Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 7.5, ed. Kühn, 1827, vol. 13, p. 962-966. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:7.5

3. Κατὰ γάρ τοι τὴν δευτέραν τάξιν τῶν
7. μαλακτικῶν οὐχ ἥκιστα ἄν τις θείη τὴν ὑπὸ τοῦ Μνασαίου
8. συντεθεῖσαν ἔμπλαστρον, ὁμολογούντων μὲν ἁπάντων ἀλλήλοις
9. τῶν μνημονευσάντων αὐτῆς, ἐξ ἐλαίου τοῦ παλαιοῦ καὶ
10. λιθαργύρου καὶ στέατος ὑείου. διαφερομένων δὲ ἔν τε τῇ
11. ποσότητι τούτων ἑκάστου καὶ τῷ τινὰς μὲν ἐκ προσφάτου
12. στέατος, ἐνίους δὲ ἐκ παλαιοῦ συντιθέναι τοῦ καλουμένου
13. πρὸς ἁπάντων ἤδη συνήθως ἀξουγγίου. ἐπὶ γάρ τοι τούτοις
14. ἡ ἀσθενεστάτη γένοιτ’ ἂν ἐκ λιθαργύρου καὶ στέατος ὑείου
15. καὶ ἐλαίου, μηδετέρου παλαιοῦ. ἡ δ’ ἰσχυροτέρα ἐλαίου μὲν
16. αὐτῶν παλαιοῦ, θατέρου δὲ νέου βληθέντος. ἡ δὲ ταύτης
17. ἰσχυροτέρα παλαιῶν ἀμφοτέρων. κατὰ μὲν οὖν τὸ νέον ἢ
18. παλαιὸν βάλλεσθαι τὸ ἔλαιον καὶ τὸ στέαρ αἱ διαφοραὶ δ΄.
1. ἔσονται ποτὲ μὲν ἀμφοῖν νέων, ποτὲ δὲ ἀμφοῖν παλαιῶν,
2. ποτὲ δὲ τοῦ μὲν ἐλαίου παλαιοῦ, τοῦ στέατος δὲ προσφάτου
3. ἢ τοὐναντίον, ἐλαίου μὲν προσφάτου, παλαιοῦ δὲ στέατος
4. ἐμβαλλομένου. κατὰ δὲ τὴν πρὸς ἄλληλα συμμετρίαν
5. αὐτῶν τῶν τριῶν ἁπλῶν φαρμάκων ἕτεραι πλείους.
6. ἤτοι γὰρ ἴσα τῷ σταθμῷ καὶ μέτρῳ μίγνυται τὰ τρία καὶ
7. πολλοί φασι τὴν ὑπ’ αὐτοῦ τοῦ Μνασαίου συντεθεῖσαν ἐκ
8. τριῶν ἴσων συγκεῖσθαι ἢ τὰ δύο μὲν ἴσα, τὸ τρίτον δὲ οὐκ
9. ἴσον ἀλλ’ ἔλαττον ἢ πλέον ἢ τῶν τριῶν ἀνίσων μιγνυμένων.
10. εὔδηλον οὖν ὅτι πολλαὶ γενήσονται διαφοραί. πλέονος
11. μὲν γὰρ τῆς λιθαργύρου βληθείσης μαλακώτερον τῇ δυνάμει
12. γενήσεται τὸ φάρμακον, ἐλάττονος δὲ ἰσχυρότερον. καὶ
13. μαλακτικώτερον μὲν, εἰ τοῦ στέατος ἐμβάλλοιμεν πλέον, διαφορητικώτερον
14. δ’ εἰ τοῦ ἐλαίου. καὶ γὰρ αὖ καὶ ἄλλο τι
15. προσέρχεται πλέονος ἐμβληθέντος ἐλαίου, μεγάλην ἔχοντος
16. δύναμιν εἰς τὸ διαφορητικώτερον ἐργάσασθαι τὸ φάρμακον.
17. ἔστι δὲ τοῦτο, καθάπερ εἴρηταί μοι κατὰ τὸν α΄. λόγον, εἰ
18. ἐπὶ πλέον ἑψήσεις. ἐὰν γοῦν μόνην τὴν λιθάργυρον ἑψήσεις
19. ἐν ἐλαίῳ πλέονι, ξηραντικώτερον ἔσται τὸ φάρμακον. ἐν
1. πλέονι δὲ ἑψήσεις πλέον ἐλαίου βαλὼν, εἴ γε μέλλοι σύστασιν
2. ἕξειν ἐμπλάστρου. ὡς εἴ γε τούτου μὴ φροντίζοι τις,
3. ἀλλὰ ἴσῳ χρόνῳ τό θ’ ἧσσον ἔχον ἐλαίου κατὰ τὸ πλέον
4. ἑψήσει, πρόδηλον ὅτι μαλακτικώτερον ἔσται κατὰ τὴν δύναμιν,
5. ᾧ πλέον ἔλαιον μέμικται, καθάπερ εἰ καὶ ὠμήν τις
6. ἄκοπον τὴν λιθάργυρον ἐλαίῳ μίξας βούλοιτο χρῆσθαι. διό
7. περ ὃ πολλάκις ἤδη μοι λέλεκται, μεμνῆσθαι διὰ παντὸς
8. αὐτοῦ κελεύω, μὴ καθάπερ ἔνιοι τὰς ἀποφάσεις ἁπλῶς
9. ὑπὲρ τῶν φαρμάκων ποιοῦνται καὶ ἡμᾶς οὕτω πράττειν,
10. βελτίονα λέγοντας ἁπλῶς εἶναι τήνδε τὴν σύνθεσιν τοῦ φαρμάκου
11. τῆσδε. δύναται γὰρ ἑκάτερα πρὸς διαφέροντα κατ’
12. εἴδη πάθη καλῶς συγκεῖσθαι, καί ποτε πρὸς ταὐτὸ κατὰ
13. διαφέροντας τοὺς καιρούς. ταῦτα τοίνυν ἅπαντα τὰ νῦν
14. εἰρημένα μοι προακούσας τις, οὐ φιλόπονος μόνον ἢ μνήμων,
15. ἀλλὰ καὶ φύσει συνετὸς ὢν, ὠφελίμως ἀναγνώσεται
16. τὰ μετὰ διορισμῶν γεγραμμένα τε καὶ γραφησόμενά μοι. καὶ
17. λέξω δέ σοι τοὺς διορισμοὺς ἐπὶ τῶν προκειμένων φαρμάκων
18. ἐν προσθήκῃ τριῶν ἢ τεττάρων συλλαβῶν γινομένους,
1. ὁποίαν προσθήκην ἐπὶ τοῦ προκειμένου κατὰ τὸν ἐνεστῶτα
2. λόγον φαρμάκου τοῦ Μνασαίου φαίνεται πεποιημένος ὁ Ἀνδρόμαχος.
3. ἐν γὰρ τῷ καταλόγῳ τῶν μηλίνων ἐμπλάστρων
4. ἑνδεκάτην τῇ τάξει γράψας αὐτὴν οὐχ ἁπλῶς εἰπεῖν ἠρκέσθη,
5. καθάπερ ἐπὶ τῶν ἔμπροσθεν εἰρημένων, ἄλλῃ καὶ ἄλλῃ
6. προγράφων αὐτῶν, ἀλλὰ προσέθηκε τὸ ἁπαλή. τοῦτ’ οὖν
7. ἠξίουν αὐτὸν ἐπὶ πασῶν πεποιηκέναι καὶ κατ’ αὐτάς γε
8. τὰς μηλίνας ἦρχθαι μὲν ἀπὸ τῆς ἁπαλωτάτης, μεταβάντα
9. δὲ ἀπ’ αὐτῆς ἐπὶ τὴν ἰσχυροτέραν ὀλίγῳ δεδηλωκέναι, προσγράψαντα
10. βραχεῖ μέν τινι ταύτης ἰσχυροτέραν εἶναι τὴν
11. δευτέραν, ἐκείνης δ’ αὖ πάλιν ἰσχυροτέραν εἶναι τὴν τρίτην,
12. εἶτ’ ἐκείνης τὴν δ΄. ὥσπερ αὖ πάλιν, εἴ τινα ἴσην ᾤετο δύναμιν
13. ἔχειν, αὐτὸ τοῦτο προσγράψαι, ἢ εἴπερ εὐλαβοῖτο κινδυνεύειν
14. ἔν γε ταῖς τοιαύταις ἀποφάσεσιν, ἀλλὰ τά γε ἁπλᾶ
15. μαλακτικὰ φάρμακα προδιδάξαι, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν
16. αὐτοῖς διορισάμενον, ὅπως ὁ ἀναγινώσκων ἐφεξῆς τὰς ὑπ’
17. αὐτοῦ γεγραμμένας μαλακτικὰς ἐμπλάστρους πολλὰς, ἰσχυροτέραν
18. μὲν εἶναι γνωρίζῃ τὴν διὰ στύρακος, ἀμμωνιακοῦ
19. τε καὶ βδελλίου καὶ προπόλεως καὶ χαλβάνης, στέατός τε
1. ταυρείου καὶ τραγείου καὶ τῶν μυελῶν συγκειμένην, ἀσθενῆ
2. δὲ τὴν μηδὲν τούτων ἔχουσαν, ἀλλ’ ἤτοι πάντα ἀσθενῆ
3. κατὰ τὴν δύναμιν, ἢ τούτων μὲν αὐτῶν ἰσχυρότερα, μέσα
4. δὲ ταῖς κράσεσί τε καὶ δυνάμεσιν ἢ μετὰ τοῦ μεμίχθαι τοῖς
5. ἀσθενέσιν ἕν τι τῶν ἰσχυρῶν ἢ δύο. δῆλον γὰρ ὅτι τὸ μεταξὺ
6. πλάτος ἐν ἅπασι τοῖς φαρμάκοις οὐκ ὀλίγον ἐστὶ κατὰ
7. τὸ μᾶλλόν τε καὶ ἧττον, ἐπὶ κοινῇ δυνάμει πάντων αὐτῶν
8. γενικῶς νοουμένῃ, καθ’ ἣν ὁμογενῆ τε καὶ ὁμοειδῆ τὰ φάρμακα
9. λέγεται, καθάπερ γε ἕτερα διαφέροντα γενικαῖς
10. ἢ εἰδικαῖς διαφοραῖς. ὁπότε οὖν ταῦτά μοι διωρίσθη καί
11. τις ἐξ αὐτῶν ὁρμώμενος οὐ χαλεπῶς δυνήσεται διαγινώσκειν
12. τά τε δύναμιν ἰσχυροτέραν ἔχοντα καὶ τὰ μαλακωτέραν,
13. τὴν ἱστορίαν αὐτῶν ἤδη ποιήσομαι, τὰς γεγραμμένας
14. τοῖς ἐμπειροτάτοις τῶν φαρμάκων ἀνδράσιν, εἴτ’ ἐμπλάστρους
15. ὀνομάζειν ἐθέλοις εἴτε μαλάγματα, γράψας ἐφεξῆς.
16. ἄρξομαι δ’ ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἐν τῷ
17. δ΄. τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.

Cliquer un n° de page pour en afficher l’image