Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 7.3, ed. Kühn, 1827, vol. 13, p. 953-958. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:7.3

10. Τὰ μὲν οὖν οὕτως ἀσθενῆ μαλακτικὰ
12. καὶ τὰς μικρὰς θεραπεύει φλεγμονάς· τὰ δὲ τούτων
13. ἀτονώτερα, τὰς ἄνευ φλεγμονῆς βραχείας σκληρότητας. τὰ
14. δ’ ἔτι τούτων ἰσχυρότερα τὰς μείζους, ὥσπερ καὶ τὰ τῆς
15. ἐγγὺς ἡκούσης σκίῤῥου σκληρότητος ἰατικὰ, δραστικώτατά
16. ἐστιν, ὁποῖον ὑπάρχει τό τε τῶν μυελῶν γένος ἐν τῷ
17. μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφερόντων, ὡς ἐφεξῆς διαιρήσω,
1. τό τε τῶν βδελλίων ἀμφοῖν, Ἀραβικοῦ τε καὶ Σκυθικοῦ,
2. τό τε τῶν στυράκων. καὶ γὰρ καὶ τούτων δραστικώτατος
3. ὁ κατὰ τὴν χρόαν ὠχρὸς, ὅσπερ καὶ κάλλιστος ἐν Παμφυλίᾳ
4. γεννᾶται. ὁ δὲ ἐπὶ τὸ φαιότερον ἀποκεχωρηκὼς τοῦδε
5. πολλαχόθι τε γίνεται καὶ τῇ δυνάμει πολὺ τοῦ κατὰ τὸν
6. ὠχρὸν ἀπολείπεται. ῥέπει δ’ οὖν καὶ οὗτος αὐτὸς ἐν τῷ
7. χρονίζειν ἐπὶ τὸ χρυσίζον χρῶμα. τούτῳ μὶν οὖν εἰς τὰς
8. ἀντιδότους χρώμεθα διὰ τὸ σπανίζειν, ὥστε αὐτοκράτορί γε
9. σκευάζων ὁτιοῦν διὰ στύρακος ἀεὶ τούτῳ χρήσῃ. κᾂν τῶν
10. πλησίον τις ᾖ μεγαλόφρων εἰς δαπάνην φαρμάκων, κᾀκείνῳ
11. συνθήσεις ἐκ τοιούτου στύρακος τὸ φάρμακον. ἐπὶ τῶν ἄλλων
12. δὲ τοῦ φαιοτέρου τὸν ἄριστον ἐκλέξῃ, τῇ τε ὀσμῇ κρίνων
13. μάλιστα καὶ τῇ χρόᾳ, φαυλότερος γὰρ ὁ μελάντερος.
14. ἔστι δὲ τῶν ἰσχυρῶς μαλαττόντων τὰ σκιῤῥούμενα, τὸ καλούμενον
15. ἀμμωνιακὸν θυμίαμα καὶ μᾶλλον αὐτοῦ τὸ λιπαρόν
16. τε καὶ νέον. τούτων δὲ ἧττον μὲν, ἀλλὰ καὶ αὐτὰ δραστήρια
17. αἴγειόν τε καὶ βόειον. ἐν αὐτοῖς δὲ τούτοις τὸ μὲν
18. τῶν τράγων καὶ ταύρων ἰσχυρότερα, τὸ δὲ τῶν βοῶν καὶ
19. τῶν αἰγῶν ἀσθενέστερα μὲν τούτων, οὐκ ἄπρακτα δὲ οὐδὲ
1. αὐτά. τὸ δὲ τῶν ἐρίφων τε καὶ μόσχων ἔτι καὶ τούτων
2. αὐτῶν ἀσθενέστερα, δραστικώτερα δὲ ὅμως ἐστὶ τοῦ χοιρείου.
3. διαφορητικωτέραν δὲ τούτων δύναμιν, οὐ μαλακτικωτέραν
4. ἔχει τὸ λεόντειον καὶ παρδάλειον, ὑαίνης τε καὶ χηνὸς, ὅσῳ καὶ
5. λεπτομερεστέραν ἔχει τὴν οὐσίαν αἰγείου τε καὶ βοείου στέατος.
6. τὸ δὲ τῶν ἀλεκτορίδων ἐν τῷ μεταξὺ τοῦ τε χηνείου
7. καὶ τοῦ ὑείου τέτακται. καθάπερ γε καὶ τῶν μυελῶν ἄριστος
8. μὲν ὁ τῶν μόσχων. καὶ ῥητίναι μὲν ὅσαι μὴ δριμεῖαν
9. ἔχουσι τὴν ὀσμὴν, μιγνύμεναι τῶν εἰρημένων τινὶ τὸ μὲν
10. ἐχέκολλον τοῖς συντιθεμένοις φαρμάκοις παρέχονται, τὸ δὲ
11. μαλακτικὸν αὐτῶν οὐκ ἀναιροῦσιν, ἐπιτηδειοτάτη δὲ ἥ τε
12. Χία καλουμένη καὶ ἡ λάριξ ἐστί. μετὰ ταύτας δὲ ἡ πευκίνη
13. καὶ μετ’ ἐκείνην ἡ ἐλατίνη. δριμεῖα δὲ ἡ στροβιλίνη
14. σφοδρῶς ἐστιν, ἀλιπὴς δὲ καὶ ξηραίνουσα μεγάλως ἡ πιτυΐνη,
15. καλοῦσι δ’ αὐτὴν ἰδίως φύσημα. ταύτας μὲν οὖν φευκτέον
16. ἐστί. τῇ Χίᾳ δὲ καὶ τῇ ἐλατίνῃ χρηστέον οὐκ αὐταῖς καθ’
17. ἑαυτὰς, ἀλλὰ μετὰ κηροῦ καί τινος τῶν ἄλλων, ὅ τι ἂν ἁρμόττειν
18. δοκῇ τῇ διαθέσει. καὶ πίττα δὲ Βρυτία τὴν αὐτὴν
19. ἔχει δύναμιν, ὡς ἂν ἐχέκολλόν τι καὶ λιπαρὸν ἔχουσα. τὴν
1. δὲ ἄλλην πίτταν οὐ μικτέον, ὥσπερ οὐδὲ τὴν ἄσφαλτον,
2. ἐπὶ πλέον γὰρ ἥκουσι ξηρότητος. ἐμάθομεν δὲ ὅτι καὶ τὰ
3. ξηραίνοντα τοῖς μαλάττουσίν εἰσιν ἐναντία. ἐπεὶ δὲ τὴν πευκίνην
4. καὶ φρυκτὴν ῥητίνην εἰώθασι καὶ Κολοφωνίαν ὀνομάζειν,
5. ἰστέον ὅτι καὶ ἄλλη τίς ἐστι Κολοφωνία παραπλήσιος
6. τῇ χίᾳ μαστίχῃ, μαλακτικὸν ἔχουσά τι, καθάπερ ἐκείνη τε
7. καὶ ὁ λιβανωτός. ὑπάρχει δέ τι καὶ τῇ Αἰγυπτίᾳ μαστίχῃ
8. μαλακτικὸν, ἀλλὰ τὸ πλέον αὐτῆς τῆς δυνάμεως πεπτικόν
9. τε καὶ διαφορητικὸν ὑπάρχει. καὶ τῷ λιβάνῳ τόδε τι μαλακτικὸν
10. ὑπάρχει, ἀλλὰ τοῦτο μὲν ἑψόμενον ἔστι χρήσιμον,
11. ὥσπερ καὶ τὸ τῆς τήλεως σπέρμα, καὶ γὰρ καὶ τοῦτο μαλάττει
12. καλῶς ἑψηθὲν, ἔτι δὲ καὶ μᾶλλον εἰ στέατι μιχθείη.
13. τὰ δὲ χωρὶς ἑψήσεως διὰ τὸ ξηρὸν τῆς συστάσεως ἀνίεσθαι
14. δεόμενα καὶ τήκεσθαι καὶ δύεσθαι καὶ λύεσθαι τῶν
15. ἐλαιωδῶν τινος δεῖται. τοιαῦτα δ’ ἐστὶν αὐτὸ τὸ ἔλαιον,
16. ὅταν μηδὲν ἔχῃ στύψεως, ὅ τε ἐκ τῶν βαλανείων γλοιὸς, ἔτι
17. τε τὸ καλούμενον σούσινον, καὶ πρὸς αὐτῷ πολλῷ μᾶλλον
18. ἔτι τὸ Κομμαγηνόν. ἔτι δὲ καὶ τὸ βούτυρον ἐξ αὐτῆς τάξεως
1. τό τε τῆς ἀλθαίας ἀφέψημα καὶ τὸ τῆς τήλεως. μεταξὺ
2. δὲ τῶν οὕτω μαλακῶν καὶ τῶν ἰσχυροτάτων, ὁποῖα
3. τό τε βδέλλιόν ἐστι καὶ ὁ στύραξ, τό γε ἀμμωνιακὸν
4. θυμίαμα τὴν αὐτὴν δύναμιν, ἥνπερ καὶ πρόπολις ἔχει. τοῦ
5. γε μὴν βδελλίου καὶ τοῦτο διοριστέον, ὅτι τὸ Σκυθικὸν ἄμεινον
6. εἰς ταῦτα μακρῷ θατέρου τοῦ Ἀραβικοῦ, καὶ μάλιστα
7. ὅταν ᾖ νέον τε καὶ μαλακὸν, ὃ καὶ λιπαρὸν ὀνομάζουσιν.
8. ἔθος γὰρ καὶ τοῦτό ἐστιν ἐν τοῖς νεωτέροις ἰατροῖς ἐπὶ
9. τῶν τοιούτων φαρμάκων τὸ μαλακτικώτερον λέγειν καὶ ὑγρότερον.
10. ἔστι δὲ δηλονότι καὶ ὑγρότερον τοῦτο. καὶ ἡ χαλβάνη
11. δὲ καὶ ὁ καλούμενος ὀποπάναξ πρὸς τῷ διαφορεῖν
12. ἔχει τι καὶ μαλακτικόν. ὑπερέχει δὲ τῷ μὲν διαφορεῖν ὀποπάναξ,
13. τῷ δὲ μαλάττειν τε καὶ πέττειν ἡ χαλβάνη. τοιαύτη
14. μέν τίς ἐστι μαλακτικῶν φαρμάκων ἡ δύναμις. σὺ δ’ ὅταν
15. ἤτοι τι τῶν γεγραμμένων ἐν ταῖς φαρμακίτισι βίβλοις ἐξετάσῃς
16. τε καὶ κρίνῃς ἢ συντιθῇς αὐτὸς, ἀκηκοὼς ἄρτι τὰς
17. κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τοῖς φαρμάκοις διαφορὰς,
18. ἀκηκοὼς δὲ καὶ τὰς τῶν σωμάτων τε καὶ παθῶν, τὰ μὲν
19. ἰσχυρὰ τοῖς ἰσχυροῖς, τὰ δὲ ἀσθενῆ τοῖς ἀσθενέσι προσάξεις.
1. ἐν δὲ τῷ μετὰ τὸ πρόσθεν ἐπιτεθὲν ἕτερον ἐπιτιθέναι,
2. καταντλεῖν ἔλαιον ἁπλοῦν, λιπαρὸν ἁρμόττει τῷ
3. πεπονθότι μορίῳ. τῶν δὲ ἐχεκόλλων ὀνομαζομένων φαρμάκων
4. οὐδὲν ἀφελεῖν χρὴ, πρὶν αὐτόματον ἀποστῆναι, ἀλλὰ
5. κᾂν λούηταί τις, ἐᾷν ἐπικεῖσθαι. φυλάττεσθαι δὲ καὶ τὰ
6. τῶν φαρμάκων ὑδάτων λουτρὰ καὶ μάλιστα ὅσα χαλκανθώδη
7. τε καὶ στυπτηριώδη καὶ θειώδη· ταῦτα μὲν ἱκανὰ συνετοῖς
8. ἀνδράσι καί τινα τριβὴν κατὰ τῆς τέχνης ἔργα κεκτημένοις.

Cliquer un n° de page pour en afficher l’image