9. Ἐπεὶ δὲ οὐ πάντες εἰσὶ τοιοῦτοι
11. καὶ πρόκειται κατὰ τήνδε τὴν πραγματείαν, οὐχ ὥσπερ ἐν
12. τῇ τῆς θεραπευτικῆς μεθόδου, μόνην εἰπεῖν τὴν μέθοδον,
13. ἀλλ’ ἅμα παραδείγματι τῶν κατὰ μέρος ἑνί τε καὶ δευτέρῳ,
14. προστεθῆναι δεῖ καὶ τὰ πείρᾳ προκείμενα φάρμακα, ἃ πρόσκειται
15. τοῖς πρὸ ἡμῶν ἐν τῷ φαρμακευτικῷ μέρει τῆς τέχνης
16. ἐνδόξοις, ἐπὶ τὰς κατ’ εἴδη διαφορὰς ἐπὶ τῶν μαλακτικῶν
17. φαρμάκων ἀφίξομαι τὴν ἀρχὴν ἀπὸ τῶν μαλακωτάτων ποιησάμενος
1. αὐτοῖς, ἃ καὶ τὰς μικρὰς ἰᾶται φλεγμονάς. τῶν
2. συνθέτων μαλακτικῶν τὰ μέν ἐστιν, ὡς ἂν εἴποι τις, ἀσθενέστερα
3. κατὰ τὴν πρώτην τάξιν. ἔνια δὲ οὐ πολλῷ τούτων
4. ἰσχυρότερα κατὰ δευτέραν, καί τινα κατὰ γ΄. ἕτερα. καὶ πρὸς
5. αὐτοῖς κατὰ δ΄. ἄλλα. χρῆσθαι δὲ προσῆκεν, ὡς προείρηται,
6. πρὸς μὲν τὰς βραχείας σκληρότητας καὶ τὰ μαλακὰ σώματα
7. τοῖς τῆς πρώτης τάξεως. πρὸς δὲ τὰ τούτων ἰσχυρότερα
8. σώματά τε καὶ πάθη τοῖς τῆς δευτέρας, ὥσπερ γε καὶ τοῖς
9. τῆς τρίτης καὶ τῆς τετάρτης ἀνάλογον. ὑπογράφουσι δὲ καὶ
10. τὰ καθ’ ἑκάστην αὐτῶν ἰδίᾳ.
11. Βούτυρον ἢ
12. ῥητίνη ἡ Κολοφωνία καὶ κηρὸς λευκὸς, μὴ παλαιὸς, ἴσα τῷ
13. σταθμῷ τὰ γ΄. τηκόμενα μετ’ ἀλλήλων, μαλακτικὰ πρώτης
14. τάξεώς ἐστι. καὶ ἡ πάρυγρος, ὅταν ᾖ πρόσφατος, ἡ χρονισθεῖσα
15. δὲ διαφορητικωτέρα γίνεται, ἀσθενεστάτη δὲ τῶν μαλακτικῶν,
16. κηρὸς μετὰ βουτύρου τακεὶς ἢ διὰ σουσίνου ἢ
17. Κομμαγηνοῦ. καὶ τούτων ἀσθενέστερόν ἐστι τὸ καλούμενον
18. κηρέλαιον, ὅταν εἰς λίτραν ἐλαίου χαλαστικοῦ μηδεμίαν
1. ἔχοντος στύψιν ἐμβληθῶσι κηροῦ οὐγγίαι ιβ΄. ἢ ἑκκαίδεκα.
2. καὶ αἱ διὰ τῶν ὠῶν δὲ κηρωταὶ βραχύ τι χαλαστικὸν ἔχουσι.
3. ἰσχυρότεραι δὲ τούτων, ἀλλὰ ἀσθενεῖς ἔτι καὶ αὗται
4. κηρωταὶ, αἱ δι’ οἰσύπου καὶ ῥητίνης καὶ κηροῦ, τηκομένων
5. ἴσῳ τῷ σταθμῷ. ἐὰν δὲ ᾖ παλαιότερά πως αὐτὰ, δεήσεται
6. μίξεως ἐλαίου τινὸς τῶν χαλαστικῶν ἢ σουσίνου ἢ Κομμαγηνοῦ
7. ἢ στέατος ὑείου ἢ ὀρνιθείου ἢ χηνείου. μαλακτικὰ
8. φάρμακα δευτέρας τάξεως. ὡς ἐν τοῖς ἁπλοῖς φαρμάκοις,
9. ἐποιήσαμεν τέσσαρας τάξεις τῶν ὁμογενῶν, τὸ μᾶλλόν τε
10. καὶ ἧττον ἐν αὐτοῖς ὁριζούσας, ἐνίων δ’ ἔφην ἀμφίβολον
11. εἶναι τὴν δύναμιν, εἴτ’ ἐπὶ τελευτῇ τῆς πρώτης τάξεως εἴτ’
12. ἐν ἀρχῇ τῆς δευτέρας, θετέον ἐστὶ τὴν δύναμιν αὐτῶν, ὡσαύτως
13. καὶ περὶ τῆς δευτέρας τε καὶ τρίτης τῶν τε ταύταις
14. ἐφεξῆς. ἐπ’ ἐνίων δὲ θαῤῥήσας ἀποφαίνεσθαι τινὰ μὲν ἐν
15. ἀρχῇ τῆσδε, τινὰ δὲ ἐπὶ τῇ τελευτῇ τῆσδε τῆς τάξεως ἔφην
16. ὑπάρχειν, ὥσπερ ἔνια χωρὶς προσθήκης ἤτοι τῆς πρώτης
17. ἢ τῆς δευτέρας ἢ τῆς γ΄. ἢ τῆς δ΄. τάξεως ἔφην εἶναι. πολλῆς
18. δὲ πείρας τῆς κατὰ μέρος ἐπὶ πολλῶν τε σωμάτων καὶ
1. παθῶν αἱ τοιαῦται τῶν ἀποφάσεων δέονται, διὸ κᾂν μετ’
2. ἐμέ τις ὁμοίως ἐμοὶ φιλόπονός τε καὶ ζηλωτικὸς ἀληθείας
3. γένηται, μὴ προπετῶς ἐκ δυοῖν ἢ τριῶν χρήσεων ἀποφαινέσθω.
4. πολλάκις γὰρ αὐτῷ φανεῖται διὰ τῆς μακρᾶς πείρας,
5. ὥσπερ ἐφάνη κᾀμοὶ, ὅτι τὰ κατὰ τὴν δευτέραν τάξιν εἰρημένα
6. εἰς τὴν γ΄. ἀρχομένην μετατεθῆναι δεῖ ἢ κατὰ τὴν ἀρχὴν
7. ἁπλῶς τῆς γ΄. ἅτε γὰρ καὶ τῶν σωμάτων τῆς διαφορᾶς,
8. οἷς προσάγεται τὰ φάρμακα καὶ τῶν παθῶν αὐτῶν οὐκ
9. ὀλίγην ἐχόντων ἐν τῷ μᾶλλόν τε καὶ ἧττον τὴν ὑπεροχὴν,
10. χαλεπώτατόν ἐστιν ἐπὶ πᾶσιν ἀπόφασιν ποιήσασθαι μίαν,
11. ἐξ ἐπιμέτρου δὲ καὶ αὐτῶν τῶν φαρμάκων τῶν ἁπλῶν οὐ
12. μικρὰν ἐχόντων διαφοράν. ἐμοῦ δὲ ἐπὶ τῶν ἀρίστων καθ’
13. ἕκαστον εἶδός τε καὶ γένος ἀποφηναμένου τὴν δύναμιν, ἐὰν
14. ἐπὶ τοῦ χειρίστου ποιήσηταί τις τήνδε διὰ τῆς πείρας ἐξέτασιν,
15. ποιήσεται μὲν ψευδῶς, οὐ διώρικε δὲ τὰς τῆς δυνάμεως
16. αὐτῶν τάξεις. ἀσφαλέστατον οὖν ἐστι, τὴν αὐτῶν τῶν
17. φαρμάκων πρὸς ἄλληλα διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον
1. ἀκριβῶς γράφειν, ὥσπερ ἐπί τε τῶν ἄλλων ἐποίησα καὶ
2. νῦν ποιήσω.