5. Τὴν τῶν ἀκόπων φαρμάκων
6. ἐπαγγελίαν ἐνδείκνυται καὶ αὐτὸ τοὔνομα αὐτῶν. κόπους
7. δ’ ὀνομάζουσιν οἱ ἄνθρωποι τὰς ἐκ τῶν πολλῶν ἢ σφοδρῶν
8. κινήσεων γιγνομένας διαθέσεις τοῖς σώμασιν, ἤτοι γ’ ὅλοις ἢ
9. κατὰ τὰ μᾶλλον πονήσαντα μόρια. λυπηραὶ δ’ εἰσὶν αἱ διαθέσεις
10. αὗται, μάλιστα μὲν τοῖς κινουμένοις, ἤδη δὲ καὶ τοῖς
11. ἡσυχάζουσιν, ὅσαι σφοδρότεραι. ὕστερον δὲ καὶ τοῖς ἰατροῖς
12. εἰθίσθη, κᾂν μὴν πρὸς κόπους ᾖ τὸ φάρμακον ὑπ’ αὐτῶν
13. συγκείμενον, ἀλλ’ ἤτοι πρὸς ὀδύνην χρονίζουσαν ἐν τῷ βάθει
14. τοῦ σώματος ἢ δυσκινησίαν ἢ δυσαισθησίαν ἢ
15. σκληρότητα μορίου ἢ τάσιν ἢ ὄγκον σκιῤῥώδη καλεῖν ὁμοίως,
16. ἄκοπα καὶ τὰ τοιαῦτα πάντα, μόνον ἐὰν ἔχῃ τὴν καθ’ ὑγρότητα
17. σύστασιν ὁμοίαν τοῖς ἀκόποις, ἥτις ἐστὶ παραπλησία
1. ταῖς ὑγραῖς κηρωταῖς, ὁποίαις κᾀπὶ τῶν ἐξαρθρημάτων τε
2. καὶ καταγμάτων χρώμεθα. τῆς γὰρ τοιαύτης συστάσεως ὑγρότατον
3. μέν ἐστι τὸ καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν
4. κηρέλαιον. ἐφεξῆς δ’ αὐτοῦ τὰ ἄκοπα χρίσματα καὶ μετὰ
5. ταῦτα παχυτέραν ἔχουσα σύστασιν ἡ τῶν ὑγρῶν κηρωτὴ, εἶθ’
6. ἡ τῶν ἁπαλῶν τε καὶ μαλακῶν ὀνομαζομένων. ὑστάτη δὲ ἡ
7. τῶν ἀμολύντων, ὁμοία τῇ τῶν καλουμένων ἰδίως ἐπιθεμάτων·
8. οἷς ἐφεξῆς ἐστιν ἡ τῶν ἐμπλάστρων σύστασις, ἐχουσῶν
9. καὶ τούτων αὐτῶν, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον οὐ μικρὰν
10. διαφορὰν, ὥστ’ ἔνιοι τῶν ἰατρῶν, κηρωτομαλάγματά
11. τινα προσηγόρευσαν, ἀπὸ τῆς συστάσεως μόνης οὕτως ὀνομάσαντες,
12. ὅσα τῶν ἐπιτιθεμένων φαρμάκων οὐκέτι μέν ἐστιν
13. ὑγρὰ, σκληρὰ δὲ εἰς τοσοῦτον οὐδέπω, καθάπερ αἱ ἔμπλαστροι.
14. οὐσῶν οὖν ἁπασῶν τῶν εἰρημένων διαφορῶν δηλωτικῶν
15. οὐ τῆς δυνάμεως τῶν φαρμάκων, ἀλλὰ τῆς κατὰ τὴν
16. σύστασιν ἰδέας· τῶν ἀκόπων προσηγορία, πάλαι μὲν ἐσήμανε
17. τὴν δύναμιν τῶν φαρμάκων, ὕστερον δὲ τὴν σύστασιν.
18. καὶ διὰ τοῦτο ἠναγκάσθησαν ἅμα διορισμοῖς ὀνομάζειν αὐτὰ,
1. τουτὶ μὲν ἄκοπον, χαλαστικὸν, τουτὶ δὲ μαλακτικὸν ἢ θερμαντικὸν
2. ἢ ἀνώδυνον ἢ μετασυγκριτικὸν προσαγορεύσαντες,
3. ὥσπερ γε καὶ πρὸς τόδε τι πάθος ἁρμόττειν, οἷον ἰσχιάδα,
4. παράλυσιν, πλευρῶν ὀδύνην ἢ κοινῇ πρὸς ἁπάσας ὀδύνας.
5. αὐτοφυὲς μὲν οὖν ἐστι φάρμακον ἁπλοῦν, ἀρωγὸν ἅπασι
6. κόποις τὸ ἔλαιον, ὃ καὶ χωρὶς προσθήκης ὀνομάζομεν, ἐπειδὴ
7. καὶ μόνον ἦν τοῖς παλαιοῖς χρόνοις, ὕστερον δὲ τό τε κίκινον
8. ἔλαιον αὐτῷ προσετέθη παρά γε ὑμῖν. ἐν Αἰγύπτῳ
9. γὰρ καὶ τοῦτο παλαιὸν ἦν καὶ μετὰ τὸ κίκινον αὖθις ἄλλα,
10. τό τε ῥαφάνινον καὶ τὸ σινάπινον καὶ τὸ σησάμινον, ἕτερά
11. τε τοιαῦτα, καθάπερ καὶ παρ’ ἡμῖν κρίνινόν τε καὶ μαστίχινον
12. καὶ σχίνινον, ὅσα τε τούτων ποικιλώτερα μέχρι καὶ
13. τῶν μύρων. εὔδηλον οὖν ὅτι τὰ παρὰ τοῖς παλαιοῖς ἄκοπα
14. καλούμενα φάρμακα, πάνθ’ ὑγρὰ ταῖς συστάσεσιν ἀναγκαῖον
15. εἶναι, τοὺς μὲν ἐπιπολῆς κόπους ἐλαίου μόνου θεραπεύοντος,
16. τοὺς δὲ καὶ διὰ βάθους καὶ σφοδροτέρους, μετά τινος
17. τῶν ἐμβαλλομένων αὐτῷ χαλαστικῶν φαρμάκων, θερμαίνειν
18. συμμέτρως πεφυκότων, ὥσπερ ἡ χαλβάνη τε καὶ ἡ ῥητίνη
1. τερμινθίνη καὶ πρὸς αὐτῇ κολοφωνία τέ τις ὀνομαζομένη
2. καὶ φρυκτή. θερμότεραι δὲ τούτων ἐλατίνη τέ ἐστι καὶ
3. στροβιλίνη, βραχὺ δὲ τῆς τερμινθίνης ἡ λάριξ ὑπάρχει θερμοτέρα.
4. μίγνυται δὲ τὰ τοιαῦτα πάντα χαλαστικοῖς ἐλαίοις,
5. ὁποῖόν ἐστι τὸ Σαβῖνον, ἐπεμβαλλομένου ποτὲ καὶ κηροῦ.
6. χρίσμα δὲ ἄκοπόν ἐστιν ἐπὶ τῶν ἤδη διὰ βάθους ἀλγούντων
7. καὶ τὸ διὰ τοῦ σπέρματος τῆς ἐλάτης, χαμαιμήλου τε
8. καὶ ἀνήθου καὶ ἄνθους αἰγείρου περὶ ὧν ἐφεξῆς
9. ἐροῦμεν ὅπως σκευάζεται. καὶ τὸ σούσινον δὲ καὶ τὸ γλεύκινον
10. καὶ τὸ κομμαγηνὸν ἐκ τῶν ἀκόπων χρισμάτων ἐστὶν,
11. ὅσα τε διὰ πιμελῆς καὶ στέατος συντίθεται μετριώτατα μὲν
12. χαλῶντος τοῦ ὑείου, μᾶλλον δὲ τούτων τὸ ἀλεκτορίδων καὶ
13. τούτου μᾶλλον ἔτι τὸ χήνειον. ἰσχυρότερον δὲ στέαρ ἐστὶν
14. ὡς θερμαίνειν σφοδρότερον ἤδη καὶ διὰ τοῦτο καὶ διαφορεῖν
15. ἱκανῶς τὸ λεόντειόν τε καὶ παρδάλειον. ἐν δὲ τῷ μέσῳ
16. τούτων ἐστὶ καὶ βοείου τε καὶ αἰγείου τὸ τῶν ἀλωπέκων
17. τε καὶ τῆς ὑαίνης. ταῦτα μὲν οὖν ἅπαντα κατὰ γένος ἐστὶ
18. τῶν κυρίως ὀνομαζομένων ἀκόπων, ἀλλήλων διαφέροντα τῷ
19. μᾶλλόν τε καὶ ἧττον θερμαίνειν, ὥστ’ ἔνια καὶ τὸ γένος
1. ὅλον ἐκπεπτωκέναι δόξει τῶν ἀκόπων χρισμάτων, ἐπὶ τῶν
2. μαλακῶν σωμάτων ἐξεταζόμενα, καίτοι τοῖς σκληροτέροις,
3. ὁποῖα τὰ τῶν ἀγροίκων ἐστιν, ὠφελιμώτατα φαινόμενα.
4. λέλεκται γὰρ καὶ πολλάκις, ὡς τὰ σκληρὰ σώματα τῶν ἰσχυροτέρων
5. ἀνέχεται φαρμάκων. ὅσα δὲ μαλακὰ καὶ ὑγρὰ, καθάπερ
6. τὰ τῶν παίδων καὶ γυναικῶν καὶ εὐνούχων, οὐ φέρει
7. τὴν τῶν τοιούτων φαρμάκων δύναμιν. εὔδηλον δ’ ὅτι
8. καὶ τὰ μυράκοπα καλούμενα τῶν ἀκόπων μιγνυμένων τοῖς
9. μύροις γίγνεται, μηδέν τι βελτίω τῶν ἄλλων ὄντα, πλὴν
10. κατὰ τὴν εὐωδίαν. ὥσπερ οὖν εἴωθα τοῖς πρεσβυτέροις διὰ
11. μακρᾶς πείρας βεβασανισμένα γράφειν, οὕτω καὶ νῦν πράξω
12. τὴν ἀρχὴν ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων
13. ποιησάμενος.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 7.11, ed. Kühn, 1827, vol. 13, p. 1005-1009. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:7.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩