6. Καλεῖταί
7. τινα χαλαστικὰ φάρμακα συνήθως ἅπασι σχεδόν τι τοῖς
8. νεωτέροις ἰατροῖς, ἐφ’ ὧν, ὡς καὶ τοὔνομα μὲν δείκνυσι,
9. χαλᾷ τὰ τετανυμένα μόρια. τὸ γὰρ κεχαλάσθαι τῷ συντετάσθαι
10. κατὰ τοὐναντίον λέγεται. γέγραπται γοῦν που καὶ
11. ὑφ’ Ἱπποκράτους ᾧδε. δέρματος σκληροῦ μάλθαξις, συντεταμένου
12. χάλασις. εἰ μὲν οὖν κυρίως τις χρῷτο τοῖς ὀνόμασι,
13. μαλακτικὰ τῶν ἐσκληρυσμένων σωμάτων εἶναί τινα φήσει
14. φάρμακα, τὰ λυτικὰ δηλονότι τῆς σκληρότητος αὐτῶν, ὥσπερ
15. γε καὶ χαλαστικὰ τὰς τῆς τάσεως ἰατικά. συμβαίνει δὲ ἐπὶ
16. ταῖς φλεγμοναῖς τετάσθαι τὸ δέρμα, ποτὲ μὲν ὑπὸ
17. τοῦ ὑποκειμένου ὄγκου τὸ σύμπτωμα τοῦτο λαμβάνον, ἐνίοτε
18. δὲ καὶ αὐτὸ συμφλεγμαῖνον, οὐ μὴν ἡ οὐσία τῆς φλεγμονῆς
1. ἡ σκληρότης ἐστὶ τοῦ φλεγμαίνοντος μέρους, ἀλλὰ τοὐναντίον
2. ἅπαν, ὡς ἐν τοῖς περὶ αὐτῆς λόγοις δείκνυμεν, ὑγρότης. ἐν
3. δὲ τοῖς σκιῤῥουμένοις οὐχ ὑγρότης ἐστὶν ἡ ἐπικρατοῦσα
4. κατὰ τὸ πεπονθὸς μόριον, ἀλλ’ ἡ σκληρότης. ἀμφοτέρων δὲ
5. τῶν παθῶν ὁμογενής πώς ἐστιν ἡ γένεσις καὶ ἡ ἴασις. γεννᾶται
6. γὰρ ἐξ ἐπιῤῥοῆς, ἰᾶται δὲ κενωθέντων αὐτῶν. οὐ μὴν
7. ὅ γε τρόπος τῆς κενώσεως ἐπ’ ἀμφοῖν ὁ αὐτὸς, ἀλλὰ ὡς
8. ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ δέδεικται, καθ’
9. ἣν καὶ τῶν ἄλλων ἁπάντων παθῶν ἡ τῆς ἰάσεως εἴρηται
10. μέθοδος, ἐπὶ μὲν τῶν φλεγμαινόντων μορίων ἥ τε ἀποκρουστικὴ
11. ποιότης τῶν φαρμάκων ὠφέλιμός ἐστι κατὰ τοὺς πρώτους
12. χρόνους, ἥ τε διαφορητικὴ μέχρι παντός. κατὰ δὲ τοὺς
13. σκίῤῥους ἡ διαφορητικὴ μόνη χωρὶς τῆς ἀποκρουστικῆς. τὰ
14. μὲν οὖν τελέως σκιῤῥωθέντα τελέως ἐστὶν ἀνίατα. διαγινώσκειν
15. δ’ αὐτὰ χρὴ τῷ μηδεμίαν αἴσθησιν ὑπολείπεσθαι τοῖς
16. πεπονθόσι μέρεσιν. ἐφ’ ὧν δ’ ἐστὶ μὲν αἴσθησις, ἀλλ’ ἀμυδρὰ,
17. θεραπεύεται ταῦτα διὰ φαρμάκων διαφορούντων μὲν
18. δηλονότι τὸ παχυνθὲν ὑγρὸν, οὐ μὴν ἰσχυρῶς γε καὶ ἀθρόως
1. τοῦτο ποιούντων, ὡς τὰ διαφορητικὰ ποιοῦσι φάρμακα. καλοῦσι
2. δὲ ἐπισπαστικά τε καὶ ἐξιπωτικὰ τὰ τοιαῦτα. θαυμάζειν
3. δ’ οὐ χρὴ τὴν μετάπτωσιν εἰς σκληρότητα γιγνομένην
4. ἐκ τῶν φλεγμαινόντων, ὅταν ἅμα τό τε ἐπιῤῥυὲν ὑγρὸν ᾖ
5. παχύτερόν τε καὶ γλίσχρον, ἥ τε ἴασις διὰ φαρμάκων γένηται
6. ξηραινόντων σφοδρῶς. ὡς γὰρ κᾀπὶ τῶν ἐκτὸς αὐτῷ
7. μὲν ὁμιλοῦντα τῷ πυρὶ πολλὰ τῶν σωμάτων φρύγεται, δι’
8. ὕδατος δὲ ἀναμαλάττεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν
9. φλεγμαινόντων ἡ κατὰ τὸν πεπονθότα τόπον ὑγρότης ὑπὸ
10. μὲν τῶν θερμαινόντων τε καὶ ξηραινόντων ἰσχυρότερον φαρμάκων
11. ὑπολειπόμενον ἴσχει τι γλίσχρον καὶ παχὺ, διαφορηθέντος
12. τοῦ λεπτοῦ. καὶ τούτῳ τῷ τρόπῳ κατά τε τὰς ἀρθρίτιδας
13. οἱ πῶροι γίγνονται καὶ κατὰ τὰς νεφρίτιδας οἱ
14. λίθοι. ἐὰν δέ ποτε τὸ φλεγμονὴν ἐργασόμενον ῥεῦμα λεπτὸν
15. ᾖ κατὰ τὴν σύστασιν, ἥ τε ἴασις αὐτοῦ διὰ τῶν ξηραινόντων
16. καὶ θερμαινόντων γένηται φαρμάκων, οὐδὲν ὑπολείπεται
17. σκιῤῥῶδες. οὐχ ἥκιστα δὲ καὶ τὰ σφοδρῶς ψύχοντά τε
18. καὶ στύφοντα τοὺς σκίῤῥους εἴωθεν ἐργάσασθαι. καὶ πολλοὺς
19. ἐξ ἐρυσιπελάτων ἀμέτρως παθόντων ταῦτα σκιῤῥώδεις
1. ὄγκους ἔχοντας θεώμεθα διὰ τὴν ἀμαθίαν τῶν θεραπευτάντων
2. αὐτοὺς ἰατρῶν. πρώτη μὲν οὖν διαφορὰ τῶν τε τὰς
3. φλεγμονὰς θεραπευσάντων φαρμάκων ἐστὶ καὶ τῶν τοὺς
4. σκίῤῥους ἡ εἰρημένη. ἑτέρα δὲ ἡ διὰ τὴν συνεζευγμένην ὀδύνην
5. τοῖς φλεγμαίνουσιν οὐκ ἀνεχομένην ἰσχυρὸν φάρμακον
6. προσφέρεσθαι τῷ πεπονθότι μορίῳ. σὺν ὀδύνῃ γὰρ ἐνεργεῖ
7. ταῦτα, φθανόντων ὀδυνᾶσθαι τῶν φλεγμαινόντων διὰ τὸ
8. πάθος καὶ διὰ τοῦτο μαλακωτάτων φαρμάκων δεομένων.
9. τὰ σφοδρότερα δὲ πρὸς τῷ μὴ λύειν ἢ παρηγορεῖν τὰς ὀδύνας,
10. ἔτι καὶ παροξύνοντα, μείζονας ἐργάζεται τὰς φλεγμονάς.
11. πρώτη μὲν οὖν χρῆσις ἐπὶ τῶν ὀδυνωμένων φλεγμονῶν
12. ἐστιν ἡ διὰ τῶν ὑγρῶν ἱκανῶς φαρμάκων, ἅμα τῷ μετρίως
13. θερμαίνειν. ἐφεξῆς δὲ ἡ διὰ τῶν ἠρέμα παχυτέρων τε καὶ
14. ξηραντικωτέρων. ἡ τρίτη δὲ διὰ τῶν χαλαστικῶν ὀνομαζομένων,
15. ἅ τινες ἐν τοῖς μαλάγμασι γράφουσιν. ἔστι δὲ αὐτῶν
16. μαλακτικώτατα μὲν ὅσα κηρωτοειδῆ ταῖς συστάσεσιν, ὅταν
17. διὰ βουτύρου καὶ κηροῦ καὶ στεάτων, ἐλαίου τε χαλαστικοῦ
18. συντίθεται. μίγνυται δὲ τούτοις οἰσύπου τε καὶ ῥητίνης καὶ
1. πίσσης ὀλίγον, ὥσπερ γε καὶ λιβανωτὸς καὶ χαλβάνη καί τι
2. καὶ τῆς Ἰλλυρικῆς ἴρεως. ηὑρέθη δὲ ὑπὸ Μενεκράτους, ὡς
3. αὐτός τε λέγει καὶ ἄλλοι τινὲς αὐτῷ μαρτυροῦσιν, ἡ
4. διὰ χυλῶν ὀνομαζομένη τῶν μηκέτι ὀδυνωμένων ἰσχυρῶς
5. φλεγμονῶν, ἰατικὸν φάρμακον. ἐπιγέγραπται δὲ τὸ βιβλίον,
6. ἐν ᾧ γέγραπται τὸ φάρμακον, αὐτοκράτωρ ὁλογράμματος·
7. αὐτοκράτωρ μὲν, ἐπειδὴ τούτῳ προσπεφώνηται, ὁλογράμματος
8. δὲ διότι χωρὶς χαρακτήρων ὅλαις ταῖς συλλαβαῖς
9. γέγραπται β΄ καὶ γ΄. καὶ δ΄. καὶ ε΄. καὶ τῶν ἄλλων ἀριθμῶν
10. ἕκαστος, ἤτοι ῥητίνης ἢ πίσσης ἤ τινος ἄλλου φαρμάκου.
11. τοῦτο δ’ ἔπραξεν ὁ Μενεκράτης, ἐπειδὴ πολλάκις
12. οὐ μόνον ἀκόντων ἁμαρτάνεσθαι συμβαίνει κατὰ τὰς γραφὰς,
13. ἀλλὰ καὶ διὰ φθόνον ἑκόντων ἐνίων, τὸ μὲν ο γράμμα
14. θ ποιούντων διὰ μέσης τῆς στρογγύλης γραμμῆς ἑλκυσθείσης
15. ἑτέρας ἐγκαρσίας, τὸ δὲ ἰῶτα γράμμα προστεθείσης ἑτέρας
16. ὁμοίως ἐγκαρσίας, ὥσπερ καὶ ἀποξυσθείσης μιᾶς γραμμῆς
17. ἐκ τοῦ γράμμα καὶ ῥῶ τὸν χαρακτῆρα τοῦ ἰῶτα καταλείπεσθαι
18. συμβαίνει. κατὰ τὸν αὐτὸν δὲ τρόπον ἐκ πολλῶν
19. γραμμάτων τῶν μὲν προσθέσει, τῶν δὲ συνθέσει, τῶν δ’ ἀφαιρέσει,
1. συμβαίνει τὴν ἀλλοίωσιν γενέσθαι τῶν δηλούντων αὐτὰ
2. χαρακτήρων. ἀλλ’ οὐδέν γε πλέον εἰργάσατο πρὸς τὸν ἑξῆς
3. χρόνον ὁ Μενεκράτης, τῶν ἐγγραφομένων αὐτοῦ τὴν βίβλον,
4. οὐχ ὁλογραμμάτους τὰς προσηγορίας τῶν ἀριθμῶν γραφόντων,
5. ἀλλὰ διὰ τῶν δηλούντων αὐτὰ χαρακτήρων. εἰκότως
6. οὖν ηὐδοκίμησε τὰ Δαμοκράτους βιβλία τῶν φαρμάκων εἰς
7. μέτρα γραφέντα, καὶ εἴπερ ἅπαντα τὸν τρόπον τοῦτον ἐγέγραπτο,
8. κάλλιστον ἂν ἦν. ἐπεὶ δ’ οὐκ ὀλίγα τῶν δοκίμων
9. φαρμάκων παραλέλειπται, διὰ τοῦτο καὶ τῶν ἄλλων φαρμακιτίδων
10. βίβλων δεόμεθα, δι’ ὧν ἔγραψαν ἔνιοι ποικίλων
11. φαρμάκων συνθέσεις. ἀλλ’ ἥ γε διὰ τῶν χυλῶν ὑπὸ Μενεκράτους
12. εὑρεθεῖσαι διὰ τῶνδε τῶν τριμέτρων στοιχείων ὑπὸ
13. Δαμοκράτους γέγραπται, μετά τινων μὲν καὶ ἄλλων, ὁμοίως
14. ἑαυτῇ προγεγραμμένων αὐτῆς δυοῖν.
⟨
(De comp. med. per gen.) [n° 082 Fichtner] [GalLat]
De compositione medicamentorum per genera
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
De compositione medicamentorum per genera, 1827, vol. 13, p. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1
De compositione medicamentorum per genera, 7.9, ed. Kühn, 1827, vol. 13, p. 991-996. urn:cts:greekLit:tlg0057.tlg077.1st1K-grc1:7.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩