Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]

Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1

De compositione medicamentorum per genera, 7.8, ed. Kühn, 1827, vol. 13, p. 988-991. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:7.8

4. Ἐπεὶ καὶ πρὸς
5. μνήμην ἐστὶ χρήσιμα τὰ διὰ μέτρων γεγραμμένα καὶ τὰς συμμετρίας
6. τῶν φαρμάκων ἀκριβῶς φυλάττει, διὰ τοῦτο καὶ τὰ
7. Δαμοκράτους εἴωθα προσγράφειν, ἐν οἷς ἐστι καὶ τοῦτο
8. προσγεγραμμένον.

9. Χρεία δὲ πάντως καὶ μαλάγματος καλοῦ
10. Τοῖς σφόδρα φιλιάτροισιν ἔσται πολλάκις
11. Πρὸς σπάσματα μυῶν μεγάλα καὶ πρὸς ῥήγματα
12. Ἄρθρων. ἔτι δὲ καὶ λυγίσματα,
13. Νεύρων παχυσμοὺς καὶ μυῶν τὰς σκληρίας
14. Μετὰ φλεγμονῆς, πρὸς μέντοι καὶ τὰ δήγματα,
15. Πρὸς ταῦτα τοῦτό ἐστι δραστικώτατον.
16. Αἴρει δὲ καὶ λειχῆνας αὐτὸ καὶ λέπρας,
17. Ἐπικείμενον τὸ πλεῖστον ἡμέρας ι΄.
18. Ἀλλαττόμενον παρὰ μίαν ἢ β΄. ἡμέρας.
1. Πίσσης διαυγοῦς ξηροτάτης λίτρας β΄.
2. Μίαν πιτυΐνης καὶ μίαν κηροῦ καλοῦ,
3. Ἀμμωνιακοῦ καὶ στυπτηρίας ὑγρᾶς πάλιν
4. Μίαν ποίει, δριμυτάτου ὄξους β΄.
5. Ξέστας μετρήσας, ἔχε παρεσκευασμένον.
6. Κατὰ τὸ σπάνιον δὲ χαλβάνης β΄. οὐγγίας
7. Τινὲς προσέβαλλον, βουλόμενοι τὰς σκληρίας
8. Θᾶσσον μαλάξαι τὰς ἐχούσας καὶ χρόνον.
9. Σκεύαζε δ’ οὕτως, ἀπολαβὼν ὄξους τρίτον,
10. Ἀμμωνιακοῦ κατάχει τε καὶ στυπτηρίας,
11. Καὶ λεῖα ποιῶν ἐν θυείᾳ μείζονι,
12. Πάχος ποίησον μέλιτος ὑγροῦ προσφάτου.
13. Πίσσαν δὲ καὶ τὸ λοιπὸν ἐν καινῇ χύτρᾳ
14. Ἕψησον, ὡς πᾶν παρ’ ἐλάχιστον ἐκφρυγῇ,
15. Οὕτως κατάχει τε τῶν καλῶς λελεασμένων
16. Ἐν τῇ θυείᾳ κἀνάκοφθ’ ἕως λάβῃ
17. Ξανθὸν τὸ χρῶμα μηλίνῃ προσεμφερές.
18. Μῖξαι δὲ πάντως βουλόμενος καὶ χαλβάνην.
1. Μετὰ κηροῦ ταύτην πιτυΐνην τε προσβαλεῖς,
2. Ἄρας μετ’ ὀλίγον τὴν χύτραν ἀπὸ τοῦ πυρός.
3. Τινὲς δὲ προσβάλλουσι μάννης σταθμὸν ἴσον,
4. Τὴν στυπτηρίαν αἴροντες ἐκ τοῦ φαρμάκου.
5. Καὶ χρώμενοι πρὸς τὰ τοιαῦτα, προσφάτους
6. Κολλῶσι ταύτῃ τῇ δυνάμει διαιρέσεις.
7. Τούτῳ δὲ κέχρησο κἀπὸ πρώτης ἡμέρας,
8. Ἐφ’ ὧν προεῖπον, ὅταν ἔχωσιν εὐλαβῶς,
9. Πρὸς τὰς ἀμυχάς τε καὶ τὰ ταύταις ἑπόμενα.
10. Τῷ σπληνίῳ δ’ ἄνωθεν ὄξει διάβροχον
11. Σπόγγον ἐπίβαλλε κἀπίδει πεπιεσμένως,
12. Οὕτως ἐπιῤῥίψεις αὐτὸ καὶ τοῖς σπληνικοῖς.
13. Ἐφ’ ὧν δ’ ὑπονοεῖς τὸν σκίῤῥον σπλάγχνῳ τινὶ
14. Ἐσόμενον, ἀδεῶς κέχρησο τῷ μαλάγματι.

15. Μετὰ τοῦτο τὸ φάρμακον ὁ Δαμοκράτης ἔγραψε τὴν
16. διὰ τῶν ἁλῶν, ἀρξάμενος αὐτῆς οὕτως.

17. Ἄν ἐπιμένῃ τούτων τινὶ πλείοσι χρόνοις;
18. Σκεύαζε καὶ τοῦθ’, ὡς κάλλιστον φάρμακον.

1. Εἶτα μετὰ τοῦτο καὶ ἄλλο δι’ ἁλῶν γράφει καὶ μετ’
2. ἀμφότερα πάλιν ἄλλο, χοιράδας δὲ διαφορεῖν ἐπαγγελλόμενον
3. καὶ ἥπατος καὶ σπληνὸς ὑδερώδεις διαθέσεις. ἐμοὶ δὲ
4. ἄμεινον ἔδοξεν, ἐν ταῖς διαφορητικαῖς ἐμπλάστροις ταῦτα
5. γράψαι τὰ φάρμακα.

Cliquer un n° de page pour en afficher l’image