Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 6.9, ed. Kühn, 1827, vol. 13, p. 903-906. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:6.9

9. Περὶ τῆς
11. ὑπ’ Ἀνδρομάχου γεγραμμένης Αἰγυπτίας ἐμπλάστρου ὁ
12. Ἀσκληπιάδης οὕτως ἔγραψεν. Ἀνδρομάχου Αἰγυπτία ἄναιμος,
13. τραυματική. ποιεῖ πρὸς νεύρων καὶ μυῶν διακοπὰς,
14. ποιεῖ πρὸς νύγματα, περιθλάσεις, παρατρίματα, λυγίσματα.
15. ἔστι δὲ καὶ ὀφθαλμιώντων παρακόλλημα. ποιεῖ κεφαλαλγικοῖς
16. καὶ πρὸς πολλὰς διαθέσεις χρήσιμόν ἐστι τὸ φάρμακον.
17. ♃ λιθαργύρου, κηροῦ ἀνὰ δραχ. ρμδ΄. ἀμμωνιακοῦ θυμιάματος
18. δραχ. οβ΄. τερμινθίνης δραχ. λστ΄. ἐρίων οἰσυπηρῶν κεκαυμένων 
1. δραχ. ιη΄. λεπίδος χαλκοῦ δραχ. η΄. λεπίδος στομώματος δραχ. η΄. λιβάνου
2. δραχ. η΄. ἀριστολοχίας στρογγύλης δραχ. η΄. κίκεως κο. γ΄.
3. ταῦτα προειπὼν ὁ Ἀσκληπιάδης ἐφεξῆς γράφει τὸν τρόπον
4. τῆς ἑψήσεως, οὐδὲ τοῦτο τὸ μέρος τῆς συνθέσεως ἐπὶ τῶν
5. ἐμπλάστρων φυλάξαντος τοῦ Ἀνδρομάχου, παραλέλειπται
6. γὰρ ἐν ἁπάσαις σχεδόν. ἀλλὰ περὶ μὲν τῶν ἑψήσεων εἴρηται
7. μὲν οὐκ ὀλίγα κατὰ τὸ δ΄. γράμμα καὶ νῦν εἰρήσεται
8. μετ’ ὀλίγον. ἄξιον δὲ ἐπισκέψασθαι τὸ τῆς διαφωνίας,
9. ἣν ἐν τῇ ποσότητι τῶν ἁπλῶν φαρμάκων ἐποιήσατο
10. πρὸς τὸν Ἀνδρόμαχον ὁ Ἀσκληπιάδης. οὐ γὰρ ἓξ κοτύλας
11. τοῦ κίκεως, ὥσπερ ὁ Ἀνδρόμαχος, ἀλλὰ τρεῖς ἐμβάλλειν
12. ἀξιοῖ, κατὰ δὲ τὴν ἀριστολοχίαν οὐδὲν προδιορισαμένου τοῦ
13. Ἀνδρομάχου, προσέθηκεν αὐτὸς τὸ στρογγύλην, ὥσπερ γε
14. καὶ κατὰ τὸ κεκαυμένον ἔριον τὸ οἰσυπηρόν. τὸν μέντοι
15. σταθμὸν ἴσον ἐμβάλλει τῷ Ἀνδρομάχῳ. γράφει γοῦν οὕτως.
16. ♃ ἐρίων οἰσυπηρῶν κεκαυμένων δραχ. ιη΄. ἀριστολοχίας
17. στρογγύλης δραχ. η΄. ἃ δ’ ἐπὶ τέλει προσέθηκεν ὁ Ἀνδρόμαχος
18. οὐδὲ ὅλως ἔγραψεν ὁ Ἀσκληπιάδης, οὔτε περὶ τῆς
1. σμύρνης οὔτε περὶ τοῦ ὀποπάνακος εἰπών τι, πολὺ δὲ μᾶλλον
2. οὐδὲ περὶ τῆς θαλάσσης, ἃ σαφῶς προγράψαντος τοῦ
3. Ἀνδρομάχου, θαλάσσης εἰς ἐμβροχὴν κηροῦ δραχ. ν΄. τοῦτο γὰρ
4. οὔτε ὁ Ἀσκληπιάδης οὔτε ὁ Κρίτων προσέγραψε. τὴν μέντοι
5. ἀριστολοχίαν τὴν στρογγύλην ὁ Κρίτων ὁμοίως τῷ
6. Ἀσκληπιάδῃ βάλλει, καθάπερ καὶ τῶν οἰσυπηρῶν ἐρίων
7. τάς τε δραχ. ιη΄. ἐλαίου τε κικίνου, κατὰ λέξιν γὰρ οὕτως
8. ἔγραψε κοτύλας στ΄. ἡ δὲ ἕψησις τῆς ἐμπλάστρου παρὰ
9. μὲν Ἀσκληπιάδου γέγραπται τόνδε τὸν τρόπον. ἕψε λιθάργυρον
10. καὶ κίκινον ἕως συστραφῇ, εἶτα τὰς λεπίδας, καὶ ὅταν
11. εὔχρους γένηται, τὰ λοιπὰ ἐπίβαλλε. παρὰ δὲ τῷ Κρίτωνι
12. τόνδε τὸν τρόπον. ἕψε λιθάργυρον μετὰ κικίνου, ἕως μέλιτος
13. σχῇ τὸ πάχος. τούτου δὲ γενομένου ἐπίπασσε τὰς λεπίδας
14. καὶ σύνεψε ἐφ’ ἱκανὸν, ἕως ἀμόλυντος γένηται, ἔπειτα
15. τερμινθίνην καὶ κηρὸν, ἡνωμένοις δὲ ἀμμωνιακὸν προμαλαχθὲν
16. παρὰ πυρὶ τοῖς δακτύλοις. βαστάζων δὲ ἤδη ἀπὸ
17. τοῦ πυρὸς ἔμπασσε τῶν οἰσυπηρῶν ἐρίων τὴν κόνιν, μετέπειτα
18. ἐπὶ τέλει τὸν λίβανον, εἶθ’ οὕτως ἀναιροῦ. καὶ περὶ
1. τῆς ἐπαγγελίας δὲ τοῦ φαρμάκου ἐπιμελέστερον ὁ Κρίτων
2. ἔγραψε κατὰ λέξιν οὕτως. Αἰγυπτία τηροῦσα χωρὶς φλεγμονῆς
3. πᾶσαν διαίρεσιν καὶ πᾶν θλάσμα. εὐθετεῖ δὲ καὶ πρὸς
4. πᾶν δῆγμα τῶν θηρίων, ὠφελεῖ δὲ καὶ τὰς γιγνομένας φλεγμονὰς
5. χωρὶς ἑλκῶν. ἀγαθὴ δὲ καὶ πρὸς πόνους νεύρων καὶ
6. μυῶν τοὺς δίχα φανερᾶς αἰτίας γινομένους.

Cliquer un n° de page pour en afficher l’image