Galenus. De antidotis (De antid.) [n° 083 Fichtner]

Περὶ ἀντιδότων
Antidotes
Antidotes (Ant.)
De antidotis, 1827, vol. 14, p. 1-209. urn:cts:greekLit:tlg0057.tlg078.verbatim-lat1
, 1980 (deu).

De antidotis, 1.12, ed. Kühn, 1827, vol. 14, p. 58-62. urn:cts:greekLit:tlg0057.tlg078.1st1K-grc1:1.12

10. Ἐπὶ δὲ τὴν ὑπὸ Ἀνδρομάχου τάξιν γεγραμμένην
12. τῶν ἐμβαλλομένων ἁπλῶν φαρμάκων τῇ θηριακῇ καιρὸς
13. ἐπανελθεῖν. γράφει οὖν τρίτην τάξιν φαρμάκων ἀνὰ
14. 𐅻 ιβ΄. λαμβανόντων, ἃ προπαρασκευάσεις ἅπαντα δηλονότι
15. κατὰ τὴν ἰδίαν ἀκμὴν ἐκλέγων, οἷον εὐθέως τὰ ῥόδα ξηραίνων
16. μὲν, ὡς ἐπὶ τῶν ἀρτίσκων εἴρηται, τὰ κάλλιστα,
17. λαμβάνων δ' αὐτῶν ἅπερ εὐοδμότατα πάντως ἐστὶ, καὶ μέντοι
18. καὶ ἐρυθρότερα τῶν ἄλλων. φυλαττόμενος δὲ τοὺς
1. καταγείους οἴκους, ὡς μηδὲν αὐτοῖς φάρμακον ἀποτίθεσθαι,
2. καὶ μάλιστα τοὺς ὑγροὺς αὐτῶν, ἐν οἷς εὐρὼς ἐν τάχει
3. γίνεται. ἐφεξῆς δὲ τῆς Ἰλλυρικῆς ἴρεως ὁ Ἀνδρόμαχος
4. ἀξιοῖ βάλλειν τοῖς ῥόδοις· οὗ λόγου μὴ παρέργως
5. ἀκούσῃς, ὡς ὑπὲρ ἄλλου τινὸς φαρμάκου, περὶ ὧν ἐφεξῆς
6. ἐρῶ, τὸ κάλλιστον ἐν ἑκάστῳ γένει διδάσκων ὁποῖόν
7. ἐστι. πόλιον μὲν οὖν καὶ χαμαίδρυς εἰς Ῥώμην κομίζεται,
8. βραχὺ βελτίων τῶν ἐν Ἰταλίᾳ γεννωμένων. ἔν τισι γὰρ τόποις
9. τῶν Ἰταλικῶν οὐ πολύ τι λειπόμενα γεννᾶται κατ'
10. ἐκεῖνα τῶν ἐτῶν, ἐν οἶς οὐκ ἐγίνετο σύμπαν τὸ ἔαρ ὑγρὸν,
11. ὥσπερ πολλάκις γίνεται κατὰ τὸν τρόπον τοῦ θέρους. ἀλλ'
12. ὅταν γε κατάστασις γίνηται ξηροτέρα, τοῖς πλείστοις τῶν
13. ἀπὸ Κρήτης ὅμοια τὰ κατὰ τὴν Ἰταλίαν, ἢ οὐ πολύ γε
14. λειπόμενα γεννᾶταί τινα, καθάπερ ἥ τε χαμαίδρυς καὶ ἡ
15. χαμαιπίτυς καὶ τὸ ὑπερικὸν, ἥ τε γεντιανὴ, καὶ τὸ θλάσπι,
16. καὶ ὁ μέλας ἐλλέβορος, ἕτερά τε τοιαῦτα. τὸ δὲ τῆς ἴρεως
17. οὐχ οὕτως ἔχει. παραβαλλομένη γὰρ ἡ ἐκ τῆς μεγάλης
18. Λιβύης. ἥπερ εἰς Ῥώμην φέρεται πλείστη, τοσοῦτον ἀπολείπεται
1. τῆς Ἰλλυρικῆς, ὅσον τὸ νεκρὸν σῶμα τοῦ ζῶντος,
2. οὐ μὴν ἔν γε τοῖς ἄλλοις ἔθνεσιν οὕτω πολὺ φαίνεται λειπομένη.
3. καὶ ταύτης γοῦν ἐκλέγου τὴν εὐωδεστέραν, ὥσπερ
4. γε τῶν ἄλλων φαρμάκων. ἕκαστον γὰρ ἄριστόν ἐστι τὸ
5. τὴν τοῦ γένους ἰδίαν ὀσμὴν ἰσχυροτάτην ἔχον, ὅπερ ἐκ τοῦ
6. πολλὰ τεθεᾶσθαι γίνεται δῆλον ἑκάστῳ. καὶ μέντοι καὶ
7. περὶ τῆς κατὰ τὴν γεῦσιν ποιότητος ὁμοίως τὸ ἴδιον ἐν
8. ἑκάστῳ γένει πρωτεῦον ἄριστον ἀποφανεῖ τὸ φάρμακον,
9. ἀδόκιμα δὲ καὶ τὰ λεπτότερα καὶ ἀτροφώτερα τῶν ὁμογενῶν.
10. ἀμείνω γὰρ ἐν ἅπαντι γένει τὰ μὴ ῥυσὰ μηδὲ
11. ἄτροφα, καθάπερ γε καὶ τὰ ὑπερβάλλοντα τῶν συμμέτρων
12. χείρω τῶν εὔτροφόν τε καὶ ἐσφιγμένην τὴν σύστασιν ἐχόντων.
13. διόπερ, ὡς ἔφην, ἑορακέναι χρὴ πολλὰ πολλάκις,
14. καὶ μάλιστα τὰ κάλλιστα, καὶ πολλῷ χρόνῳ πεῖραν ἐκ
15. γενετῆς σφῶν αὐτῶν παρεσχηκότα, καὶ συμφώνως ὑπὸ τῶν
16. ἐμπείρων ὕλης ἰατρικῆς ἐπῃνημένα. πάντες γοῦν ἔγραψαν
17. ἴριν μὲν ἀρίστην εἶναι τὴν ἐν Ἰλλυριοῖς γεννωμένην, πετροσέλινον
18. δὲ τὸ Μακεδονικὸν, ἄσφαλτον δὲ τὴν Ἰουδαϊκὴν, 
1. ὥσπερ γε καὶ ὀποβάλσαμον, ἐπί τε τῶν ἄλλων ὁμοίως, ὑπὲρ
2. ὧν ἐφεξῆς κατὰ τὸν ἴδιον ἑκάστου λόγον οὐ παραλείψω τὴν
3. ἀπὸ τῆς χώρας ἀρετήν. ἐφεξῆς δὲ γλυκυῤῥίζης τε χυλοῦ
4. καὶ βουνιάδος ἀγρίας σπέρματος μνημονεύει, καλλίστων
5. ἡμῖν ἀμφοτέρων ἐκ Κρήτης φερομένων, καὶ μάλιστα τῆς
6. γλυκυῤῥίζης αὐτῆς τε καὶ τοῦ χυλοῦ. σκόρδιον δὲ κάλλιστον
7. ἡμῖν ἐκ Κρήτης φέρεται. εὕροις δ' ἂν οὐ φαῦλον οὐδ'
8. ἐν ἄλλοις τῶν ἐθνῶν. γέγραπται δ' ὑπό τινων ἀνδρῶν
9. ἀξιολόγων, πολέμῳ νεκρῶν ἀτάφων ἡμέραις πλείοσι γενομένων,
10. ὅσα τῶν σωμάτων ἐπὶ τοῦ σκορδίου κατὰ τύχην
11. ἔκειτο, πολὺ τῶν ἄλλων ἀσηπτότερα διαμεῖναι, καὶ μάλιστα
12. αὐτῶν ἐκεῖνα τὰ μόρια τοῦ σώματος, ὅσα τῆς πόας ἔψαυε
13. τοῦ σκορδίου· καὶ δὴ καὶ πεπίστευται τοῖς σηπεδονώδεσιν
14. ἰοῖς τῶν ζώων, καὶ φαρμάκων δηλη τηρίοις ἀντιτετάχθαι.
15. γέγραπται δὲ αὐτάρκως περὶ πάσης τῆς κατ'
16. ἰατρικὴν ὕλης ἐν ε΄. βιβλίοις Διοσκορίδου, παρ' οὗ τά τε
17. ἄλλα καὶ τὰς ὀσφρητὰς καὶ γευστὰς ποιότητας, αἷς γνωρίζεται
18. μάλιστα καὶ διακρίνεται τὰ δοκιμώτερα φάρμακα
1. τῶν φαυλοτέρων, ἔνεστί σοι μανθάνειν. ἐπ' ἐνίων δὲ καὶ
2. τὰς ὁρατὰς ποιότητας οὐ σμικρὰ συντελούσας εὑρήσεις.
3. ἐμοὶ δ' οὐ πρόκειται κατὰ τὴν ἐνεστῶσαν πραγματείαν, ὅσα
4. καλῶς ἑτέροις γέγραπται μεταφέρειν, ἀλλ' ἐξεργάσασθαι σαφῶς
5. τὰ λείποντα.

Cliquer un n° de page pour en afficher l’image