Galenus. De antidotis (De antid.) [n° 083 Fichtner]

Περὶ ἀντιδότων
Antidotes
Antidotes (Ant.)
De antidotis, 1827, vol. 14, p. 1-209. urn:cts:greekLit:tlg0057.tlg078.verbatim-lat1
, 1980 (deu).

De antidotis, 1.10, ed. Kühn, 1827, vol. 14, p. 51-54. urn:cts:greekLit:tlg0057.tlg078.1st1K-grc1:1.10

7. Ἐν τῇ προγεγραμμένῃ
8. συνθέσει τῆς θηριακῆς δυνάμεως ὁ Ἀνδρόμαχος,
9. ὅπως μὲν χρὴ σκευάζειν τούς τε θηριακοὺς καὶ τοὺς σκιλλητικοὺς
10. κυκλίσκους, δεδήλωκεν· ὅπως δὲ τὸ ἡδύχροον, οὐδὲν
11. εἶπεν. καὶ ἄλλοι δὲ πολλοὶ τῶν γεγραφότων σύνθετα φάρμακα
12. παρέλιπον εἰπεῖν τὴν σκευασίαν τοῦ ἡδυχρόου κατὰ
13. τὴν περὶ τῆς θηριακῆς διήγησιν, ὥστε τις ἰατρὸς ἐν Ῥώμῃ
14. τῶν μὴ τεθεαμένων σκευαζόμενον τὸ φάρμακον, ἐκ τῆς
15. γραφῆς ἐπ' αὐτὸ παραγίνεσθαι τολμῶν, ἐζήτει παρὰ τοῖς
16. μυροπώλαις ἡδύχροον, οἰόμενος εἶναι βοτάνην, ἤ τι τοιοῦτο
17. τῶν ἁπλῶν φαρμάκων. ἐγὼ δὲ καὶ τοῦτο δηλώσω κατὰ
1. τὴν Ἀνδρομάχου διαδοχὴν τῶν Καίσαρι σκευαζόντων αὐτὸ
2. μέχρι νῦν, ὅπως συντιθέασιν. ἵνα δὲ καὶ αὐτὴ δυσπαραποίητος
3. ᾖ, διὰ λέξεως ἐμμέτρου δηλωθήσεται τοῖς
4. ὑπογεγραμμένοις.

5. Ἡδυχρόου δέ τι μάγμα, μάρου μὲν ἔχει δύο δραχμὰς,
6. Ἴσας δ' αὖ ἀσάρου τε, καὶ ἀμαράκου, ἀσπαλάθου τε
7. Καὶ σχοίνου, καλάμου τ' εὐώδεος, ἐκ πόντου τε
8. Φοῦ, ξυλοβαλσάμου τ', ὀποβαλσάμου τε δραχμὰς τρεῖς,
9. Καὶ κιναμώμου εἰσὶν ἴσαι, καὶ κόστου ἐπ' αὐτῷ.
10. Σμύρνης τ' ἓξ δραχμὰς, καὶ φύλλου μαλαβάθροιο,
11. Ἴσον δ' αὖ Ἰνδῆς νάρδου ξανθοῦ τε κρόκοιο.
12. Καὶ μὴν καὶ κασίης ἴσαι, διπλαῖ δέ τ' ἀμώμου.
13. Λοιπὴ δ' ἐκ κραναῆς Χίου δραχμῆς βάρος εἴη,
14. Μαστίχη, οἴνῳ δ' αὖ Φαλερίνῳ φυρήσασθαι.

15. ὅταν ταῦτα μιχθῇ, κυκλίσκοι δηλονότι γίνονται παραπλήσιοι
16. τοῖς θηριακοῖς τε καὶ σκιλλητικοῖς, καὶ ξηραίνονται
1. κατὰ τὸν αὐτὸν τρόπον. αὕτη μὲν ἐκ διαδοχῆς, ὡς ἔφην,
2. εἰς ἡμᾶς ἦλθεν ἀπ' Ἀνδρομάχου σύνθεσις τοῦ ἡδυχρόου.
3. διαφέρουσαι δ' ἄλλαι γεγραμμέναι πρὸς τινῶν εἰσιν, ὑπὸ
4. μὲν τῶν ἐπιμεληθέντων ἐμπειρίας φαρμάκων ἐν τῷ σταθμῷ
5. τῶν βαλλομένων διαλλάττουσαι. τινὲς δ' οὐδ' ὅλως
6. ἔχουσι τὸ ἀμάρακον καὶ τὸ μάρον, ἔνιαι δὲ τὸ ἕτερον αὐτῶν
7. ἔχουσαι μόνον. οὐδὲ γὰρ οἱ μυροπῶλαι πάντες αὐτὰ γινώσκουσι,
8. διὰ τὸ μόνας ὠνεῖσθαι τὰς ἀπὸ Κρήτης κομιζομένας
9. βοτάνας ἅμα τοῖς σπέρμασί τε καὶ χυλοῖς. ἐγὼ δὲ
10. καὶ τὰς βοτάνας αὐτὰς ἠπιστάμην ἐν Ἀσίᾳ γεννωμένας, ἐν
11. ἄλλοις μὲν χωρίοις ὀλίγας, ἐν Κυζίκῳ δὲ πλείστας, καὶ
12. κατά γε τὴν Ἰταλίαν ὥσπερ ἄλλας τινὰς, οὕτω καὶ τὸ
13. ἀμάρακον εἶδον γεννώμενον. ἀπολείπεται δὲ τὸ φυτὸν τοῦτο
14. τοῦ μάρου πάμπολυ κατὰ τὴν εὐωδίαν. ἱκανῶς γὰρ εὐῶδες
15. τὸ μάρον, καὶ τό γε καλούμενον ἀμαράκινον μύρον ἐν Κυζίκῳ
16. σκευαζόμενον, ὅσον μὲν ἐπὶ τῇ προσηγορίᾳ, δόξειεν
17. ἅν τις ἀμαράκου ἔχειν πλεῖστον, καὶ ἴσως οὕτως ὑπὸ τῶν
18. παλαιῶν ἐσκευάζετο, νυνὶ δὲ τὸ μάρον ἐμβάλλουσι μόνον.
1. ἐγὼ μέντοι γευσάμενος τῆς πόας, εὑρών τε πικρότητα μὲν
2. ἐν αὐτῇ παμπόλλην, δριμύτητα δὲ οὐ πολλὴν, παρεκάλεσά
3. τινα τῶν συνήθως ἀμαράκινον σκευαζόντων, ἐπεμβάλλειν
4. ἀμαράκου τῇ σκευασίᾳ τοσοῦτον ὅσον καὶ τοῦ μάρου. καί
5. μοι τὸ σκευασθὲν οὕτως ἧττον μὲν εὐῶδες ἐφάνη, χείρω δ'
6. οὐδὲν ἐνήργει. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἰρήσθω.

Cliquer un n° de page pour en afficher l’image