6.
7. Ἐφεξῆς ὀποβαλσάμου τε καὶ κινναμώμου διὰ τῶν
8. προγεγραμμένων ἐπῶν ἐμνημόνευσεν ὁ Ἀνδρόμαχος, ἐφ' ὧν
9. ἐπὶ τοῖς γεγραμμένοις ὑπὸ τοῦ Διοσκορίδου γνωρίσμασι
10. μέγιστόν ἐστι τεθεᾶσθαι πρότερον αὐτὰ κατὰ τί χωρίον
11. ἕκαστον αὐτῶν ἄριστον γεννᾶται, καθάπερ ἐπειράθην ἐγὼ,
12. γνοὺς πολυειδῶς παραποιούμενον ὀποβάλσαμον, ὡς εἶναι
13. δυσδιάγνωστον, αὐτὸς ἰδεῖν ὀπιζόμενον αὐτὸ, καὶ σχεῖν ἐξ
14. ἐκείνου, καθάπερ τινὰ κανόνα τῶν ἄλλων. ἔμαθον δὲ παραποιήσεις
15. αὐτοῦ πολλὰς, ὡς καὶ τοὺς τριβακωτάτους λαθεῖν,
16. ἃς οὐκ ἀξιῶ δημοσιεύειν τοὺς γνόντας, ὅπως μὴ κατὰ τὸ
17. πάρεργον οἱ πονηροὶ μανθάνοντες αὐτὰς, ἐν ἔργῳ μεταφέροιεν
18. ἐπὶ τὰς κακὰς πράξεις. οὐδὲ γὰρ οὐδὲ τὰς τῶν
1. δηλητηρίων φαρμάκων γραφὰς τοὺς δημοσιεύοντας ἐπαινῶ.
2. τὰς γοῦν ὑπὸ τοῦ Διοσκορίδου τε καὶ τῶν ἄλλων, ὅσοι περὶ
3. ὕλης ἔγραψαν ἑκάστου τῶν φαρμάκων, δοκιμασίας ἐπιφέροντες
4. αὐτοῖς, ὅταν προσθῆτε τὴν ἰδίαν αὐτοψίαν ἐπὶ πολλῶν,
5. ἀκριβῶς δυνήσεσθε διακρίνειν ἀλλήλων, ὅσα γε διακρίνεσθαι
6. δύνανται. τινῶν γὰρ, ὡς ἔφην, ἢ οὐδ' ὅλως ἐστὶν ἢ οὐκ
7. ἀκριβὴς ἡ διάκρισις, ἀλλὰ συγκέχυται τὰ γνωρίσματα τῶν
8. πανούργως ἐσκευασμένων. περὶ δὲ κινναμώμου τἀναντία
9. τοῖς εἰρημένοις ἐπὶ τοῦ ὀποβαλσάμου γινώσκω. πέπεισμαι
10. γὰρ αὐτὸ πάντων εὐδιαγνωστότατον εἶναι τοῖς ἑορακόσι
11. πολλάκις ἄριστον κιννάμωμον. τούτου δ' οὐχ οἷόν τέ τινα
12. τυχεῖν, εἰ μή τις θεάσοιτο τὴν παρασκευὴν τῶν αὐτοκρατόρων
13. κινναμώμων, σχεδὸν εἰς ἕξ που διαφορὰς γενικὰς
14. ἡκόντων. ἔστι γὰρ κᾀν τούτοις αὐτοῖς ἀξιόλογος ὑπεροχὴ
15. τοῦ καλλίστου πρὸς τὸ χείριστον, ὥσπερ κᾀν ταῖς κασσίαις,
16. ὥστε τὴν καλλίστην κασσίαν ἀπολείπεσθαι βραχὺ τοῦ φαυλοτάτου
17. κινναμώμου, καὶ ὅτι οὐ γίνεται μακροχρόνιος ἡ
18. κατὰ τὴν χρῆσιν ἀρετὴ τοῦ κινναμώμου. οὐδὲ γὰρ μέχρι λ΄.
1. χρόνων ὁλόκληρον αὐτοῦ τὴν ἀπ' ἀρχῆς διασώζεσθαι δύναμιν.
2. ληροῦσι δ' ἔνιοι τῶν τοιούτων φαρμάκων τὸ κιννάμωμον
3. ἀγήρω διαμένειν φάσκοντες. οὐδὲ γὰρ ρ΄. οὐδὲ διακοσίων
4. ἐτῶν μεταξὺ γεγενημένων, ἀλλ' ὀλίγων, ὡς πρὸς
5. τοσοῦτον ἀριθμὸν, ἤδη τινὰ μεταβολὴν ἑόρακα τῷ παλαιοτέρῳ
6. κινναμώμῳ γεγενημένην. Ἀντωνίνῳ γοῦν σκευάζων
7. τὴν θηριακὴν ἐθεασάμην ἀγγεῖα πολλὰ ξύλινα, τὰ μὲν
8. ἐπὶ Τραϊανοῦ ταῖς ἀποθήκαις ἐγκαθέντα μετὰ κινναμώμου,
9. τὰ δὲ ἐπ' Ἀδριανοῦ, τὰ δὲ ἐπ' Ἀντωνίνου τοῦ μετὰ τὸν
10. Ἀδριανὸν ἄρξαντος, καὶ πάντα γε τῷ ὁμογενεῖ κινναμώμῳ
11. σαφῶς ἀλλήλων ὑπερεῖχε, κατά τε τὴν τῆς γεύσεως, καὶ
12. τῆς ὀσφρήσεως ἀτονίαν καὶ εὐτονίαν, ὅσον καὶ τῷ χρόνῳ,
13. καὶ μέντοι κομισθέντος ποτὲ ἐκ τῆς βαρβάρου, γλωττοκωμίου
14. μακροῦ πηχέων δ΄. καὶ ἡμίσεος, ἐν ᾧ δένδρον ὅλον ἦν
15. κινναμώμου τοῦ πρώτου γένους, ἐξ αὐτοῦ σύνθεσίν τινα τῷ
16. αὐτοκράτορι Μάρκῳ Ἀντωνίνῳ ποιησάμενος, ὅλην εὗρον
17. τὴν ἀντίδοτον ἱκανῶς τῶν ἄλλων ὑπερέχουσαν, ὥστε γευσάμενον
18. αὐτῆς τὸν αὐτοκράτορα μὴ περιμεῖναι χρόνον,
1. ὥσπερ ἐπὶ τῶν ἄλλων, ἐν ᾧ πεφθήσεται τὸ φάρμακον, ἀλλ'
2. εὐθέως χρῆσθαι, μηδὲ δύο μηνῶν ὁλοκλήρων ἐν τῷ μεταξὺ
3. γενομένων. διαδεξαμένου δ' αὐτὸν Κομμόδου, μήτε τῆς
4. θηριακῆς ἀντιδότου μήτε τοῦ κινναμώμου πεφροντικότος,
5. ἐκείνου τε τοῦ δένδρου τὸ περιττὸν, ὅσον τ' ἄλλο μετὰ τοὺς
6. Ἀδριανοῦ χρόνους ἐκομίσθη, διαπώλετο τὸ πᾶν, ὥστε τοῦ
7. νῦν ὄντος ἡμῶν αὐτο κράτορος Σεβήρου, κελεύσαντος
8. αὐτῷ κατὰ τὸν αὐτὸν τρόπον ὃν ἐσκεύαζον Ἀντωνίνῳ
9. συνθεῖναι τὴν ἀντίδοτον, ἠναγκάσθην ἐκ τῶν ἐπὶ Τραϊανοῦ
10. καὶ Ἀδριανοῦ κατατεθειμένων ἐκλέγειν, καί μοι σαφῶς
11. ἀσθενέστερα γεγονέναι νῦν ἐφαίνετο, μηδὲ λ΄. πεπληρωμένων
12. ἐτῶν τῶν μεταξύ. περὶ δ' οὖν τοῦ καλλίστου κινναμώμου
13. προσθεῖναί τι τῷ λόγῳ βούλομαι τῶν ἀναγκαίων, εἶναι μὲν
14. εὐωδέστατον, ἄῤῥητόν τέ τινα εὐωδίαν ὑπὲρ ἅπαντα τὰ
15. ἄλλα ἔχειν, γευομένῳ δὲ θερμὸν ἱκανῶς, οὐ μὴν, ὥστε
16. δάκνειν, λυπηρόν. τῇ χροιᾷ δὲ τοιοῦτον, ὡς εἴ τις μίξειε
17. τὸ τοῦ γάλακτος χρῶμα τῷ φαιῷ, μετὰ βραχέος τοῦ κυανοῦ
18. καλουμένου. λαβὼν δ' ὅσον ἐβουλόμην ἐξ αὐτοῦ, καθάπερ
1. εἰώθειν, ἀπεθέμην ὀλίγα παρ' ἐμαυτῷ κλώνια κατὰ τὴν
2. ἀποθήκην, ἐν ᾖ πάντα μου τὰ τιμαλφέστατα κτήματα περιείχετο.
3. κατακαυθείσης δ' αὐτῆς, ὁπότε καὶ τὸ τῆς Εἰρήνης
4. τέμενος ἐκαύθη, καὶ τῶν ἄλλων πέντε διαφορῶν τοῦ
5. κινναμώμου πᾶν ὅσον ἐκεκτήμην ἀπώλετο. τῷ μὲν οὖν νῦν
6. ἡμῶν αὐτοκράτορι Σεβήρῳ τὴν ἀντίδοτον ἐσκεύασα, τῶν
7. Ἀδριανείων ἐκλέξας κινναμώμων, περὶ ὧν καὶ αὐτῶν χρήσιμόν
8. τι τοῖς ἀναγνωσομένοις ἔχων προσθεῖναι, διελθεῖν
9. οὐκ ὀκνήσω. πολλὰ μὲν οὖν ἐστιν αὐτοῦ καὶ νῦν ἔτι τὰ
10. σωζόμενα ξύλινα σκεύη. πάντα δ' ἔχει τῶν πολυῤῥίζων, ἢ
11. πολυκλάδων, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ κινναμώμων
12. τὰς διαφοράς. οὐδὲν δ' ὥσπερ πρέμνον εἰς πολλοὺς κλάδους
13. σχιζόμενον εἰς μῆκος ἐκτέταται πλέον, ἀλλ' οἵα περὶ
14. τῶν ἑλλεβόρων ἀμφοτέρων ἰδέα ἐστὶ, καὶ μᾶλλον ἔτι τοῦ
15. καλουμένου μὲν δαμασωνίου, φερομένου δ' ἐκ Κρήτης ἡμῖν.
16. ἕκαστον δ' αὐτῶν ἐστιν ἐξ ἑνὸς πυθμένος φυόμενον, οἷον
17. θαμνίσκος τις, ὁ μὲν στ΄. ὁ δὲ ζ΄. τὰς ἐκφύσεις ἔχων, ἢ
1. βραχὺ πλείους, ἢ ἐλάττους, οὐκ ἴσων μὲν ἁπάντων κατὰ τὸ
2. μῆκος, ἀλλὰ τὸ μέγιστον αὐτῶν οὐ μεῖόν ἐστιν ἡμίσεος
3. ποδὸς Ῥωμαϊκοῦ. ἡ δ' ὅλη τῆς οὐσίας αὐτοῦ φύσις, παραπλησία
4. πώς ἐστιν ἀρίστῃ κασσίᾳ, καλουμένῃ μὲν ὑπὸ τῶν
5. κομιζόντων αὐτὴν ὀνόματι βαρβαρικῷ δισυλλάβῳ, τὴν μὲν
6. πρώτην συλλαβὴν ἐκ τοῦ γ καὶ ι ἔχοντι, τὴν δὲ δευτέραν
7. ἐκ τοῦ ζ καὶ ι. ταῦθ' ἡμῖν ἱκανὰ καὶ περὶ κινναμώμου
8. λέλεκται.
⟨
(De antid.) [n° 083 Fichtner]
De antidotis
Περὶ ἀντιδότων
Antidotes
Antidotes (Ant.)
De antidotis, 1827, vol. 14, p. 1-209. urn:cts:greekLit:tlg0057.tlg078.verbatim-lat1
, 1980 (deu).
De antidotis, 1.13, ed. Kühn, 1827, vol. 14, p. 62-67. urn:cts:greekLit:tlg0057.tlg078.1st1K-grc1:1.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩