Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 7.16, ed. Kühn, 1827, vol. 13, p. 1047-1058. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:7.16

 

8. Ὄντος δὲ πολλοῦ τοῖς φιλιάτροις λόγου
9. Ἀκόπων ἁπάντων χρήσεως καὶ μυρακόπων,
10. Φράσω τίν’ ἐστὶ ταῦτα καὶ πῶς ὠφελεῖ,
11. Πῶς τε καθ’ ἓν αὐτῶν σκευάσαι δεῖ φάρμακον.
12. Ποιεῖ μὲν οὖν ἅπαντα πρὸς νεύρων πόνους,
13. Σαρκός τε πάσης καὶ μυῶν, ὅσους κόπος
14. Καθεῖξεν ἢ ψῦξις ἢ δίχ’ αἰτίας
15. Φανερᾶς ἐγένετο. τοῖς δ’ ὅμοι’ ἀλγήματα
16. Καὶ δυσπαθείας δεῖ φέρειν ταῦτα πολλάκις,
1. Τοῖς εὐαλώτοις ψύξεσίν τε καὶ κόποις,
2. Ἄν χρησάμενός τις πρότερον, οὕτως ἐξίῃ
3. Ἐπὶ τὰς δι’ ἀνάγκην τοῦ βίου λειτουργίας,
4. Σαρκοῖ τ’ ἀτροφοῦντά τινα μέρη τοῦ σώματος
5. Ἄν τις ἀναχρίῃ μετὰ τροφὴν τὰ πεπονθότα,
6. Καὶ δυσαναλήπτοις ἁρμόσει, γέρουσί τε
7. Χειμῶνος αὐτοῖς χρωμένοις εἰς ἑσπέραν.
8. Ὅσα δὲ ποιεῖ τῶν ἀκόπων, δι’ ἑτέρων
9. Ἐροῦμεν, ὑποτάξαντες αὐτῶν ταῖς γραφαῖς
10. Ἢ καὶ προθέντες τῆς γραφῆς τὸ χρήσιμον.
11. Νυνὶ δὲ φήσω πῶς τὸ πρῶτον δεῖ ποιεῖν.
12. Ἀμμωνιακοῦ μὲν γὰρ γο ι΄.
13. Εἴτ’ οὐγγίας ἐθέλει τις εἴτ’ ἄλλον σταθμὸν,
14. Τὸ δ’ αὐτὸ λιβάνου, χαλβάνης δὲ δ΄.
15. Ἐλαφείου μυελοῦ δ΄. καὶ δ΄.
16. Τῆς Ἀττικῆς πέμπουσι ταὐτὸν οἰσύπου,
17. Τερμινθίνης τε τῆς διαυγοῦς δ΄.
18. Μέλιτος καλοῦ τε προσφάτου πάλιν ι΄.
1. Ἴσον τε τούτῳ Ποντικοῦ κηροῦ σταθμὸν,
2. Στέατός τε χηνὸς προσφάτου μαλακοῦ ι΄.
3. Οἴνου Φαλερίνου ε΄. κοτύλας ἢ βραχὺ
4. Ἐλάττονας ἢ καὶ βραχὺ δαψιλεστέρας,
5. Παλαιοῦ τ’ ἐλαίου τοῦ καλοῦ δὶς κ΄.
6. Πειρῶ δὲ τοῦτο μὴ δυσῶδες προσβαλεῖν,
7. Οὕτως γὰρ ἔσται προσφιλὲς τοῖς χρωμένοις.
8. Σκεύαζε δ’ οὕτως. ἐν θυείᾳ μείζονι
9. Λίβανον καταθλάσας εἰς βραχεῖς χόνδρους πάνυ
10. Ἀμμωνιακόν τε παραχέων οἶνον εὐθέως,
11. Ἀφείς τε ταῦτα διαβραχῆναι συμμέτρως,
12. Λέαινε τῷ δοίδυκι καὶ μέλιτος πάχος
13. Ποιῶν, ἀποδίδου τὸ μέλι καὶ τὴν οἴσυπον
14. Καὶ τὸν ἐλάφειον μυελὸν, εἶτα ταῦθ’ ἑνῶν
15. Ἐν τῇ θυείᾳ, τῆκε κηρὸν ἐν χύτρᾳ
16. Καὶ πᾶν ἔλαιον καὶ στέαρ καὶ χαλβάνην
17. Τερμινθίνην τε καὶ τακῆναι πάντ’ ἀφεὶς,
18. Κατὰ τῶν ἐνόντων τῇ θυείᾳ καταχέων,
1. Καὶ μικρὰ δοίδυκι κινήσας, ἵν’ ὑποψυγῇ,
2. Ταῖς χερσὶν ἀνάτριβε τότε ταῦτα πάνθ’ ὁμοῦ,
3. Ἕως ἂν ἑνωθῇ πάντα καὶ μέλιτος λάβῃ
4. Ὑγροῦ καλοῦ τε τὸ πάχος, οὕτως τ’ ἀποτίθου
5. Εἰς κασσιτερινὸν σκεῦος ἢ καὶ πύξινον,
6. Χρώμενος ἐπιμελῶς, ὡς κρατίστῳ φαρμάκῳ.
7. Ἔστιν δὲ καὶ γυναιξὶ συμφορώτατον
8. Ὅσαις ἐγένετο φλεγμονὴ τῆς ὑστέρας
9. Τὰς σκληρίας φέρουσα καὶ σκιῤῥου φόβον,
10. Ἐφ’ ὧν κέλευε πεσσαρίῳ τὸ φάρμακον
11. Ἐγχρισθὲν οὕτως προστιθέναι ταῖς ὑστέραις.
12. Ποιεῖ δὲ τοῦτο καὶ πρὸς ὠτίων πόνους
13. Τοὺς χωρὶς ἕλκους, τοὺς σφοδροὺς δίχα ῥεύματος,
14. Σεργητικοῦ δὲ μῖξον ἰρίνου μύρου
15. Μέρος δ΄. ἢ γ΄. τῷ φαρμάκῳ,
16. Θερμῷ τε δεύσας ἔριον ἔνθες τῷ πόρῳ.

17. Ἄλλο.

18. Καὶ χλωράκοπον τοῦτο δραστικὸν πάνυ,
1. Διὸ ταῖς καταρχαῖς τῶν πόνων μᾶλλον ποιεῖ,
2. Ἀρθριτικοῖς τε καὶ ποδαγρικοῖς συμφέρει,
3. Πρὸ τῶν βαλανείων τριβομένοις τῷ φαρμάκῳ,
4. Πόδας τε καὶ τὰ νεῦρα τὰ πεπαχυσμένα.
5. Οὕτω γὰρ ἔγνων γενομένους ὑγιεῖς τινας.
6. Ἔχει δὲ λιβανωτοῦ καλοῦ λίτραν α΄.
7. Ἀμμωνιακοῦ δὲ θυμιάματος λίτρας β΄.
8. Ἀφρονίτρου τε λευκοτάτου λίτραν α΄.
9. Τὸ δ’ αὐτὸ καθάρας οἰσύπου τῆς Ἀττικῆς,
10. Σμύρνης τε χρηστῆς, χαλβάνης τῆς ἀξύλου,
11. Ὀποπάνακός τε τοῦ καθαροῦ. τούτων καθ’ ἓν
12. Στήσας ἐπιμελῶς γο δὶς δ΄.
13. Εὐφορβίου γο δ΄. τοῦ προσφάτου,
14. Ἴσας τε ταύταις τραχέος λιμνησίου.
15. Καλοῦσι δὲ τοῦτ’ ἀδάρκην, οἱ τὰ μίγματα
16. Ἐν Ἰταλίᾳ πωλοῦντες οἵ τ’ ὠνούμενοι,
17. Κηροῦ σφόδρα καλοῦ Ποντικοῦ λίτρας β΄.
18. Τερμινθίνης τε τῆς καθαρᾶς λίτρας β΄ S".
1. Δαφνίνου ἐλαίου καὶ κυπρίνου καὶ γλευκίνου
2. Λίτραν μίαν ἑκάστ’, ἰρίνου Σεργητικοῦ,
3. Παλαιοῦ δ’ ἐλαίου, σχινίνου τε προσφάτου,
4. Τούτων ἑκάστου δύο πάλιν λίτρας σταθμῷ,
5. Ὄξους τὸ μέτριον. τούτῳ καὶ τὰ μίγματα
6. Τὰ ξηρὰ τρίψας ἐπὶ τὸν αὐτάρκη χρόνον,
7. Λείου ἐπιμελῶς προσβαλεῖς, τήξας μύρα,
8. Κηρόν τε, χαλβάνην τε καὶ τερμινθίνην,
9. Ὀπόν τε πάνακος, τἄλλα θ’ ὑγρὰ μίγματα,
10. Καὶ κατακενώσας θερμὰ καὶ ζέοντ’ ἔτι
11. Κατὰ τῆς θυείας. τῶν γ’ ἐν αὐτῷ μιγμάτων
12. Ἀνάτριβε τῷ δοίδυκι χειρί τ’ εὐτόνως,
13. Καὶ πάνθ’ ἑνώσας ἀποτίθου τὸ φάρμακον
14. Εἰς πυξίδ’ οἵαν εἶπον ἔμπροσθεν βραχύ.
15. Θαῤῥῶν δ’ ἐπὶ πάντων κέχρησο τῶν κεχρονισμένων.

16. Ἄλλο.

17. Καὶ τοῦτο δ’ ἄκοπον εὐπόριστον καὶ καλὸν,
18. Καὶ μάλιστα χειμῶνος, ἔν γε ταῖς ὁδοῖς
19. Τοῖς εὐαλώτοισιν βοηθεῖν δυνάμενον.
1. Ἔχει δὲ καθαροῦ χαλβάνου γ΄. γο.
2. Ὀποπάνακος δὲ προσφάτου γο μίαν.
3. Ἄνθους ἁλὸς γ΄. οἰσύπου δὲ. δ΄.
4. Ἀμμωνιακοῦ θυμιάματος τοῦ καλοῦ
5. Λίτρας η΄. κηροῦ λίτραν α΄. πιτυΐνης πεφρυγμένης,
6. Τῆς μὴ δυσώδους γο δὶς δ΄.
7. Λίτραν τ’ ἐλαίου τοῦ Σαβίνου δὶς δ΄.
8. Πλεῖόν τε τοῦ χειμῶνος, ὡς λίτραν βάλ’ εἰς
9. Οἴνου Φαλερίνου μέλανος γο ι΄.
10. Σκεύαζε δ’ οὕτως. ἐν θυείᾳ
11. Ἀμμωνιακὸν κατάθλασον, εἶτ’ οἶνον βαλὼν,
12. Διάβρεξον ὀλίγον καὶ λεάνας ἐπιμελῶς,
13. Πρόσβαλλ’ ἁλὸς ἄνθους καὶ τὸν οἴσυπον τότε,
14. Εἶτ’ ἐκλεαίνων καὶ μέλιτος ποιῶν πάχος,
15. Τὰ τηκτὰ τήξας, ὕστερον τὴν χαλβάνην
16. Καὶ τὸν ὀποπάνακα προσβαλὼν τῆξον πάλιν,
17. Κατάχει τε τῶν ἔμπροσθε λείων γεγονότων
18. Ἐν τῇ θυείᾳ καὶ καλῶς ἡνωμένων,
1. Οὕτω τε μίξας θερμὸν ἔτι τὸ φάρμακον
2. Ταῖς χερσὶν, ἀπόθου εἰς ὑελοῦν ἀγγεῖον.

3. Ἄλλο μυράκοπον.

4. Καὶ μυράκοπον δὲ τοῦτο τῶν ἄγαν καλῶν.
5. Ἡδὺ γὰρ ὑπάρχει καὶ βοηθεῖ δραστικῶς
6. Πρὸς τοὺς πόνους, οὓς εἶπον ἔμπροσθεν βραχύ.
7. Στακτῆς δὲ ἔχει τῆς καλῆς τρεῖς οὐγγίας,
8. Ὀποβαλσάμου γ΄. καὶ μέλιτος γ΄. Ἀττικοῦ,
9. Κηροῦ τε καθαροῦ Ποντικοῦ γ΄. κροκίνου,
10. Μύρου δὲ Συριακοῦ γο δ΄.
11. Ἀμμωνιακοῦ λευκοτάτου, λείου τε ἁλός.
12. Γο β΄. μίαν δὲ καὶ ἓν μέρος
13. Τερμινθίνης λευκῆς τε καὶ κεκαθαρμένης,
14. Τοῦ κινναμώμου δὲ καὶ μαλαβάθρου λίτραν
15. Μίαν προσαπόδος καὶ μέρος λίτρας τρίτον.
16. Ἂν μὴ παρῇ δὲ μαλάβαθρόν σοι κατὰ τύχην,
17. Πρόσβαλλε νάρδου ταὐτὸ τῆς Γαγγίτιδος.
18. Μύρον δὲ τοῦτο τῶν μετρίως ἐστὶν καλῶν,
1. Ἱκανῶς δὲ φαρμακῶδες, ὡς οὐκ ἄλλο τι.
2. Ἢ ταὐτὸν ὁμοίως ἰρίνου Σεργητικοῦ,
3. Ἢ Κυζικηνοῦ, τοῦτο δὲ ἀμαρακίνου.
4. Τούτοις δὲ χρήσει μὴ παρόντος, ὡς ἔφην,
5. Τοῦ μαλαβάθρου. μέτριον γὰρ οἶμαι μυράκοπον,
6. Οὐδὲν ἔλαττον ὠφελοῦν τοὺς χρωμένους.
7. Σκεύαζε δ’ οὕτως. ἀναλεάνας ἐπιμελῶς
8. Πρόσβαλλε τὸ μέλι καὶ λεάνας συμμέτρως,
9. Στακτήν τε μίξας κὠποβάλσαμον, πάλιν
10. Λέαινε ἐπιμελῶς καθαρὰν τερμινθίνην,
11. Κηρόν τε καὶ τὸ κρόκινον εἰς διπλοῦν βαλὼν
12. Ἀγγεῖον ὕδατι τῆκε τὰ προειρημένα,
13. Περὶ δεῖλον ἐν ἑτέρᾳ χύτρᾳ.
14. Τήξας δὲ ταῦτα παρέγχει μαλάβαθρον,
15. Καὶ πάνθ’ ἑνώσας συμμέτρως, ὡς μὴ ζέσαι,
16. Βάσταζε τὸ διπλοῦν σκευάριον ἐκ τῆς χύτρας,
17. Ψύξας τ’ ἐπιμελῶς καὶ ξύσας τὸ φάρμακον,
18. Προσεμβαλών τε τοῖς πρότερον εἰρημένοις
19. Ἐν τῇ θυείᾳ πάλιν λέαιν’ ἕως καλῶς
1. Ἅπαν ἑνωθῇ καὶ γένηθ’ ἓν φάρμακον.
2. Εἰ δ’ αὐτὸ βούλει δραστικώτερον ποιεῖν
3. Πρὸς τὰ νεῦρά τε καὶ τὰ κεχρονισμένα
4. Καὶ τὰς διαθέσεις τάς τε τῶν μυῶν τάσεις,
5. Εὐφορβίου τε καλοῦ καὶ ἔτι προσφάτου
6. Γο β΄. τῷ παντὶ κατάμιξον σταθμῷ,
7. Τοῖς θ’ ἁλσὶ καὶ τῷ μέλιτι τῷ τ’ ὀποβαλσάμῳ
8. Συνεκλεάνας πρότερον αὐτάρκει χρόνῳ.
9. Οὕτως δ’ ἑνώσας πάντα τὰ προειρημένα,
10. Εἰς πυξίδ’ ἀπόθου ἢ εἰς ὑελοῦν ἀγγεῖον,
11. Ἀπὸ τῶν βαλανείων μᾶλλον αὐτῷ χρώμενος.
12. Βασιλεῖ δὲ ποιῶν καὶ Σεβαστῷ μυράκοπον,
13. Σκεύαζε ῥᾷστα τοῦτο καὶ χωρὶς πυρὸς
14. Ἔχον ὀποβαλσάμου μέτρον ὡς γ΄. οὐγγίας.
15. Καὶ τοῦ κρατίστου δὲ μαλαβάθρου γο
16. Ιε΄. κινναμώμου τοῦ καλοῦ ταὐτὸ,
17. Κηροῦ δ’ ἀνόσμου λευκοτάτου δραχμὰς ι΄.
1. Σκεύαζε δ’ αὐτὸ μαλαβάθρου τρίτον μέρος.
2. Καὶ κηρὸν εἰς ἐλάχιστα κατατετμημένον,
3. Εἰς ἀργυρᾶν ἔμβαλε λεπτὴν φιάλην.
4. Τήξας ἐφ’ ὕδατος θερμοτάτου ψύξας ξύσον,
5. Καὶ προσβαλὼν λεῖα ἐν τῷ ὀποβαλσάμῳ
6. Καὶ κινναμώμῳ, τρῖβε πάλιν ἑνῶν ἅπαν,
7. Τότε λοιπὸν αὐτοῖς μαλάβαθρον παρεγχέας,
8. Τρίβων ἕνωσον χερσὶν, οὕτω τ’ ἀποτίθου
9. Εἰς ἀργυροῦν σκευάριον ἢ ὑελοῦν παχὺ,
10. Οὕτως γὰρ ἕξεις ἀσφαλῶς τὸ φάρμακον.
11. Τρίτον δὲ λίτρας προσβαλὼν Γαγγιτικῆς,
12. Νάρδου ποιήσεις γλυκύτερον τὸ φάρμακον.
13. Καὶ κρεῖσσον πρὸς τὰς διαθέσεις τὰς προσφάτους
14. Σύγχρισμα. ἂν μὴ παρῇ δὲ κιννάμωμον, οὐ βαλὼν
15. Ἕξεις ἐλαχίστως μεῖον, ἀλλ’ ὄντως καλὸν,
16. Καὶ παντὸς ἄλλου μυρακόπου κρεῖσσον πολύ.
17. Εἰ δ’ αὐτὸ βούλει δραστικώτερον ποιεῖν
1. Πρὸς ἃς προεῖπον διαθέσεις, Ἀτλαντικοῦ
2. Εὐφορβίου πρόσβαλλε δραχμὰς δ΄.
3. Ἔσται γὰρ οὕτως ἡδὺ καὶ δραστήριον,
4. Κᾂν ᾖ δι’ ὀλίγων μιγμάτων συγκείμενον.
5. Τινὰς δ’ ἐπέγνων στέασι πολλοῖς χρωμένους
6. Μυελοῦ τε πολλοῦ καί τινων ἀρωμάτων,
7. Ὀποῖς τε καὶ μύροισι κἀλαίοις τισὶν,
8. Οἷς πάλιν ἀμέλει χρησάμενος ἔγνων ὅτι
9. Ἀπειροκάλων τοιαῦτα καὶ μὴ κεκρικότων
10. Τὰ μίγματα, τάς τε ἁπλὰς τούτων φύσεις.
Cliquer un n° de page pour en afficher l’image