Galenus. De antidotis (De antid.) [n° 083 Fichtner]

Περὶ ἀντιδότων
Antidotes
Antidotes (Ant.)
De antidotis, 1827, vol. 14, p. 1-209. urn:cts:greekLit:tlg0057.tlg078.verbatim-lat1
, 1980 (deu).

De antidotis, 1.11, ed. Kühn, 1827, vol. 14, p. 54-58. urn:cts:greekLit:tlg0057.tlg078.1st1K-grc1:1.11

7.
8. Μεταβῶμεν δ' ἤδη πρὸς τὴν σκευασίαν ταύτης
9. τῆς ἀντιδότου, κατὰ τὴν αὐτὴν τάξιν, ἑκάστου τῶν ἐμβαλλομένων
10. αὐτῇ μνημονεύοντες, ἣν διὰ τῶν προγεγραμμένων
11. ἐπῶν τῆς ἐλεγείας ὁ Ἀνδρόμαχος ἐποιήσατο, πεντήκοντα
12. μὲν ἀξιῶν δραχμὰς δυοῖν δεούσας ἐμβάλλειν τῶν σκιλλητικῶν
13. ἀρτίσκων, ὅπερ ταὐτόν ἐστι τῷ φάναι μη΄. τούτων
14. δ' ἡμισείας, ὅπερ ἐστὶ κδ΄. δραχμὰς τῶν θηριακῶν,
15. ὀπίου τε καὶ ἡδυχρόου καὶ μακροῦ πεπέρεως. περὶ μὲν
16. οὖν τῶν γ΄. εἴρηται. τὸ δὲ μακρὸν πέπερι πανούργως
17. κατασκευαζόμενον ἐλέγξεις διαβρέχων ὕδατι. λύεται γὰρ τὸ
18. σκευασθὲν, ἄλυτον δὲ μένει τὸ αὐτοφυές. ἔστι δὲ αὐτὸ
1. βοτάνη τις ξανθὴ ἀπὸ τῆς Ξένης κομιζομένη παραπλησία
2. ἰδεῖν, οὐ μὴν τῇ γεύσει γε ἐοικυῖα, διὸ καὶ ῥᾷστόν ἐστιν
3. αὐτὴν διακρῖναι μακροῦ πεπέρεως. ἐλέγξεται δὲ καὶ τὸ
4. σαγαπηνὸν καλούμενον ὕδατι βρεχόμενον, ἢ οἴνῳ. διαλύεται
5. γὰρ εὐθὺς τὸ ἀληθινὸν, ἀτήκτου μένοντος τοῦ μὴ
6. τοιούτου. εἴτε δ', ὡς οὐδέτερον ὄνομα τὸ σαγαπηνὸν ἐθέλεις
7. λέγειν, εἴτε δ', ὡς ἀρσενικὸν, ὅλον τοῦτο καλῶν σαγαπηνὸν
8. ὀπὸν, ἔστι γὰρ ὄντως ὀπὸς νάρθηκός τινος ὁμοίου
9. τῷ πάνακι, διήνεγκεν οὐδέν. ἀλλ' ὁ μὲν τοῦ πάνακος ὀπὸς
10. οὐδὲν ἔχει παραπλήσιον τῷ ἐν τῇ χαλβάνῃ λευκοτέρῳ. ἔστι
11. δ' αὐτῆς τὸ μὲν ὄντως εἰς σαγαπηνὸν μεταπίπτον, ὅσον
12. ἀφρῶδές τε καὶ κοῦφόν ἐστι, τὸ δὲ τῇ καλλίστῃ χαλβάνῃ
13. σαγαπηνιζούσῃ. πυκνὸν δ' ἐστὶ τοῦτο, καὶ πολὺ μᾶλλον
14. ἐσφιγμένον τῆς ἄλλης χαλβάνης. κεχρῆσθαι δ' αὐτῷ προσῆκεν,
15. ὡς ἀρίστῳ μορίῳ χαλβάνης. ἐπεὶ δὲ μεταπίπτειν
16. εἶπον ἐκ χαλβάνης εἰς σαγαπηνὸν, ὅσον ἂν ἀφρῶδες ἐν
17. αὐτῷ, συστὰν καὶ λευκὸν, ἑτοίμως ἐν ὑγρῷ λύεται.
18. προσθεῖναι μέντοι χρὴ τῷ λόγῳ καὶ μάλιστα διὰ τὴν 
1. ὁμοιότητα τῆς μεταπτώσεως ἐκ τῆς ἀρίστης κασσίας εἰς
2. κιννάμωμον. ἐθεασάμην γὰρ ἤδη πολλάκις ὑψηλῆς καὶ
3. εὐθαλοῦς κασσίας ὡς εἰς θάμνου μέγεθος ἀνήκειν ἀκρέμονάς
4. τινας ἀκριβῶς ὁμοίους κινναμώμῳ κατά τε τὴν ὄψιν
5. καὶ τοῦ φλοιοῦ τὴν λεπτότητα, καὶ πρὸς τούτοις ἔτι τὰ
6. βεβαιότατα γνωρίσματα κινναμώμου διὰ τῆς γεύσεως τε
7. καὶ ὀσφρήσεως γινόμενα. οὕτω δὲ καὶ κατὰ τὴν ἀρίστην
8. σμύρναν ὀποκάλπασον εὑρίσκεται, διαφέρον σμύρνης, καὶ
9. κατά γε τὰ τρία ταῦτα, λέγω δὲ τό τε σαγαπηνὸν καὶ τὸ
10. ὀποκάλπασον καὶ τὴν κασσίαν, ἐν μὲν τῷ μεταξὺ γίνεταί
11. τινα μηκέτι μένοντα, μήτε χαλβάνη, μήτε κασσία, μήτε
12. σμύρνη, μηδέπω ἀκριβῆ τὴν ἰδέαν ἔχοντα σαγαπηνοῦ καὶ
13. κινναμώμου καὶ ὀποκαλπάσου. διὸ καὶ πολλάκις χρὴ τεθεᾶσθαι
14. τὸν μέλλοντα διαγιγνώσκειν καὶ διακρίνειν ἀλλήλων
15. τὰ παραπλήσια· καθάπερ γε ἐπὶ τῶν ὁμοίων ἀλλήλοις παιδαρίων
16. διδύμων οἱ μὲν ἀήθεις ὄντες οὐ δύνανται διακρίνειν
17. τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου, ῥᾴστη δὲ ἡ διάγνωσις
18. γίνεται τοῖς ὁμοδιαίτοις, οὕτως ἔχει κᾀπὶ τῶν φαρμάκων
1. ἁπάντων. ὁ γὰρ ἐντεθραμμένος αὐτοῖς καὶ πολλάκις ἑορακὼς
2. εὑρίσκει τε καὶ γνωρίζει ῥᾳδίως τὰς παρὰ μικρὸν διαφοράς·
3. ὁ δ' ἅπαξ ἢ δὶς ἑορακὼς ὡς ἀπαράλλακτον τεθέαται
4. τῷ ἑτέρῳ τὸ ἕτερον, ἔχον ἐνίοτε σαφεστάτην διάκρισιν,
5. ἐναργῶς φαινομένην τῷ πολλάκις ἑορακότι, ὥστε
6. καὶ δι' ἑνὸς τῶν συμβεβηκότων αὐτοῖς γνωρίζεσθαι ῥᾳδίως.
7. τὸ γοῦν ἐκ χαλβάνης σαγαπηνὸν οὐκ ἔχει τὴν ὀσμὴν τῆς
8. ἰδιότητος τὴν αὐτὴν τῷ κυρίως ὀνομαζομένῳ σαγαπηνῷ. τὸ
9. γὰρ ὑπὸ τῶν περὶ τὰ τοιαῦτα δεινῶν ὀνομαζόμενον ὀσμῆς
10. εἶδος τραγίζον οὐκ ἀποτίθεται τὸ ἐκ τῆς χαλβάνης σαγαπηνόν.
11. ἀλλὰ ἐπὶ μὲν τοῦ τοιούτου σαγαπηνοῦ καὶ τῆς
12. χαλβάνης ταύτης οὐ μεγάλη τίς ἐστιν ἡ διαφορὰ πρὸς τὴν
13. τοῦ φαρμάκου σύνθεσιν. ἄμφω γὰρ ἁρμόττει καὶ ἀντιτέτακται
14. τοῖς ἰοβόλοις τε καὶ δηλητηρίοις, ἀλλ' ἧττον ἡ χαλβάνη
15. τοῦ σαγαπηνοῦ. τὸ δὲ ὀποκάλπασον ἀναιρετικόν ἐστι,
16. καὶ πολλοὺς κατά τινα τύχην ἐν τοῖς τῆς ἡμετέρας ζωῆς
17. χρόνοις ἀποθανόντας οἶδα διὰ τὴν ἄγνοιαν τῆς ὀποκάλπασον
18. ἐχούσης σμύρνης. ἐξεπίτηδες γὰρ ἔνιοι τῶν σκευαζόντων
1. αὐτὴν ὡς ἀρίστην ἔβαλον, ἐπειδὴ τοῖς κολλυρίοις
2. ἐμβαλλομένην ὁρῶσι κάλλιστον οὖσαν φάρμακον, ἀδήκτως γὰρ
3. διαφορεῖ τὸ πῦον. ἔστι δ' ὅτε καὶ ἀρχόμενον ὑπόχυμα λεπτὸν
4. τῇ συστάσει, κᾂν εἰς ἔμπλαστρον δὲ, κᾂν εἰς κηρωτὴν,
5. ἤ τι τῶν ἔξωθεν ἐπιτιθεμένων φαρμάκων διαφορητικῶν ἐμβάλῃς
6. τὴν τοιαύτην σμύρναν, αὐξήσεις αὐτοῦ τὴν δύναμιν,
7. ἀλλ' εἴσω τοῦ σώματος λαμβανομένη θανάσιμόν ἐστι φάρμακον.
8. ταῦτα μὲν οὖν ἐπὶ πλέον εἴρηται διά τε τὴν ἀκολουθίαν
9. τοῦ λόγου καὶ τὸ χρήσιμον τῆς θεωρίας.

Cliquer un n° de page pour en afficher l’image