ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
ΤΩΝ ΚΑΤΑ ΓΕΝΗ ΒΙΒΛΙΟΝ Η.
1. Μαλάγματα καλοῦσιν οἱ ἰατροὶ τὰ τῶν
2. ἐσκληρυσμένων σωμάτων παρὰ φύσιν μαλακτικὰ, θερμῆς μὲν
3. ἅπαντα κράσεως ὄντα μετρίας, οὐ μὴν ξηραίνοντά γε, καθάπερ
4. οὐδὲ ὑγραίνοντα σαφῶς. μέσα γάρ πως ὄντα τά γε
5. ἀκριβῶς μαλακτικὰ τῶν ὑγραινόντων τε καὶ ξηραινόντων,
6. οἷον χύσιν τινὰ τῆς οὐσίας τῶν σκληρυνομένων ἐργάζεται.
7. καλεῖται δὲ μαλακτικὰ, κᾂν ἐφ’ ἑτέρων βραχὺ παραλλάττῃ
1. πρός τε τὸ ξηραίνειν καὶ ὑγραίνειν, ἐὰν μόνον αὐτοῖς
2. ὑπάρχῃ τὸ χεῖν τὴν ὑποκειμένην οὐσίαν, ὧν ψαύει μορίων,
3. ὃ γίνεται δηλονότι διὰ τὸ μετρίαν αὐτοῖς εἶναι θερμότητα,
4. καὶ ὅτι γε μετὰ τὸ χυθῆναι τὴν σκληρότητα τῶν διαφορητικῶν
5. ἐστι χρεία φαρμάκων εἴρηται κατά τε τὸ ε΄. τῆς περὶ
6. τῶν ἁπλῶν φαρμάκων δυνάμεως καὶ τὸ ιδ΄. τῆς θεραπευτικῆς
7. μεθόδου. ἡ μὲν οὖν ἀρίστη θεραπεία τῶν σκληρυνομένων,
8. ἃ δὴ καὶ σκιῤῥοῦται μὴ θεραπευθέντα διὰ τῆς κατὰ
9. μέθοδον ἰατρικῆς, γίνεται τοῦ θεραπεύοντος θεωροῦντος
10. ἐπὶ πόσον ἡ τοῦ θεραπευομένου σώματος οὐσία προήκει
11. φύσεως παρὰ τὴν σύμμετρον ὑγρότητα καὶ ξηρότητα, καθάπερ
12. γε καὶ τὴν τοῦ πάθους αὐτοῦ σύστασιν, εἰς ὅσον
13. ηὔξηται, καὶ πρὸς τούτοις ἐν αὐτοῖς τοῖς μαλάττουσι φαρμάκοις
14. τὸ μᾶλλόν τε καὶ ἧττον, εἰς ταῦτα γὰρ ἀποβλέποντί
15. σοι στοχαστικὴ μὲν, ἀλλὰ μετὰ τέχνης ἡ πρώτη χρῆσις τοῦ
16. μαλακτικοῦ ἔσται φαρμάκου. μετὰ δὲ μίαν ἢ β΄. ἡμέρας
17. εἴτ’ ἐπιτεῖναι προσῆκεν εἴτ’ ἐκλῦσαι τὴν δύναμιν τοῦ
18. φαρμάκου νοήσεις, ὡς ἐπί τε τῶν ἔμπροσθεν εἴρηται καὶ
1. κατὰ τὴν θεραπευτικὴν μέθοδον. οἱ μὲν οὖν ἰατροὶ συνέθεσαν
2. φάρμακα μαλακτικὰ καὶ διαφορητικὰ ὡς πρὸς ἀμφοτέρους
3. ἀποβλεπόντει τοὺς σκοποὺς, τόν τε τῆς χύσεως τοῦ
4. ἐσκληρυσμένου καὶ σκιῤῥουμένου μορίου, τόν τε τῆς διαφορήσεως,
5. οὐκ ἐναλλὰξ ἑκατέρῳ χρώμενοι, καθάπερ ἐμὲ πράττοντα
6. βλέπετε πολλάκις, ἀλλ’ ἀεὶ τὰ δύο διὰ τοῦ συνθέτου
7. φαρμάκου ποιοῦντα. εὔδηλον δ’ ὅτι κατὰ τὴν μίξιν ἤτοι
8. τὰ μαλάττοντα πλέονά ἐστιν ἢ τὰ διαφοροῦντα, καὶ τό γε
9. μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς οὐκ ὀλίγον. εὔδηλον δὲ ὅτι
10. πολλάκις ἴσα ταῖς δυνάμεσι μίγνυνται, καὶ χρὴ καθάπερ ἐπὶ
11. τῶν ἄλλων φαρμάκων, οὕτως κᾀπὶ τούτων παρασκευάσασθαι
12. τῷ βουλομένῳ καλῶς ἰατρεύειν πλείω φάρμακα τῶν
13. ὁμογενῶν, ἢ πάντως γε δύο μίγνυσθαι, τό τε ἰσχυρότατον
14. ἐν τῷ γένει καὶ τὸ μετριώτατον, ἵνα ἐκ τῆς διαφόρου μίξεως
15. αὐτῶν ἐπικαίρου γενομένης ἐργάζηται τὰ μεταξὺ τῶν
16. ἄκρων πάμπολλα φάρμακα. οὐ γὰρ τὴν αὐτὴν ἔχει δύναμιν
17. τὸ στέαρ βδελλίῳ τε καὶ στύρακι καὶ ἀμμωνιακῷ θυμιάματι,
18. καθάπερ οὐδὲ αὐτῶν τῶν στεάτων τὸ χήνειόν τε
1. καὶ ὀρνίθειον ἢ παρδάλειον ἢ λεόντειον ἡ ὑαίνης ἤ τινος
2. ἄλλου ζώου. κατὰ γὰρ τὴν κρᾶσιν τοῦ ζώου καὶ τὸ στέαρ
3. ἐστι, τῶν μὲν θερμοτέρων θερμαντικώτερον, τῶν δὲ ξηροτέρων
4. ξηραντικώτερον, καὶ γινώσκουσί γε οἱ πολλοὶ τῶν ἰατρῶν
5. ἰσχυρότατον μὲν εἶναι κατ’ ἄμφω, λέγω δὴ τὸ θερμαίνειν
6. τε καὶ διαφορεῖν, τὸ τοῦ λέοντος στέαρ. ἐγγὺς δὲ
7. αὐτῷ τὸ τῶν παρδάλεων, ὡς ὀλίγον ἔχειν τὸ μαλακτικόν.
8. ἥττονα δὲ ἐν τῷ θερμαίνειν τε καὶ διαφορεῖν ἔχει τὸ χήνειον
9. τὴν δύναμιν, ἔχει δέ τι πλέον ἐν τῷ μαλάττειν. ἀνάλογον
10. δὲ ἀφέστηκε τοῦδε καὶ τὸ τῶν ἀλεκτορίδων. τούτοις
11. μὲν οὖν ἅπασι καὶ τὸ λεπτομέρεστερον εἶναι τῶν ἐν τοῖς
12. τετράποσι ζώοις ὑπάρχει. διαφορὰ δὲ πάλιν ἐν ἐκείνοις ἐστὶ
13. παμπόλλη, τοῦ μὲν ὑείου μαλακωτάτου τε καὶ ὑγροτάτου
14. καὶ διὰ τοῦτο ἀσθενεστάτου τῶν ἄλλων ὄντος, ὡς ἁρμόττειν
15. ἐπὶ σωμάτων μὲν ἁπαλῶν, οἷα τὰ τῶν γυναικῶν ἐστι
16. καὶ παίδων καὶ εὐνούχων καὶ τῶν ἁβροδιαίτων ἀνδρῶν ἐν
17. σκιατροφίᾳ καὶ ἀγυμνασίᾳ καὶ λουτροῖς πλείοσι ποτίμων
18. ὑδάτων ἐκτεθηλυσμένα. τὸ δὲ τῶν αἰγῶν τε καὶ βοῶν, εἰς
19. ὅσον ἰσχυρότερον τοῦ τῶν ὑῶν ἐστιν, εἰς τοσοῦτον σώμασί
1. τε καὶ φύσει σκληροτέροις καὶ τοῖς σκιῤῥωδεστέροις τῶν
2. σκληροτέρων ἁρμόττει. τὸ δὲ τῶν ταύρων καὶ τράγων ἐπὶ
3. τῶν ἰσχυροτέρων σωμάτων τε καὶ παθῶν. ἡ δὲ αὐτὴ καὶ
4. τοῖς ἄλλοις ὑπάρχει πρὸς ἄλληλα διαφορὰ κατὰ τὸ μᾶλλόν
5. τε καὶ ἧττον. ἄρξομαι δὲ ἀπὸ τῶν ἀσθενεστέρων, πρότερον
6. ὑπὲρ τοῦ κατὰ τὴν σκληρότητα καὶ σκίῤῥωσιν πάθους
7. προειπών. κοινοῦ γὰρ συμβεβηκότος τοῖς φλεγμαίνουσι καὶ
8. τοῖς σκληρυνομένοις τοῦ κατὰ τὴν ἐπέρεισιν τῶν δακτύλων
9. ἀντιβατικοῦ, διορίζεται τὰ πάθη τῷ τ’ ἐπωδύνῳ καὶ τῷ
10. ἀνωδύνῳ, τοῦτο γὰρ οὐκέτι κοινὸν ἀμφοῖν. ὥσπερ δὲ ἐν
11. τοῖς ἄλλοις ἅπασιν ὅσα μεταπίπτειν εἰς ἄλληλα πέφυκεν,
12. ἔνεστι μεθόριον ἀμφοτέρων ἠρέμα μέτοχον, οὕτως καὶ τῶν
13. φλεγμονωδῶν ὄγκων πρὸς τοὺς ἄνευ φλεγμονῆς σκίῤῥους,
14. οἷοί περ οἱ τῶν ἐσκληρυσμένων εἰσὶν, ὑπάρχει τις ἐν τῷ
15. μεταξὺ διάθεσις, ἀνώδυνος μὲν, εἰ μὴ τοὺς δακτύλους ἐπερείδοις,
16. ὀδυνωμένη δὲ τοῦτο πραττόντων, ἣν σαφοῦς τε καὶ
17. συντόμου διδασκαλίας ἕνεκα ἤτοι φλεγμονὴν σκιῤῥώδη λεκτέον
18. ἢ σκίῤῥον φλεγμονώδη, μὴ προσέχοντας ἐνταῦθα τῷ
1. κατὰ τὸν ὄγκον μεγέθει. τῆς γὰρ ἰδέας τῶν παθῶν ἐστιν,
2. οὐ τοῦ καθ’ ἕτερον αὐτῶν ποσοῦ φλεγμονὴ καὶ σκιῤῥος
3. ὀνόματα, μεγάλης μὲν φλεγμονῆς γενομένης ἢ διὰ τὸ
4. τοῦ φλεγμαίνοντος μορίου μέγεθος ἢ διὰ τὴν τοῦ παρὰ
5. φύσιν ὄγκου, μικρᾶς δὲ τῆς ἤτοι μικρὸν τόπον κατειληφυίας
6. ἢ βραχὺν ὄγκον ἐχούσης. εἰρήσεται δὲ νῦν ἐμοὶ μικρᾶς φλεγμονῆς
7. καὶ μικροῦ σκίῤῥου θεραπεία, καθάπερ καὶ μεγάλης
8. τε καὶ μεγάλου, κατὰ τὰς τῶν παθῶν ἰδέας. νοηθήσεται
9. γὰρ ἐκ τούτων καὶ τῶν ἑτέρων λεγομένων μεγάλων τε καὶ
10. μικρῶν ἡ θεραπεία. φλεγμονῆς μὲν οὖν μεγάλης διὰ καταπλασμάτων
11. ἴασις γίνεται καί τινων ὑγρῶν φαρμάκων. τῆς
12. δὲ μικρᾶς, ὅταν σκιῤῥώδει σκληρότητι μιχθῇ, καὶ διὰ καταπλασμάτων
13. μὲν ἔστιν ὅτε, καὶ διὰ φαρμάκων δὲ κηρωτοειδῶν
14. τε καὶ ὑγρῶν, ἔτι τε τῶν μαλακτικῶν ἐμπλάστρων. διὰ
15. τοιούτων δὲ καὶ τῆς μικρᾶς σκληρότητος ἡ ἴασις γίνεται,
16. ἀλλ’ ἐπὶ ταύτης μὲν ἁπλοῦς ὁ σκοπὸς, ὥσπερ καὶ τῆς φλεγμονῆς
17. συνισταμένης. ἐπὶ δὲ τῆς ἐχούσης φλεγμονώδους τι
18. σκληρότητος σύνθετος καὶ ὁ σκοπὸς γίγνεται.