. ἐπὶ πόσον ἑψηθήσεται, κο. στ΄. γράψαντος τοῦ Ἀνδρομάχου
3. μίγνυσθαι χρῆναι τοῦ κίκεως, ὅπερ ἐστὶν ἐλαίου κικίνου.
4. πόσων γὰρ οὐγγιῶν τὴν ἐκ τῆς Ῥωμαϊκῆς λίτρας εἶναι
5. βούλεται κοτύλην, οὐκ ἐδήλωσε· καίτοι βέλτιον ἦν ἐν
6. Ῥώμῃ βεβιωκότα λιτρῶν μὲν καὶ ξεστῶν καὶ οὐγγιῶν μεμνῆσθαι,
7. παραλιπεῖν δὲ τὸ τῆς κοτύλης ὄνομα ταῖς ἔξω τῆς
8. Ἰταλίας πόλεσιν Ἑλληνικαῖς ὑπάρχον ἐν χρήσει. εἰ μὲν οὖν
9. ἐν ἁπάσαις αὐταῖς ταὐτὸ ἦν ὄνομα τῆς κοτύλης, οὐδὲν ἂν
10. ἦν ζήτημα. νυνὶ δὲ ἐπειδὴ παμπόλλη διαφορὰ κατὰ τὸ ποσὸν
11. ἐν αὐταῖς ἐστιν, ἐχρῆν αὐτὸν εἰπεῖν ἤτοι γε ὅτι τὴν
12. Ἀττικὴν λέγω κοτύλην ἢ τὴν Ἀλεξανδρεωτικὴν ἢ τὴν Ἐφεσίαν
13. ἤ τινα ἄλλην. οἱ μὲν οὖν πλεῖστοι τῶν γραψάντων
14. περὶ μέτρων καὶ σταθμῶν θ΄. φασὶν οὐγγιῶν τῶν ἐκ τῆς
15. Ῥωμαϊκῆς λίτρας τὴν ὑπὸ τῶν ἰατρῶν ἐν τοῖς φαρμακίτισι
16. βιβλίοις γεγραμμένην κοτύλην. ἄλλοι δὲ τὴν τῶν ιβ΄. φασὶν
17. οὐγγιῶν ὑπ’ αὐτῶν λέγεσθαι, καθάπερ ἐν Ῥώμῃ τὴν λίτραν
18. τοῦ ἐλαίου συνήθως ὀνομάζουσιν. ἤδη δέ τινος ἤκουσα λέγοντος 
1. γο ιστ΄. Ῥωμαϊκὰς ἔχειν τὴν ἐν ταῖς φαρμακίτισι βίβλοις
2. γεγραμμένην ὑπὸ τῶν ἰατρῶν κοτύλην, οὐ μικρὰ δέ
3. ἐστι διαφορὰ πρὸς τὴν τοῦ φαρμάκου δύναμιν ἢ μεγάλας
4. ἐμβάλλειν ἢ μικρὰς τὰς κοτύλας. ἐγὼ γοῦν ἐν τῇ Ῥώμῃ
5. τὴν τοῦ ἐλαίου καλουμένην λίτραν, ἣν διὰ τῶν κατατετμημένων
6. κεράτων μετροῦσιν, ἔστησά ποτε βουλόμενος μαθεῖν
7. ὁπόσον ἔχει σταθμὸν τοῦ βάρους. εὗρον δὲ καὶ ταῖς σταθμικαῖς
8. δέκα οὐγγίαις ἴσας τὰς μετρικὰς τοῦ ἐλαίου ιβ΄. διὸ
9. γράφειν ἐχρῆν ἐπιμελέστερον ἐν ταῖς φαρμακίτισι βίβλοις
10. τοὺς ἰατροὺς, ὁποίας τινὰς κελεύουσι βάλλεσθαι τὰς οὐγγίας
11. ἢ τὰς λίτρας τῶν ὑγρῶν φαρμάκων, πότερα τὰς μετρικὰς
12. ἢ τὰς σταθμικάς. πρόδηλον γὰρ, ὅτι τῶν ὑγρῶν τούτων
13. σωμάτων, ὥσπερ καὶ τῶν στερεῶν, τὰ μέν ἐστι βαρύτερα, τὰ
14. δὲ κουφότερα. καὶ λέλεκταί μοι κατὰ λόγον ἕτερον ἑκάστου
15. τῶν εἰς τὰ φάρμακα βαλλομένων ὑγρῶν ὁ σταθμὸς,
16. ἀλλὰ νῦν γε τὸ προκείμενον ἀναλάβωμεν. τὰς γάρ τοι τρεῖς
17. κοτύλας, εἰ μὲν ἐξ ἐννέα τις οὐγγιῶν μετρικῶν ἑκάστην θείη,
18. τὰς μὲν τρεῖς οὐγγιῶν ἑπτὰ καὶ κ΄. ἐργάσεται. τεμνομένης
1. δὲ ἑκάστης αὐτῆς εἰς η΄. δραχμὰς, τὰς δραχμὰς ἕξουσι διακοσίας
2. ιστ΄. εἰ δὲ ἐκ τῶν ιβ΄. οὐγγιῶν ἑκάστην κοτύλην ὑπάρχειν
3. ὑπόθοιτο, γενήσονται μὲν στ΄. καὶ λ΄. οὐγγίαι, δραχμαὶ
4. δὲ σπη΄. τεμνομένης εἰς η΄. δραχμὰς ἑκάστης οὐγγίας. πεπείραμαι
5. δ’ ἐγὼ πολλάκις ἐν ἐλαίῳ λιθάργυρον ἑψηκὼς τὴν
6. μὲν σύμμετρον αὐτῆς μίξιν ἴσην τῇ σταθμικῇ λίτρᾳ τῆς λιθαργύρου,
7. τῇ μετρικῇ δὲ τοῦ ἐλαίου γίγνεσθαι. εἰ δὲ ἐμβάλλοι
8. τις ἔλαιον πλέον, ἑψομένην τε δηλονότι πλείονι χρόνῳ,
9. ξηραντικωτέραν γίγνεσθαι. ἐπὶ δὲ τῶν λευκῶν ἐμπλάστρων
10. διὰ τὸ χρῶμα μίγνυμεν καὶ τὸ ψιμύθιον τῇ λιθαργύρῳ, τοὐπίπαν
11. ἴσον ἴσῃ κατὰ τὸν σταθμόν. ἐμβάλλεται δὲ ἡ κοτύλη
12. τῶν θ΄. οὐγγιῶν, ὡς πρὸς τὴν σταθμικὴν λίτραν τῆς λιθαργύρου,
13. βουλομένοις φυλάττειν τὸ χρῶμα, διὰ τὸ τὴν πλείονα
14. ἕψησιν ἐργάσασθαι μελαντέραν τὴν λιθάργυρον, ἀλλ’ ἧττον
15. ἐχέκολλον γίνεται τὸ φάρμακον, ἐλαίου βληθέντος ὀλίγου.
16. διό τινες ἔμιξαν ἤτοι τὴν τερμινθίνην ῥητίνην ἢ τὴν κολοφωνίαν
17. καλουμένην τὴν διαυγῆ, καθ’ ὅσον οἷόν τε πειρώμενοι
18. μήτε τὴν χρόαν βλάψαι μήτε τὴν δύναμιν τοῦ φαρμάκου,
1. προσθεῖναί τε τῆς ῥητίνης μίξει τὸ δυσαπόπτωτον αὐτῇ,
2. διὰ τὸ ψαθυρὸν γίνεσθαι τὸ φάρμακον, ἂν ἐν ἐλαίῳ τοσούτῳ
3. τοσοῦτον ἕψηται τῆς λιθαργύρου τε καὶ τοῦ ψιμυθίου.
4. τινὲς δὲ κατὰ τὸν αὐτὸν λόγον ἐνέβαλον ἑψημένῳ τῷ
5. φαρμάκῳ τὸν λευκὸν κηρόν. τῇ μέντοι διπλάσιον ἐχούσῃ τὸ
6. ἔλαιον λιθαργύρῳ, κᾂν μηδὲν ἐπεμβάλλῃς ῥητινῶδες ἢ κηρῶδες,
7. ὑπάρξει τὸ ἐχέκολλον ἐκ τῆς ἑψήσεως, καὶ πολύ γε μᾶλλον,
8. ἐὰν τριπλάσιον μίξῃς τὸ ἔλαιον τῇ λιθαργύρῳ, τουτέστιν
9. ἐὰν τρεῖς μετρικὰς ἐλαίου μίξεις τρισὶ σταθμικαῖς τῆς
10. λιθαργύρου. εἰκὸς οὖν ἐστι τὸν Ἀνδρόμαχον θ΄. τῶν μετρικῶν
11. οὐγγιῶν ἀξιοῦν ἐμβάλλεσθαι τὸ κίκινον ἔλαιον, ὡς γίγνεσθαι
12. τῶν ἕξ κοτυλῶν οὐγγίας νδ΄. μετρικὰς, ὅπερ ἐστὶ
13. ταὐτὸν λίτρας μετρικαῖς Ῥωμαϊκαῖς δ΄. καὶ S". εὔδηλον δ’
14. ὅτι μὴ παρόντος ποτὲ ἡμῖν τοῦ κικίνου τὸ παλαιὸν ἔλαιον
15. ἀντ’ αὐτοῦ παραληψόμεθα. καὶ τὸ σικυώνιον δ’ ἐγὼ πολλάκις
16. ἐνέβαλον εἰς τὰς διαφορητικὰς ἐμπλάστρους, κᾀκείνου μὴ
17. παρόντος, ἕτερον ἔλαιον αὐτοσχεδιάσας, ὅμοιον ἐκείνοις εἰργασάμην,
18. ἐναφεψήσας αὐτῷ ῥίζας σικύου ἀγρίου καὶ βρυωνίου
1. καὶ ἀλθαίας. ὅτι δὲ διαφορητικόν τε καὶ μαλακτικὸν
2. εἶναι βούλεται τὸ προκείμενον φάρμακον ὁ Ἀνδρόμαχος εὔδηλον
3. ἐκ τοῦ κίκινον ἔλαιον ἐμβάλλειν αὐτῷ καὶ πλεῖστον
4. ἀμμωνιακὸν θυμίαμα. τῇ γὰρ λιθαργύρῳ τὸν μὲν κηρὸν ἴσον
5. εἶναι βούλεται τῷ σταθμῷ, τὸ δ’ ἀμμωνιακὸν S". καίτοι
6. κατὰ πολλὰς τῶν ἐνδόξων ἐμπλάστρων οὐχ ἡμίσεος, ἀλλὰ
7. δ΄. μέρους ἢ ε΄. καὶ πολλάκις ἑβδόμου τε καὶ ὀγδόου καί
8. ποτε δεκάτου βαλλομένου τοῦ φαρμάκου τούτου κατὰ τὸν
9. σταθμὸν, ὡς πρὸς τὴν λιθάργυρον. περὶ δὲ τοῦ κηροῦ μεμαθήκαμεν
10. ὡς ὕλης ἔχει τάξιν ἐν ταῖς τῶν τοιούτων φαρμάκων
11. συνθέσεσιν, οὐ δυνάμεως δραστηρίου συντέλειαν.
12. ὑπάρχει δὲ καὶ αὐτῷ βραχεῖά τις δύναμις μαλακτικὴ, ἀλλ’
13. οὐ διὰ ταύτην ἐν τῷ προκειμένῳ φαρμάκῳ παρείληπται, καθάπερ
14. οὐδ’ ἡ τερμινθίνη ῥητίνη, καίτοι πολὺ πλαστικωτέρα
15. κατὰ δύναμιν οὖσα τοῦ κηροῦ. καὶ γὰρ μαλάττει μᾶλλον
16. αὐτοῦ καὶ προσέτι θερμαίνει καὶ διαφορεῖ, τοῦ κηροῦ μηδ’
17. ἕτερον ἔχοντος τούτων. ἀλλὰ τὸ ἀμμωνιακὸν θυμίαμα μόνον
18. ἐμβληθὲν αὐχμηρὸν ἐργάσεται τὸ φάρμακον. ὡς δ’ εἰς
1. ἐμπλαστροποιΐαν, οὐδὲ γὰρ χεῖρον οὕτως ὀνομάσαι, χρήσιμός
2. ἐστιν ὅ τε κηρὸς καὶ ἡ ῥητίνη. τὸ γάρ τοι μαλάττειν
3. τε καὶ διαφορεῖν ὑπάρχει τῷ φαρμάκῳ κᾀκ μόνου τοῦ
4. ἀμμωνιακοῦ πρωτεύοντος μὲν ἐν τοῖς μαλακτικοῖς, ἐναμίλλου
5. δὲ καὶ τοῖς διαφορητικοῖς ὄντος. ἀναμνησθέντες δὲ τῶν ἐν
6. τῷ ε΄. τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως εἰρημένων, ὁποίαν
7. τινὰ τὴν κρᾶσιν εἶναι χρὴ τοῖς τοιούτοις φαρμάκοις, οὐδὲν
8. ἔτι δεηθήσεσθε νεωτέρας διδασκαλίας. αἱ μὲν γὰρ πρῶται
9. δυνάμεις δραστικαὶ τοῖς φαρμάκοις εἰσὶν ἐν θερμότητι καὶ
10. ψυχρότητι καὶ ὑγρότητι καὶ ξηρότητι· δεύτεραι δὲ αἵ τε μαλακτικαὶ
11. καὶ διαφορητικαὶ καὶ ἀποκρουστικαὶ καὶ ἑλκτικαὶ
12. καὶ πεπτικαί τε καὶ ῥυπτικαὶ καὶ σηπτικαὶ, καθάπερ γε καὶ
13. τρίται κολλητικαὶ τραυμάτων, ἐπουλωτικαί τε καὶ σαρκωτικαί.
14. καὶ τὸ συγκείμενον οὖν ἐξ ἐλαίου κικίνου καὶ ἀμμωνιακοῦ
15. θυμιάματος φάρμακον ἱκανόν ἐστι διαφορεῖν τε καὶ
16. μαλάττειν καὶ δηλονότι καὶ ξηραίνειν, ὕλην ἐπιτηδείαν προσειληφὸς
17. τὸν κηρόν τε καὶ τὴν ῥητίνην καὶ τὴν ἐπὶ τὸ
18. πλέον ἑψημένην λιθάργυρον. ἐπεμβάλλειν δ’ αὐτῷ κελεύει 
1. καὶ τῶν κεκαυμένων ἐρίων καὶ ἀριστολοχίας, διαφορητικωτάτων
2. τε καὶ ξηραντικωτάτων φαρμάκων, ἐφ’ οἷς πεπτικοῦ
3. καὶ παρηγορικοῦ φαρμάκου μνημονεύει τοῦ λιβανωτοῦ. εἰ δὲ
4. καὶ τῆς σμύρνης ἐμβάλλοιμέν τι καὶ ὀποπάνακος, ἐνίους γάρ
5. φησι καὶ τούτων τι μιγνύναι τῷ φαρμάκῳ, τὴν μὲν σμύρναν
6. ἴσμεν οὐκ ἀγεννῶς θερμαίνουσάν τε καὶ ξηραίνουσαν,
7. τὸν δὲ ὀποπάνακα καὶ γενναιότερον ἔτι ταῦτ’ ἄμφω δρῶντα
8. καὶ προσέτι λεπτυντικῆς τε καὶ διαφορητικῆς ὄντα δυνάμεως.
9. ἀλλὰ τούτου μὲν ὀλίγιστον ἐμβάλλεται, δεδιότος οἶμαι τοῦ
10. προσθέντος αὐτὸ τὴν δριμύτητα τοῦ φαρμάκου καὶ βουλομένου
11. μὴ μόνον διαφορητικήν τε καὶ μαλακτικὴν ἐργάσασθαι
12. τὴν ἔμπλαστρον, ἀλλὰ καὶ τραύμασιν ἐπιτηδείαν. διὰ
13. τοῦτο οὖν αὐτῷ καὶ τὴν λεπίδα τοῦ χαλκοῦ τε καὶ τοῦ
14. στομώματος ἔμιξε, φάρμακα στυπτικὴν ἔχοντα δύναμιν ἅμα
15. τῷ ξηραίνειν ἰσχυρῶς. διὰ γοῦν τὴν τούτων μίξιν ἐπί τε
16. τῶν ἐναίμων τραυμάτων ἄλλων θ’ ἑλκῶν οὐκ ὀλίγων ἀγαθὸν
17. γίγνεται φάρμακον ἡ προκειμένη κατὰ λόγον ἔμπλαστρος
18. Αἰγυπτία. καὶ μέντοι καὶ πρὸς ἀποστήματα καὶ πάνθ’
1. ὅσα διαφορεῖσθαι δεῖται, πολλάκις ἀκηκόατε τὰ μὲν ἅμα
2. τοῖς διαφορητικοῖς φαρμάκοις ἔχοντά τι καὶ τῶν στυπτικῶν
3. ἀσφαλέστερα γίγνεσθαι, τὰ δὲ χωρὶς τῶν στυφόντων
4. δραστικώτερα μὲν, οὐκ ἀσφαλῆ δέ. πολλάκις γὰρ ἐπισπᾶται
5. ῥεύματα πληθωρικοῦ τοῦ θεραπευομένου σώματος ὄντος ἢ
6. κακοχύμου. κενὸν δ’ εἴπερ εἴη τὸ σῶμα καὶ ἀπέριττον, ἑτοιμότερον
7. ἀφικνεῖται τοῦ τέλους τὰ διαφορητικώτερα φάρμακα
8. μόνα παραλαμβανόμενα χωρὶς τῶν στυπτικῶν. ὀλίγοις
9. δὲ προσφερόμενα ἐπὶ τοιούτοις σώμασι τὰ φάρμακα
10. διὰ τοῦτο ἀσφαλέστερον ἔδοξεν εἶναι μιγνύναι τι καὶ τῶν
11. ἀποκρουστικῶν. οὕτω τοι καὶ τῇ διὰ τῶν ἁλῶν ἐμπλάστρῳ
12. διαφορητικῇ προσέθεσάν τινες χαλκάνθου βραχὺ, καίτοι καὶ
13. τῶν ἁλῶν αὐτῶν ἐχόντων τι στυπτικόν. τὸ τοίνυν προκείμενον
14. φάρμακον εὕρηται μὲν διαφορητικὸν ἰσχυρῶς, ὡς καὶ
15. πῦον ἤδη τό γε μὴ πάνυ πολὺ, χωρὶς τοῦ διατρῆσαι τὸ
16. δέρμα, διαφορεῖν δύνασθαι, μαλακτικὸν δὲ τῶν σκιῤῥουμένων
17. τε καὶ ὁπωσοῦν σκληρυνομένων, κολλητικὸν δὲ μεγάλων τραυμάτων,
18. ὥσπερ γε καὶ τῶν ἤδη κακοηθευομένων ἑλκῶν ἐπουλωτικὸν
1. ἁπάντων τε τῶν ἄλλων παθημάτων, ὅσα διαφορητικῆς
2. τε ἅμα καὶ ἀποκρουστικῆς μετρεῖται δυνάμεως, ἐν
3. οἷς ἐστι καὶ τὰ κατὰ τοῦ μετώπου ῥευματιζομένων ὀφθαλμῶν
4. ἐπιτιθέμενα, καλούμενα δὲ ὑπὸ τῶν ἰατρῶν ἀνακολλήματα.
5. ταὐτὸν δὲ τοῦτο τὸ φάρμακον ἐπιτήδειον ἔσται καὶ
6. τοῖς γεγυμνωμένοις νεύροις, εἰ καὶ τετμημένα κατά τι μέρος
7. αὐτῶν τύχοι. τὰ γάρ τοι διακεκομμένα τὸν ἐκ τῆς συμπαθείας
8. οὐκ ἔχοντα κίνδυνον ἔτι καὶ τὴν αἴσθησιν ἀφαιρεῖται
9. τῶν ὑποκειμένων ἑαυτῷ σωμάτων, εἰς ἃ κατίσχεται.
10. δεῖταί γε μὴν καὶ ταῦτα τοιούτου φαρμάκου. τὰ γὰρ ὑγραίνοντα
11. σήπει ῥᾳδίως αὐτὰ, διὰ τοῦτο καὶ οἱ ξηραντικοὶ κυκλίσκοι,
12. καίτοι στύφοντες ἱκανῶς, ὅμως ἁρμόττουσι τοῖς γεγυμνωμένος
13. νεύροις, ἅ γε μήπω φθάσαντα πρὸς τὴν ἀκμὴν
14. τῆς φλεγμονῆς ἀφίκετο. ταῦτα γὰρ ἀγανακτεῖ καὶ παροξύνεται
15. πρὸς τῶν τοιούτων φαρμάκων. ἀλλὰ περὶ μὲν τούτων
16. ἐπὶ προήκοντι τῷ λόγῳ ῥηθήσεται· περὶ δὲ τῆς προκειμένης
17. ἐμπλάστρου τὰ λείποντα τῷ λόγῳ προσθῶμεν. ἐπεὶ
18. δὲ οἱ πολλοὶ τῶν ἰατρῶν ἀγνοοῦντες ἐπιτιθέασι τὰς τοιαύτας·
19. ἐμπλάστρους σκληρὰς, ἄμεινον ἐμμότους ποιῆσαι τήξαντας
1. ἢ κατὰ τὴν σκευασίαν εὐθὺς ἐργάσασθαι μαλθακάς.
2. ἔπειτα δὲ ὅταν ἐπὶ μεγάλων διαιρέσεων, ἐν αἷς γεγύμνωται
3. νεῦρα, πειραθῶσιν αὐτῶν, ἐλπίζουσιν ἐπὶ τῶν νυγμάτων ἔσεσθαι
4. πολὺ μᾶλλον ὠφελίμους, ἀγνοοῦντες κᾀνταῦθα μέγιστόν
5. τι θεώρημα, περὶ οὗ διελέχθην ἤδη διδάσκων ὑμᾶς ἐν
6. τῷ λόγῳ μὲν πρῶτον ἐξεῦρον, εἶθ’ ὑπὸ τῆς πείρας ἔγνων
7. βεβαιούμενα, διὰ τοῦτο καὶ νῦν ἀναμιμνήσκω. πολὺ γὰρ θερμοτέρων
8. τε καὶ διαφορητικωτέρων δέονται φαρμάκων αἱ νύξεις
9. τῶν νεύρων ἤπερ ὅταν ὅλον γυμνωθῇ, τραύματος ἀξιολόγου
10. γενομένου. τὰ γάρ τοι γυμνωθέντα τὰς τῶν δριμέων
11. τε καὶ θερμῶν πάνυ φαρμάκων ἐπιθέσεις οὐ φέρει διὰ τὴν
12. δῆξιν, ἀλλὰ τῶν χαλαστικῶν καὶ διαφορητικῶν δεῖται μεμιγμένων
13. συμμέτρως τοῖς στύφουσι φαρμάκοις. ἀλλὰ καὶ ὅτι
14. βέλτιόν ἐστι τὰ πέριξ τοῦ τραύματος καταλαμβάνειν τοῖς
15. δριμέσι τε καὶ λεπτομερέσι καὶ διαφορητικοῖς ἱκανῶς, ὁποῖόν
16. ἐστι τὸ διὰ τοῦ εὐφορβίου. ἐγὼ μὲν οὖν ἐτεκμηράμην τὴν
17. προκειμένην ἔμπλαστρον ἱκανὴν εἶναι ποιεῖν ἃ προείρηκα,
18. καὶ σκευάσας ταύτην εὗρον τὴν πεῖραν μαρτυροῦσαν. ὕστερον
1. δέ ποτε καὶ ταῖς Ἀσκληπιάδου τε καὶ Κρίτωνος ἐντυγχάνων
2. φαρμακίτισι βίβλοις ἔγνων αὐτοὺς γεγραφότας,
3. οὐχ ὥσπερ καὶ Ἀνδρόμαχος ἀδιορίστως, ἀλλὰ μετὰ διορισμῶν
4. σαφῶς ἥν τινα δύναμιν ἔχει. διά τε οὖν τοῦτο καὶ
5. διότι διαφωνοῦσιν ἐν τῇ σκευασίᾳ, κατά τινα τῷ Ἀνδρομάχῳ,
6. κάλλιον ἔδοξέ μοι προσγράψαι καὶ τὰς ἐκείνων αὐτῶν
7. λέξεις, ἔπειθ’ οὕτως εἰπεῖν τι καὶ περὶ τῆς ἐν τῇ συνθέσει
8. τοῦ φαρμάκου διαφωνίας αὐτῶν.

Cliquer un n° de page pour en afficher l’image