Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 7.10, ed. Kühn, 1827, vol. 13, p. 996-1005. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:7.10

15. Εἰπόντες οὖν ἔμπροσθε πῶς τὰ τραύματα
16. Δίχα φλεγμονῆς μένοντα κολληθήσεται,
17. Ἑξῆς ἐροῦμεν πῶς τὰ φλεγμαίνοντ’ ἄγαν
1. Δυνατὸν θεραπεύειν φαρμάκοις ἔσται καλῶς.
2. Ὅταν μυὸς τρωθέντος ἢ νεύρων τινῶν
3. Ἤ καὶ νυγέντος ὑμένος ἐγγὺς ὀστέου,
4. Μετὰ τὴν τετάρτην ἡμέραν πυκνοὶ πόνοι
5. Καὶ φλεγμοναὶ, πυρετοί τε μετὰ συμπτωμάτων;
6. Πολλῆς ἀγρυπνίας, παρακοπῆς, δίψους σφοδροῦ,
7. Ξηρότητος γλώττης γένηται πρόσθεσις,
8. Καθ’ ἡμέραν ῥέποντα πρὸς τὰ χείρονα.
9. Ἰχὼρ τρυγώδης, λεπτὸς, ἐρυθρὰ τραύματα.
10. Τά τ’ ἐγγὺς αὐτῶν πάντ’ ἔχοντα σώματα
11. Ὀργὰς, διατάσεις, φλεγμονὰς, οἰδήματα,
12. Τότε μὴ κατάπλασσε ποικίλοις καταπλάσμασιν.
13. Ἔθος γάρ ἐστι τοῦτο ποιεῖν τοῖς νέοις,
14. Ἱν ἐκφυγόντες τὰς ἀκμὰς τῶν φλεγμονῶν
15. Τοῖς συκοφάνταις μὴ παρέχωσιν αἰτίαν.
16. Δεῖ δὲ τὸν ἔχοντα τῆς ἰδίας πίστιν τριβῆς
17. Καὶ συγκαταβαίνειν τοῖς νοσοῦσ’ εἰς τοὺς φόβους,
18. Μὴ περιμένοντα τὴν τύχην καὶ τὴν φύσιν.
1. Σκεύαζε τοίνυν πρὸς ἃ προείρηται πάθη
2. Καὶ τοῖς ποδαγρικοῖς ἁρμόζον τὸ φάρμακον,
3. Ἐν παντὶ καιρῷ τοῖς νοσοῦσ’ ἐπικείμενον,
4. Τοῖς γὰρ διαλείμμασιν μὲν εὐκινησίαν
5. Παρέχον ἑτοίμην. καὶ τὸ μὴ πώροις ταχὺ
6. Πυκναῖς τ’ ἐπιβολαῖς παρενοχλεῖσθαι ῥᾳδίως.
7. Ἐν ταῖς καταρχαῖς δ’ οὐκ ἐῶν μεγέθη λαβεῖν,
8. Ἐν ἀκμαῖς δὲ τὰς παρακμὰς ποιοῦν ταχὺ,
9. Ἄν μὴ μεταβαίνῃ ῥᾳδίως τις ἐφ’ ἕτερα.
10. Τὸ δὲ φάρμακον σκεύαζε τοῦτον τὸν τρόπον,
11. Λιθαργύρου μὲν λειοτάτου, χρυσίτιδος
12. Λίτρας β΄. βαλὼν, τέσσαρας δ’ ἀξυγγίου
13. Ἄγαν παλαιοῦ, μίαν δὲ καὶ μιᾶς λίτρας
14. Τρίτον ἐλαίου πολυετοῦς καὶ παχυτάτου
15. Καὶ μὴ δυσώδους, μὴ μέλανος, μὴ τραχέος,
16. Οὕτω γὰρ ἔσται δραστικὸν τὸ φάρμακον.
17. Τήξας δ’ ἐπιμελῶς ἐν λοπάδι τἀξούγγιον,
18. Ἔπαιρ’ ἀπ’ αὐτοῦ τοὺς ὑμένας καὶ τοὺς ἅλας,
1. Ἠθμῷ διηθῶν εἰς ἑτέραν μείζω χύτραν,
2. Καὶ προσβαλὼν ἔλαιον ἀνάζεσον πάλιν,
3. Μὴ πᾶν δ’ ἔλαιον, ἀλλὰ τὰ δύ’ αὐτοῦ μέρη,
4. Τὸ τρίτον δ’ ὑπολιπὼν, ἔχ’ ἐν ἑτοίμῳ κείμενον,
5. Ἄν ἐπειχθῇς προσβάλλειν, ἵν’ ᾖ σοι παρόν.
6. Ἔσται δὲ χρεία πάντως ἐν χειμῶνί γε,
7. Ὅταν ᾖ γεγονὸς τῷ μακρῷ χρόνῳ παχὺ
8. Τὸ βαλλόμενον ἔλαιον εἰς τὸ φάρμακον,
9. Λιθάργυρόν τε τῶν ζεόντων κατάπασσε,
10. Ἕψε ἐπὶ μαλακῷ καὶ διηνεκεῖ πυρὶ,
11. Κινῶν σπάθῃ, βέλτιον ἂν ᾖ τῇ πευκίνῃ.
12. Ὅταν δὲ ἐπὶ χρόνον μέτριον ἑψούμενον
13. Τὸ φάρμακον λάβῃ μὲν ἐμπλάστρου πάχος,
14. Λάβῃ δ’ ὁμοίως δυσωδίαν φαρμάκου,
15. Ἔπαιρε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
16. Ποιῶν μὲν βραχὺ σκληροτέραν ἐν τῷ θέρει,
17. Μαλακὴν δὲ τῷ χειμῶν’, ἀμόλυντον δ’ ὅμως,
18. Κίνει δ’ ὁμοίως ἕως μετρίως ὑποψυγῇ,
1. Εἶτα πάλιν χερσὶ σκληροτέραις πρόσπασσε πᾶν
2. Μαλαχθὲν, οὕτως μεταφέρειν ἐκ τῆς χύτρας.
3. Ὅταν δ’ ᾖ χρεία, πάλιν μαλάττειν εὐτόνως,
4. Μαλακῷ τ’ ἐπιμελῶς ἐμπλάσαντας δέρματι,
5. Οὕτως ἐπιβάλλειν εὐμεγέθη τὰ σπλήνια.
6. Ταύτην δὲ τὴν ἔμπλαστρον εἰ βούλει ποτὲ
7. Μᾶλλον ποιεῖν πρὸς νεῦρα παχέα καὶ μύας
8. Σκληρούς τε μασθοὺς, ἄρθρα τ’ ἐξῳδηκότα,
9. Μαλάχης ἀγρίας τῶν ῥιζῶν λίτραν βαλὼν
10. Καθαρῶν τε, προσφάτων τε καὶ συντεμὼν
11. Εἰς δακτυλιδίους, τῷ τε μήκει καὶ πάχει
12. Τόμους ἐπίβαλλε τοῖς ζέουσ’ ἐν τῇ χύτρᾳ.
13. Ὅταν δὲ πᾶσαν ἀνθρακωθέντ’ ἀποβάλῃ
14. Τὴν ἰκμάδα καὶ τὴν δύναμιν τὸ φάρμακον,
15. Ἔπαρον ἠθμῷ τῆς μαλάχης τὰ ῥίζια,
16. Λείαν δ’ ἐπιπάσας τὴν λιθάργυρον, τότε
17. Ἕψησον, ὡς προεῖπον πρόσθεν, καὶ πάλιν
18. Ἀπόθου θ’ ὁμοίως καὶ τὸν αὐτὸν χρῶ τρόπον.
1. Τοῦτο δὲ ἑκατέρας φησὶ τὰς ἀρετὰς ἔχειν
2. Ὁ πρῶτος εὑρὼν Μενεκράτης τὸ φάρμακον,
3. Ἀνὴρ κράτιστος, ἑκτικὸς πρὸς τὴν τέχνην.
4. Καὶ γὰρ φυλάττει τὰ νεότρωτα τραύματα
5. Δίχα φλεγμονῆς, κολλᾷν τε τὰ διῃρημένα
6. Ἔπεισεν ἡμᾶς καὶ τὰ φλεγμαίνοντ’ ἄγαν
7. Ἕλκη θεραπεύειν, τούς τε τρωθέντας μύας,
8. Δίχα τινὸς ἄλλου τῶν βοηθεῖν δυναμένων
9. Καταπλασμάτων, σπόγγων τε καὶ τῶν ἐμβροχῶν.
10. Ποιεῖ δὲ πάνθ’ ὅσ’ ἔμπροσθεν εἶπον ποιεῖν
11. Τὴν διὰ λιθαργύρου τε καὶ ἀξουγγίου.
12. Εἶναι δ’ ἄριστον πεσσὸν ἐν κεχρονισμέναις,
13. Ἐν προσφάτοις τε φλεγμοναῖς τῆς ὑστέρας,
14. Ἕλκη τε πληροῦν κοῖλα, ῥοδίνῳ μύρῳ
15. Διεθεῖσα ἢ καλῷ γε μυρσίνῳ ἀπουλοῦν.
16. Καθόλου τε πᾶν κατάπλασμα καὶ φάρμακον
17. Ἔξωθεν ἐπ’ αὐτῶν φήσ’ ἐπιῤῥιπτούμενον,
18. Περισσὸν εἶναι τοῖς τε ταύτῃ χρωμένοις.
1. Ἔστι δ’ ἀναγραφῆς ἄξιον τὸ φάρμακον.
2. Ἤδη δὲ πιστόν ἐστι καὶ τοῖς βασκάνοις,
3. Λέγει δὲ ποιεῖν αὐτὸ τοῦτον τὸν τρόπον.
4. Ἑπτὰ μὲν ἐλαίου τοῦ θέρους λίτρας σταθμῷ.
5. Ἐν ἄλλῳ εὗρον ἥμισυ τοῦ ἐλαίου
6. Τοῦ λιπαροῦ καὶ προσφάτου ἀξουγγίου.
7. Ἐννέα δὲ τοῦ χειμῶνος, ὥς φησιν, βάλεις,
8. Ἓξ δὲ μόνον λειοτάτης λιθαργύρου.
9. Ξέστου δ’ ἔφασκε τήλεως μέρος ἥμισυ.
10. Ταὐτὸν λινοσπέρμου τε τοῦ κεκαυμένου.
11. Μαλάχης τ’ ἀγρίας ἔλεγε γ΄. λίτρας σταθμῷ,
12. Ῥίζης ἐχούσης χυλὸν ἔτι τὸν πρόσφατον,
13. Ἕψειν δι’ ὕδατος μὲν ξέστας η΄. μέτρῳ,
14. Εἰς λοπάδα καινὴν κεραμίαν πλατύστομον,
15. Ῥίζης βάλλοντα τῆς μαλάχης κεκαθαρμένης,
16. Τετμημένης, λεπτῆς τε καὶ τεθλασμένης,
17. Τῆλιν πεπλυμένην, τό τε λινόσπερμον καλῶς.
18. Ὅταν δὲ χυλωθῇ τε καὶ πάχος λάβῃ,
1. Δι’ ὀθονίου τὸν χυλὸν ἀποθλίψας ἔχε,
2. Στήσας δὲ τὰς δ΄. λίτρας σταθμῷ
3. Μιγνὺς τ’ ἔλαιον, πᾶν ἕψει ἐπ’ ἀνθράκων.
4. Ὅταν δὲ λεπταὶ πομφόλυγες ἐκ μειζόνων
5. Πυκναί τ’ ἐπαναστῶσι τοῖς ἐν τῇ χύτρᾳ
6. Πρόσπασσε λείαν τὴν λιθάργυρον, τότε
7. Ἕψε τε μαλακῷ καὶ διηνεκεῖ πυρὶ,
8. Ἕως ὅ τε χυλὸς τῷ λίπει συνεκφρυγεὶς,
9. Τὸ φάρμακον ἔμπλαστρος ἔσται μηλίνη,
10. Εὔχρους, ἀμόλυντος, ἀλλὰ μὴ σκληρὰ πάνυ.
11. Ταύτην ἐφευρὼν τοῖς παλαιοῖς φαρμάκοις,
12. Ἔλεγε διὰ χυλῶν εὐλόγως τὸ φάρμακον.

13. Ἄλλο.

14. Καὶ τοῦτο δέ ἐστιν ὁμογενὲς τὸ φάρμακον,
15. Εἰ καὶ δι’ ἑτέρων μιγμάτων σκευάζεται.
16. Ποιεῖ γὰρ ἀμέλει πρὸς ἃ προεῖπον, πάνθ’ ἁπλῶς
17. Τά τ’ ὠμὰ καὶ δύσπεπτα καὶ δυσμετάβολα,
1. Τὰ κατὰ μυῶν ὑμένων τε μεγάλα τραύματα.
2. Λύει γὰρ αὐτῶν τὰς ὠτειλὰς ῥᾳδίως
3. Ἀρθριτικοῖς τε πᾶσ’ ἐπιῤῥιπτούμενον,
4. Παρηγορήσει τοὺς κεχρονισμένους τόπους.
5. Ἔχει δὲ πίσσης ξηροτάτης λίτρας β΄.
6. Καθαροῦ τε κηροῦ Ποντικοῦ λίτρας β΄.
7. Πάλιν τερμινθίνης τε καὶ τῆς καθύγρου
8. Λίτρας β΄. μάννης λιβάνου τ’ ἀδόλου λίτραν
9. Ἥμισυ δὲ λίτρας ἤ τι βραχυῤῥεπέστερον
10. Λευκοῦ, λιπαροῦ μάλιστα, βουτύρου νέου.
11. Τὰ μὲν ἄλλ’ ἐπὶ πολὺ τῆκε καὶ λάβρῳ πυρὶ
12. Συνεχῶς, ἐπιβλέπων ἢν ἀμόλυντον τυγχάνῃ
13. Τὸ φάρμακον τριβόμενον ὑπὸ τῶν δακτύλων.
14. Οὗ περ γινομένου, βαστάσας ἀπὸ τοῦ πυρὸς,
15. Τοῖς τηκομένοις τὴν μάνναν οὕτω κατάπασον,
16. Κινῶν ἐπὶ πολὺ τῇ σπάθῃ τὸ φάρμακον.
17. Οὕτω ψυγέν τε καὶ μαλαχθὲν, ἀποτίθου
1. Ῥόδινόν τε ταύτῃ τῇ δυνάμει τὸ πρόσφατον
2. Πολὺ καταμίξας, χρήσῃ καὶ πρὸς κοῖλ’ ἄγαν
3. Ἄσαρκά θ’ ἕλκη καὶ τενόντων φλεγμονὰς
4. Δυσμεταβόλως τ’ ἔχοντα πρὸς λευκὸν πύον.
Cliquer un n° de page pour en afficher l’image