1. Ἀμυθάωνος
2. μάλαγμα πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις λύει
3. πᾶσαν σκληρίαν, ποιεῖ καὶ πρὸς τὰ δυσκίνητα τῶν ἄρθρων.
4. ♃ ἀμμωνιακοῦ θυμιάματος γο λστ΄. κηροῦ γο λστ΄. τερμινθίνης
5. γο η΄. βδελλίου γο η΄. λιβανωτοῦ οὐγγίας δ΄. σμύρνης
6. γο δ΄. χαλβάνης γο η΄. κυπρίνου κο. δ΄. βρέχεται σμύρνα,
7. λίβανος, βδέλλιον οἴνῳ, τὸ δὲ ἀμμωνιακὸν ὄξει λύεται. πάντα
8. δὲ κόπτεται, τοῦ ὑπέρου χριομένου τῷ κυπρίνῳ μέχρι παντελοῦς
9. διαλύσεως. τοῦτο τὸ φάρμακον τῶν παλαιῶν ἐστι
10. καὶ ἐνδόξων, ὥσπερ καὶ τὸ μετὰ τοῦτο γεγραμμένον ὑπὸ
11. τοῦ Ἀσκληπιάδου, κατὰ τόνδε τὸν τρόπον. διάσμυρνον ἀπολοφόνιον,
12. φάρμακον ἐπιτετευγμένον. πρὸς τὰς τῶν ὑποχονδρίων
13. διατάσεις διαλύει πᾶσαν σκληρίαν, ποιεῖ ἡπατικοῖς,
14. σπληνικοῖς, νεφριτικοῖς, ποιεῖ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν
15. πρὸς τὰς τῶν ἄρθρων ὀδύνας καὶ κατοχὰς ποιεῖ. ♃
16. κηροῦ γο ιστ΄. τερμινθίνης γο ιστ΄. ἀμμωνιακοῦ θυμιάματος
17. γο ιστ΄. βδελλίου γο ιστ΄. σμύρνης γο ιστ΄. προπόλεως γο ιστ΄.
1. ἴριδος γο ιστ΄. στύρακος γο ιστ΄. ἰρίνου μύρου ὑποστάθμης
2. ὅσον ἐξαρκεῖ, οἴνου εὐώδους τὸ ἱκανὸν, σκεύαζε καθὰ προείρηται.
3. καὶ τὸ μετὰ τοῦτο δὲ γεγραμμένον ὑπὸ τοῦ Ἀσκληπιάδου
4. φάρμακον ἀξιολογώτερον μὲν ὑπάρχει τῶν ὑπογεγραμμένων,
5. ἧττον δὲ ἐκείνων εἰς τὴν τῶν ἐσκληρυσμένων
6. λύσιν. ἄλλο Διοσκορίδου φάρμακον ἐπιτετευγμένον πρὸς τὰ
7. δυσκίνητα κῶλα καὶ πρὸς ἀγκύλας διαλύει πᾶσαν σκληρίαν,
8. ποιεῖ καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις καὶ πρὸς τὰς ἐν
9. βάθει ἀποστάσεις. ♃ κηροῦ μνᾶν α΄. ῥητίνης φρυκτῆς μνᾶς
10. ἥμισυ, χαλβάνης μνᾶς ἥμισυ, ἴριδος Ἰλλυρικῆς μνᾶς ἥμισυ,
11. ἰρίνου ὑποστάθμης τὸ ἱκανὸν, οἴνου ὅσον ἐξαρκεῖ, κοπτόν
12. ἐστι τὸ φάρμακον, σκεύαζε καθὰ προείρηται. τὸ μετὰ τὸ
13. προειρημένον φάρμακον ἐφεξῆς γεγραμμένον ὑπὸ Ἀσκληπιάδου
14. ταὐτὸν ὑπάρχει τῷ ὑπὸ τοῦ Ἥρα γεγραμμένῳ κατὰ
15. τὸ τέλος τῆς φαρμακίτιδος αὐτοῦ βίβλου, βραχεῖαν δέ τινα
16. διαφορὰν ἐν τῇ συμμετρίᾳ τῶν τεττάρων ἔχει φαρμάκων
17. ἁπλῶν, ὡς ἔσται φανερὸν, ὅταν ἀμφότερα γραφῇ. πρότερον
18. δὲ μνημονεύσω τοῦ ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένου,
1. κατὰ λέξιν οὕτως ἔχοντος. Λευκίου καθηγητοῦ πρὸς ἀγκύλας
2. ἐπιγραφόμενον. ποιεῖ πρὸς τὰς ἐν βάθει ἀποστάσεις,
3. ποιεῖ καὶ πρὸς τὰς τῶν νεύρων συνολκὰς καὶ τὰς τῶν ἄρθρων
4. κατοχὰς, ἃς ἀγκύλας καλοῦμεν. ποιεῖ ὀπισθοτονικοῖς
5. καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. ἔστι δὲ καὶ ἄκοπον
6. ἀγαθὸν, διαλυόμενον ἰρίνῳ ἢ κυπρίνῳ ἢ δαφνίνῳ. ποιεῖ πρὸς
7. τὰ χρόνια καὶ δυσαλθῆ σκληρώματα. ♃ βδέλλου δραχ. ιστ΄ στέατος
8. μοσχείου δραχ. ιστ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιστ΄. ἴρεως
9. Ἰλλυρικῆς δραχ. ιστ΄. ὀποπάνακος δραχ. η΄. χαλβάνης δραχ. η΄.
10. κάγχρυος δραχ. η΄. στύρακος δραχ. η΄. λιβάνου δραχ. η΄. πεπέρεως κόκκους
11. ρξ΄. ἰρίνου μύρου ὑποστάθμης ὅσον ἐξαρκεῖ, κηροῦ,
12. τερμινθίνης ἀνὰ ἡμίλιτρον, οἴνου τὸ ἱκανὸν, κοπτόν ἐστι τὸ
13. φάρμακον, σκεύαζε καθὰ προείρηται. ὅπῃ τοίνυν ὁ Ἥρας
14. διεφώνησεν ἐν τῇ τῶν ἁπλῶν συμμετρίᾳ πρὸς τὸν Ἀσκληπιάδην,
15. ὡς ὑπεσχόμην, ἤδη δηλώσω. πρῶτον ἁπάντων ἔγραψεν
16. ὁ Ἀσκληπιάδης φάρμακον βδέλλου ὁλκὰς ιστ΄. ὁ δὲ
17. Ἥρας οὐ βδέλλου, ἀλλὰ βδελλίου ὁλκὰς π΄. πενταπλάσιαι
1. δέ εἰσιν αὗται τῶν ιστ΄. δηλονότι. ἐφεξῆς δὲ στέατος μοσχείου
2. ὁλκὰς ιστ΄. γράψαντος τοῦ Ἀσκληπιάδου, πενταπλασίας
3. ὁ Ἥρας ἔγραψεν, ὡς καὶ τοῦ βδελλίου. πενταπλάσιαι
4. γὰρ δηλονότι αἱ π΄. δραχμαὶ τῶν ι΄. καὶ στ΄. εἰσί. τρίτον
5. ἐπὶ τοῖς γεγραμμένοις ὁ Ἀσκληπιάδης ἔγραψε φάρμακον,
6. ἀμμωνιακὸν θυμίαμα καὶ τούτου τὰς δραχ. ιστ΄. ἀξιῶν βάλλεσθαι.
7. κατὰ τὴν ἀναλογίαν οὖν τῶν ἔμπροσθεν ἐχρῆν καὶ
8. τὸν Ἥραν π΄. γεγραφέναι δραχ.. ἔγραψε δ’ οὐ τοσαύτας, ἀλλὰ
9. ρ΄. ὥστε πλέονας ἐνέβαλεν κ΄. ἄλλο δ’ ἐπὶ τοῖς προγεγραμμένοις
10. φαρμάκοις ἔγραψεν ὁ Ἀσκληπιάδης, οὕτως εἰπὼν,
11. ἴρεως Ἰλλυρικῆς δραχ. ιστ΄. ἐφύλαξε δὲ τούτου τὴν ἀναλογίαν ὁ
12. Ἥρας π΄. γράψας. ἐπὶ τοῖς προγεγραμμένοις φαρμάκοις
13. ἔγραψεν ὁ Ἀσκληπιάδης ὀποπάνακος δραχ. η΄. ἐφύλαξε δὲ καὶ τὴν
14. πρὸς τοῦτο ἀναλογίαν ὁ Ἥρας μ΄. γράψας ἕκτου φαρμάκου,
15. χαλβάνης ἐμνημόνευσεν ὁ Ἀσκληπιάδης δραχ. η΄. ἐμβαλών. ἐφύλαξε
16. καὶ τὴν πρὸς αὐτὴν ἀναλογίαν ὁ Ἥρας, πενταπλασίαν
17. ἀξιῶν ἐμβάλλεσθαι. πενταπλάσιαι γάρ εἰσιν αἱ μ΄. τῶν η΄.
18. ἕβδομον φάρμακον ὁ Ἀσκληπιάδης ἔγραψεν οὕτως. κάγχρυος
1. δραχ. η΄. ἐχρῆν οὖν καὶ τὸν Ἥραν, εἴπερ ἐφύλαττε τὴν ἀναλογίαν,
2. μ΄. βάλλειν, νυνὶ δὲ οὐχ οὕτως, ἀλλὰ διπλασίας ιστ΄.
3. γὰρ αὐτὸς γέγραφεν. ὀγδόου στύρακος ὁ Ἀσκληπιάδης μέμνηται
4. δραχ. η΄. ἐμβαλὼν. ἐφύλαξε τὴν ἀναλογίαν τούτου ὁ
5. Ἥρας, πενταπλάσιον ἐμβαλών. ἔνατον φάρμακον ἔγραψεν
6. ὁ Ἀσκληπιάδης, λιβανωτοῦ δραχ. η΄. ἐμβαλὼν αὐτοῦ, ὁ δὲ Ἥρας
7. οὐ πενταπλάσιον, ἀλλὰ διπλάσιον ἀξιοῖ. δεκάτου δὲ πεπέρεως
8. ἐμνημόνευσεν ὁ Ἀσκληπιάδης ρξ΄. κόκκους ἐμβαλὼν, ᾧ
9. πάλιν συμφώνως ὁ Ἥρας φ΄. ἔβαλεν. ἔν τισι τῶν ἀντιγράφων
10. οὐκ οἶδ’ ὅπως κ΄. εἰσὶ γεγραμμένοι, καθάπερ ἐν ἑτέροις
11. ρη΄. ἑνδέκατον ἔγραψεν ὁ Ἀσκληπιάδης κηρὸν, ὥσπερ
12. καὶ ιβ΄. τὴν τερμινθίνην ῥητίνην ἑκατέρου βάλλειν ἀξιῶν
13. ἡμίλιτρον. ἐχρῆν οὖν καὶ τὸν Ἥραν εἴπερ ἐφύλαττε τὴν ἀναλογίαν,
14. πενταπλάσιον ἐμβάλλειν ἑκατέρων, ὅπερ ἦν ἀνὰ λίτρας
15. β΄. ἔτι καὶ ἥμισυ προσκείμενον τῆς λίτρας. ὁ δὲ οὐχ
16. οὕτως, ἀλλ’ ἑκατέρου τρεῖς λίτρας ἀξιοῖ βάλλειν καὶ οὐγγίας
17. δ΄. εὔδηλον οὖν ὅτι τοῦ μὲν κάγχρυος ὁ Ἥρας ἐμβάλλει
1. διπλάσιον τῆς ἀναλογίας, ὥσπερ καὶ τοῦ λιβανωτοῦ. τοῦ
2. δὲ ἀμμωνιακοῦ θυμιάματος ἐπλεόνασεν ἐν τῷ τετάρτῳ μέρει,
3. καθάπερ γε καὶ τῆς τερμινθίνης ῥητίνης μετὰ τοῦ κηροῦ
4. γ΄. καὶ γὰρ ἐπὶ τούτων ἐπλεόνασε τῷ τρίτῳ μέρει καὶ
5. κατὰ τοῦτο παραπλησίαν ἐποίησε τὴν ὅλην σύνθεσιν τοῦ
6. φαρμάκου τῇ τοῦ Ἀσκληπιάδου. πλεονάσας γὰρ ἐν τῇ τοῦ
7. κάγχρυος συμμετρίᾳ μηδὲν ἔχοντος μαλακὸν, ἀλλὰ μόνον
8. διαφορητικὸν, συνηύξησεν αὐτῷ καὶ τὰ μαλακτικὰ, τόν τε
9. λιβανωτὸν καὶ τὸν κηρὸν καὶ τὴν τερμινθίνην. τοῦτο μὲν
10. οὖν τὸ φάρμακον Λευκίου μὲν ὀνομάζει τοῦ καθηγητοῦ
11. Ἀσκληπιάδης, ὅπῃ δὲ διαφέρεται τῷ Ἥρᾳ διῆλθον. ἐσχάτης
12. δὲ τάξεώς ἐστι τῶν μαλακτικῶν, οὐ γὰρ ἂν εὕροις αὐτοῦ
13. μαλακτικώτερον τῶν σκιῤῥουμένων. ἐστόχασται δὲ ὁ συνθεὶς
14. αὐτὸ καὶ τοῦ διαφορεῖν τὸ περιεχόμενον ἐν τοῖς σκιῤῥουμένοις.
15. τὰ δὲ ἄλλα φάρμακα τὰ πρὸ αὐτοῦ βραχὺ
16. πλεονεκτεῖ τῶν προγεγραμμένων. ἐν αὐτοῖς δὲ περιέχεται καὶ
17. τὰ τμητικὰ τῶν πεπαχυμμένων καὶ γλίσχρων χυμῶν, ἃ πολλάκις
18. γίγνεται χρήσιμα τοῖς σκιῤῥουμένοις ὄγκοις, ὅταν ὑπὸ
19. γλίσχρων χυμῶν ἡ σκίῤῥωσις αὐτῶν κατασκευάζηται. μετρίως
1. μὲν οὖν ὁ ὀποπάναξ λεπτύνει. καλοῦσι δὲ οὕτως τὴν ῥίζαν
2. τοῦ πάνακος, οὗ τὸν καυλὸν ὀπίζοντες τὸν ὀποπάνακα ποιοῦσιν,
3. ἔστι γὰρ ῥυπτικῆς, οὐ τμητικῆς δυνάμεως. τέμνει δὲ
4. καὶ ῥύπτει καὶ διαφορεῖ σφοδρῶς οὐ μόνον χυμοὺς πεπαχυμμένους
5. τε καὶ γλίσχρους, ἀλλὰ καὶ αὐτὰ τὰ στερεὰ σώματα,
6. μετ’ αἰγείας κόπρου τὸ ὄξος, ἅτινα πρόσκειται τῷ
7. μετὰ τὸ προκείμενον φάρμακον ἐφεξῆς γεγραμμένῳ, ὅ φησιν
8. Ἀλκιμίωνος ἐπιγεγράφθαι. γράφει μὲν οὖν περὶ τοῦ προτέρου
9. τόνδε τὸν τρόπον. ἄλλο μάλαγμα Μάρκου Τελεντίου
10. Ἀσκληπιάδου, σφόδρα γενναῖον πρὸς τὰς προειρημένας διαθέσεις.
11. μάλιστα δὲ ποιεῖ πρὸς τὰς τῶν μητρῶν ἐμπνευματώσεις,
12. ἐπιγραφόμενον τὸ φάρμακον Ἀσκληπιάδειον διὰ τὸ
13. ἀναφέρεσθαι εἰς τὸν Βιθυνὸν Ἀσκληπιάδην. ♃ σμύρνης
14. δραχ. γ΄. ἄλλως γο γ΄. ὀποπάνακος ἡμίλιτρον, κηροῦ λίτραν α΄
15. S". χαλβάνης γο γ΄. μάννης ἡμίλιτρον, ἀμμωνιακοῦ θυμιάματος
16. ἡμίλιτρον, ῥητίνης φρυκτῆς λίτραν α΄ S". ὄξους κοτύλην
17. α΄. χρηστέον δ’ αὐτῷ καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν.
18. ἄλλο Ἀλκιμίωνος ἐπιγραφόμενον. ♃ κηροῦ λίτραν α΄.
1. ἥμισυ, ῥητίνης κολοφωνίας λίτραν α΄ S". ἀμμωνιακοῦ θυμιάματος
2. λίτραν α΄ S". χαλβάνης οὐγγίας γ΄. σμύρνης γο γ΄.
3. λιβάνου γο γ΄. ὀποπάνακος λίτραν α΄ S". προπόλεως οὐγγίας
4. γ΄. ὄξους ξέστας β΄. αἰγείας κόπρου γο γ΄. τρῖβε ἀμμωνιακὸν,
5. ὄξους ἐπιβαλὼν ξε. α΄. εἶτα ἐπίβαλλε τούτοις σμύρναν,
6. λίβανον, ὀποπάνακα καὶ πάλιν λέαινε. τὴν δὲ πρόπολιν
7. κόπτε μετὰ τὴν χαλβάνην. τὸν δὲ κηρὸν καὶ τὴν ῥητίνην
8. ἕψε, ἐπιβαλὼν ἐλαίου κοτύλας β΄. καὶ ὅταν συστραφῇ,
9. ἐπίβαλλε πρόπολιν καὶ χαλβάνην, κινῶν συνεχῶς. καὶ ὅταν
10. διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ψυγῆναι, καὶ ἀποξύσας
11. ἐπίβαλλε τοῖς λεανθεῖσι καὶ μίξας, ἀνελόμενος χρῶ. ἐπὶ τῷ
12. προγεγραμμένῳ μαλάγματι γέγραπται κατὰ τὸ Ἀσκληπιάδου
13. βιβλίον ἕτερον, ὀλίγον μὲν ἔχον μαλακτικῆς δυνάμεως,
14. τὸ πλέον δὲ θερμαντικῆς. ἔχει δὲ οὐ μόνον γεντιανῆς χυλὸν,
15. ἀλλὰ καὶ τοὺς ὀποὺς, τόν τε τοῦ πευκεδάνου καὶ τὸν τοῦ
16. σαγαπηνοῦ, θερμαίνοντα σφοδρῶς φάρμακα. μέμικται δ’
17. αὐτῷ καὶ ἀφρόνιτρον καὶ λίθου Ἀσίου ἄνθος, λεπτυντικῆς
1. τε καὶ τμητικῆς δυνάμεως φάρμακα. τὸ δὲ θεῖον τὸ ἄπυρον
2. ὅτι θερμαίνει, πάντες ἴσασι, καθάπερ γε καὶ τὸν πισσίτην
3. οἶνον. ὑπογράψω δὲ καὶ τοῦτο τὸ φάρμακον αὐτῇ τοῦ
4. Ἀσκληπιάδου λέξει. μάλαγμα φαρμιανὸν ἐπιγραφόμενον πρὸς
5. τὰς προειρημένας διαθέσεις. μάλιστα δὲ ποιεῖ πλευριτικοῖς,
6. καὶ γὰρ παραχρῆμα λύει τοὺς πόνους ἐπιτιθέμενον ἐν αὐτοῖς
7. τοῖς παροξυσμοῖς. δεῖ δὲ μετὰ τὴν ἐπίθεσιν τοῦ φαρμάκου
8. ἐρεύθου περὶ τοὺς τόπους γενομένου βαστάζειν τὸ
9. σπλήνιον καὶ πάλιν διαστήσαντας ἐπιθεῖναι, λύει καὶ τὰς
10. κεχρονισμένας διαθέσεις. ♃ κηροῦ λίτρας ε΄. ἢ λίτραν α΄.
11. ἀμμωνιακοῦ θυμιάματος λίτρας γ΄. φρυκτῆς γο γ΄. ἢ λίτραν
12. α΄. τερμινθίνης λίτραν α΄. λιβάνου λι. α΄ S". σμύρνης γο στ΄.
13. ἀλόης γο στ΄. οἰσύπου γο γ΄. γεντιανῆς χυλοῦ γο γ΄. ὀποῦ
14. πευκεδάνου γο γ΄. ἢ ὀποπάνακος γο στ΄. σαγαπηνοῦ γο δ΄.
15. ἀφρονίτρου οὐγγίας στ΄. λίθου Ἀσίου ἄνθους γο στ΄. προπόλεως
16. γο γ΄. θείου ἀπύρου γο δ΄. οἴνου πισσίτου ξέστας ε΄.
17. ἕψε δὲ πισσίτην καὶ τὸν χυλὸν τῆς γεντιανῆς, τὰ δὲ τηκτὰ
18. τήξας ἔα ψυγῆναι. τὸ δὲ ἀμμωνιακὸν καὶ τὸν λίβανον
1. καὶ τὴν σμύρναν καὶ τὴν ἀλόην συντρίψας καὶ βαλὼν
2. εἰς θυείαν, ἐπίβαλλε τούτοις τὸ ὑγρόν. καὶ ὅταν διαλυθῇ,
3. τρῖβε φιλοπόνως. τὰ δὲ ξηρὰ κόψας καὶ σήσας ἐπίβαλλε
4. τοῖς λεανθεῖσι, καὶ ἀνακόψας ἐπιμελῶς ἐπίβαλλε τούτοις τὰ
5. τηκτὰ ἀναζεθέντα χωρὶς ἐγκηρίδων. καὶ μίξας, ἀνελόμενος
6. χρῶ. μετὰ τὸ προειρημένον ἐφεξῆς ἔγραψεν ὁ Ἀσκληπιάδης
7. ἕτερον μάλαγμα παραπλησίως αὐτῷ κατὰ τήνδε τὴν λέξιν.
8. ἄλλο τὸ τοῦ Νεαπολίτου, ἐσκευάσθη Ἀκυλίᾳ Σεκουνδίλλῃ.
9. ♃ οἴνου πισσίτου ξέστας στ΄. κηροῦ λίτρας στ΄. ἀμμωνιακοῦ
10. θυμιάματος λίτρας γ΄. φρυκτῆς λίτρας γ΄. τερμινθίνης λίτραν
11. α΄ S". λιβάνου λίτραν α΄ S". σμύρνης γο στ΄. ἀλόης
12. γο στ΄. ἀφρονίτρου γο στ΄. λίθου Ἀσίου ἄνθους οὐγγίας
13. στ΄. γεντιανῆς χυλοῦ τῆς ῥίζης γο στ΄. σαγαπηνοῦ γο δ΄.
14. θείου ἀπύρου γο δ΄. προπόλεως γο δ΄. πάνακος ῥίζης
15. γο γ΄. σαμψύχου γο γ΄. πεπέρεως λευκοῦ γο γ΄. σκεύαζε
16. καὶ χρῶ καθὰ προείρηται.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 7.6, ed. Kühn, 1827, vol. 13, p. 967-976. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:7.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩