Galenus. De antidotis (De antid.) [n° 083 Fichtner]

Περὶ ἀντιδότων
Antidotes
Antidotes (Ant.)
De antidotis, 1827, vol. 14, p. 1-209. urn:cts:greekLit:tlg0057.tlg078.verbatim-lat1
, 1980 (deu).

De antidotis, 1.14, ed. Kühn, 1827, vol. 14, p. 67-82. urn:cts:greekLit:tlg0057.tlg078.1st1K-grc1:1.14

9. Γεγραμμένου δὲ ἐφεξῆς ἀγαρικοῦ
11. δόλωσιν οὐδεμίαν ἐπιδεχομένου, τοῦτ' ἀρκέσει μόνον
12. ἀκούειν, ὃ καὶ παρὰ τοῖς πρόσθεν εἴρηται, τὸ κουφότατον
13. ἐν αὐτῷ κάλλιστον εἶναι· τὸ πυκνὸν δὲ καὶ βαρὺ καὶ ξυλῶδες
14. φαυλότατον. ὅσον δ' ἐν τῷ μεταξὺ τούτων ἀφέστηκε
15. τοῖς γνωρίσμασιν ἑκατέρου, τοσοῦτον καὶ τῇ δυνάμει. τὰ
16. δὲ ἐφεξῆς τῶν προγεγραμμένων, ἥ τε σμύρνα καὶ ὁ κόστος,
17. οὐ χαλεπὰ γνωρίσαι τοῖς ἤδη προεορακόσιν· εἰδέναι δὲ δεῖ
1. ἐπιτήδειον οὖσαν εἰς τὰς ἀντιδότους τὴν τρωγλοδύτιν λεγομένην
2. σμύρναν· ἔνιοι δ' αὐτὴν ὀνομάζουσι Μιναίαν ἀπὸ
3. χωρίου καθ' ὃ γεννᾶσθαί φασι τὴν καλλίστην. εὐοδμοτάτη
4. δὲ ἔστω καὶ, ὡς πρόσθεν εἴρηται, μηδὲν ὀποκαλπαθίζον
5. ἐχέτω. κρόκον δὲ τὸν κωρύκιον ἐπαινοῦσι μὲν ἅπαντες οἱ
6. παλαιοὶ, μέχρι καὶ τῶν ποιητῶν· ἐγὼ δὲ ἀκριβῶς τό τε
7. κωρύκιον ἄντρον ἐν ᾧ γεννᾶται, καὶ τὸν κρόκον
8. αὐτὸν ἐθεασάμην, εὐτραφῆ μὲν, οὐ μὴν ὑπὲρ ἅπαντας
9. τοὺς ἄλλους, οὔτ' ἰσχύϊ τῆς ἐν τῷ παραυτίκα ὀδμῆς
10. οὔτ' ἐν τῷ μονίμῳ διαφέροντα. τούτοις δ' ἀξιῶ κρίνειν
11. ὑμᾶς τὸν ἄριστον, οὐ τῷ κατὰ τὴν εὐτροφίαν ὑπερβάλλειν.
12. πρόδηλον δ' ὅτι καὶ ξανθότατός ἐστιν, ὥσπερ εὐοδμότατος
13. ὁ ἄριστος, καὶ χρόνῳ πλείονι παραμένων ἀκμαῖος. ἐπεὶ δὲ
14. καὶ τούτου τίς ἐστι παραποίησις, οὐκ εὔγνωστος τοῖς μὴ
15. πάνυ πολλάκις ἑορακόσι τὸν ἄριστον, ἄμεινον ἡμῖν ἐστιν
16. ἐκ πολλοῦ προεωνημένοις αὐτὸν ἔχειν ἀποκείμενον ἐν ἐπιτηδείῳ
17. τινὶ τῶν κατὰ τὴν οἰκείαν οἰκήματι, ὡς πρόσθεν
18. εἴρηται. μέγιστον γάρ ἐστι δοκίμιον, ἐὰν παραμένῃ τοιοῦτος
1. ὢν ὁποῖος ἐλήφθη. τοῦ γὰρ νενοθευμένου καὶ ἡ χρόα
2. καὶ ὀδμὴ διὰ ταχέων ἐκλύονται. περὶ δὲ κασσίας ἀναγκαῖόν
3. ἐστι μοι μνημονεῦσαι τοῦ γεγραμμένου κατὰ πολλὰς τῶν
4. φαρμακιτίδων βίβλων, ὡς ἄρα τοῖς ἀποροῦσι κινναμώμου
5. διπλάσιος ὁ τῆς κασσίας σταθμὸς ἐμβλητέος ἐστί. σκώπτων
6. γὰρ τοῦτο Σάτυρος ὁ διδάσκαλος ἡμῶν ἔλεγεν, ὡς
7. Κοΐντου τῶν εὐπραπέλων λόγων ἕνα καὶ τόνδε λέγοντος,
8. ὅμοιόν τι ποιεῖν τοὺς κελεύοντας διπλασίαν ἐμβάλλειν ἡμᾶς
9. κασσίαν, ὅταν ἀπορῶμεν κινναμώμου τοῖς ἀξιοῦσιν, ὅταν
10. μὴ σχῶμεν οἶνον Φαλερῖνον, ποιεῖν διπλάσιον πίνειν τοῦ
11. πιπρασκομένου κατὰ τὰ καπηλεῖα, κᾂν ἄρτου ποτ' ἀπορῶμεν
12. καθαροῦ, διπλάσιον ἐσθίειν τοῦ πιτυρίου καλουμένου.
13. ἐμοὶ δ' ὁ λόγος οὗτος, ἢν μὲν περὶ ἑνός τινος αὐτοῦ καθ'
14. αὑτὸ μόνου μέλλοντος εἰς χρῆσιν ἄγεσθαι, λέγηται, κατὰ
15. πᾶν ἀληθής τε καὶ ἄμεμπτος εἶναι δοκεῖ, ἐν συνθέσει δὲ
16. πολλῶν, οὐκέθ' ὁμοίως ἀληθής. ἓν μὲν γὰρ ὁτιοῦν εἰ δέοι
17. προσενέγκασθαι, καθάπερ εἰ τύχοι ῥοῦν, ἢ ἀψίνθιον, ἢ
18. ἴριν, ἢ γεντιανὴν, ἢ ὁτιοῦν ἄλλο τοιοῦτο φάρμακον, εἰ
1. διπλάσιον αὐτοῦ μοχθηρὸν ἀντὶ τοῦ καλλίστου προσφέροι
2. τις, ἢ εἴσωθεν, ἢ ἔξωθεν ἐν τῷ σώματι, βλάψει διπλάσιον.
3. ὅταν δὲ ἀναμίξαι δέῃ πολλοῖς τοῖς κατὰ μέρος ἕν τι κάλλιστον,
4. αὐξήσειν τὴν τῶν ἄλλων δύναμιν ὑπισχνούμενον, ἂν
5. ἀπορῶμεν τοῦ γενναιοτάτου, διπλασίῳ χρῆσθαι τῷ τὴν
6. αὐτὴν ἔχοντι κατὰ γένος ἐπαγγελίαν, οὐδὲν ἂν εἴη χεῖρον,
7. εἰ καὶ φαυλότερον φαίνοιτο τοῦ καλλίστου. ἔστι δ' ἡ κασσία
8. πλησίον τοῦ κινναμώμου τῷ γένει. καὶ γὰρ καὶ γίνεταί
9. ποτε κιννάμωμον ἐκ μεταβολῆς αὐτῆς, ὥστε ὅλον μὲν ὁρᾶσθαι
10. τὸ οἷον δένδρον ἀκριβὲς κασσίαν, ἀκρέμονας δέ τινας
11. ἐν αὐτῷ κινναμώμου, συνεχεῖς τοῖς κλάδοις τῆς κασσίας
12. εὑρίσκεσθαι. παραπλήσιον δέ ἐστι τὸ τοιοῦτον οὐ τῷ
13. κατὰ τοὺς οἴνους ἢ τοὺς ἄρτους, οἷα ὁ Κόϊντος ἔλεγεν,
14. ἀλλὰ τῷ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις, ἐν οἰκοδομίαις, ἐν
15. ναυπηγίαις, ἐν ἄρσεσι βαρέων σωμάτων, καὶ μεταφοραῖς,
16. ἐν πόλεσιν, ἐν ἁπάσαις ταῖς βοηθείαις, ἐν αἷς τὸ δι' ἑνὸς
17. ἰσχυροῦ γινόμενον, ὅταν οὗτος μὴ παρῇ, διὰ δυοῖν ἀσθενεστέρων
18. ἐπιτελεῖται. ταῦτα μὲν οὖν ἐκ τοὐναντίου ἐπικεχειρήσθω 
1. τῷ τοῦ Κοΐντου λόγῳ, πρὸς τῷ μὴ πάντῃ δοκεῖν
2. ἀπόβλητον εἶναι τὴν πρόσταξιν τῶν ἀξιούντων, ἀντὶ
3. τοῦ κινναμώμου διπλάσιον ἐμβάλλειν τῆς κασσίας. ἐγὼ
4. μέντοι διὰ παντὸς ἐνέβαλον κινναμώμου. πᾶσι γὰρ οἷς
5. ἐσκεύασα τὸ φάρμακον, ἢ φίλοις αὐτοκράτορσιν, ἢ πλουσίοις,
6. οὐ χαλεπὸν ἦν τοῖς μὲν αἰτῆσαι παρὰ τοῦ βασιλέως, τοῖς
7. δὲ καὶ πρίασθαι παρά τινος. τὸ δὲ προσθεῖναι τούτῳ ὅτι
8. μηδ' ὁσάκις ἐσκεύασα τοῖς αὐτοκράτορσιν, ἠπόρησά ποτε
9. κινναμώμου, προφανῶς ἐστι περιττόν. περὶ μέντοι τοῦ
10. καρπησίου τὴν Κοΐντου γνώμην, ἣν οὐ παρὰ Σατύρου
11. μόνον, ἀλλὰ καὶ ἄλλων μαθητῶν ἤκουσα τοῦ Κοΐντου, διελθεῖν
12. ἄμεινον. ἐνέβαλλε γὰρ ἐκεῖ νος, ὥς φασιν,
13. ὅταν ἠπόρει κινναμώμου, τὸ καρπήσιον, ὡς οὐδὲν ἀπολειπόμενον
14. εἰς δύναμιν ἀρίστης κασσίας, καὶ πλεῖστον γοῦν
15. αὐτοῦ κομίσας ἐγὼ διὰ τοῦτο, κατὰ τὴν γενομένην μοι τῶν
16. ἀντολικῶν χωρίων ὁδοιπορίαν ἐπιμελῶς κατατιθέμενος, ἔχω
17. μέχρι νῦν πάμπολυ, διασῶζον ὀσμήν τε καὶ γεῦσιν, εἰ καὶ
18. μὴ τὴν ἴσην τῇ πρόσθεν, ἀλλ' οὐκ ἐξίτηλόν γε παντάπασιν.
1. ἔστι δ' ὁμοία μὲν τῷ καλουμένῳ φοῦ κατὰ γένος,
2. ἰσχυροτέρα μέντοι, καί τι καὶ ἀρωματίζον ἔχουσα. πλεῖστον
3. δ' ἐν τῇ Σίδῃ τῆς Παμφυλίας τὸ καρπήσιον τοῦτο
4. γεννᾶται· διὰ τοῦτο καἰ εὐωνότατόν ἐστιν, ὡς εἴ τις ὑμῶν
5. ἐκεῖ ποτε γένοιτο, λαμβανέτω πλεῖστον, εἰδὼς ἐπὶ πλείονα
6. χρόνον ἐξαρκοῦν αὐτῷ. λεπτὰ δέ ἐστι τὰ κάρφη, παραπλήσια
7. τοῖς ἀκρέμοσι τοῦ κινναμώμου, καὶ καλοῦσιν οἱ ἐπιχώριοι
8. τὸ μὲν ἕτερον αὐτῶν λαέρκινον, τὸ δὲ ἕτερον τὸ
9. πικρὸν, ὅπερ καὶ βέλτιόν ἐστιν. ἑκατέρου δὲ ἀπὸ τοῦ
10. ὄρους ἡ ἐπωνυμία καθ' ὃ φύεται. πολὺ δ' ἔχων αὐτοῦ
11. καὶ εἰς ἄλλα πολλὰ τῶν κατὰ μέρος ἐπειράθην, εἰς ἅπερ
12. καὶ τοῦ καλουμένου φοῦ βάλλομεν. ἔστι γὰρ αὐτὸ παραπλήσιον
13. μὲν, ἰσχυρότερον δὲ, καὶ ὡς ἔφην, ἔχον τι ποιότητος
14. ἀρωματιζούσης ἐν ὀσμῇ τε καὶ γεύσει. τούτων δ'
15. ἁπάντων ὦν περὶ κασσίας εἶπον ἀναγκαιότατόν ἐστι διορίσασθαι
16. ποίαν ἐμβλητέον ἐστὶ κασσίαν, ἐπειδὴ τὴν μὲν
17. Γιζὶ μάλιστα ἐπαινοῦσιν, ἐφεξῆς δὲ τὴν μοτὼ καλουμένην,
18. εἰσὶ δὲ οἳ καὶ τὴν ἀρηβὼ καὶ τὴν δαφνῖτιν. ὅτι μὲν οὖν
1. ἡ Γιζὶ παραπλήσιον κινναμώμῳ κατὰ πάντα ἐστὶν εἴρηταί
2. μοι καὶ πρόσθεν. ἡ γοῦν συνεχέστατα παρὰ τῶν περὶ τὰ
3. τοιαῦτα δεινῶν, ὡς κιννάμωμον πιπρασκομένη, ταὐτοῦ
4. γένους ἐστίν. ἀλλὰ τῆς γε συριγγίδος ὑπό τινων ὀνομαζομένης,
5. ὁ νεώτερος Ἀνδρόμαχος ἐμβάλλειν ἀξιοῖ. πᾶσι δ'
6. αὕτη γινώσκεται, καὶ γὰρ καὶ εὐωνοτάτη πάντων ἐστὶ, τὸν
7. μὲν ἔξωθεν φλοιὸν, ὅνπερ καὶ σύριγγα καλοῦσιν, ἰσχυρὸν
8. ἔχουσα κατ' ὀσμήν τε καὶ γεῦσιν, τὸ δ' ἔνδον ἀσθενέστατον,
9. ὡς μηδεμίαν αὐτοῦ χρείαν ἡμῖν γίνεσθαι. διὰ μὲν οὖν τῶν
10. προγεγραμμένων ἐλεγείων ἀδιορίστως εἴρηται τὸ τῆς κασσίας
11. ὄνομα. κατὰ δὲ τὴν πεζῇ γεγραμμένην ὑπὸ τοῦ υἱέως
12. αὐτοῦ πρόσκειται τῷ τῆς κασσίας ὀνόματι τὸ τῆς σύριγγος,
13. ἥ τ' ἀπ' ἐκείνου μέχρι νῦν ἡμῖν παραδεδομένη διαδοχὴ τῶν
14. σκευαζόντων τῷ αὐτοκράτορι, τὸ τῆς σύριγγος ὄνομα προσκείμενον
15. ἔχει. ἐφεξῆς δὲ τῆς προγεγραμμένης ὁ Ἀνδρόμαχος
16. Ἰνδικὴν νάρδον κελεύει βαλεῖν, ἥνπερ καὶ στάχυν
17. ὀνομάζομεν νάρδου, καίτοι ῥίζαν οὖσαν, ἀπὸ τῆς πρὸς τοὺς
18. ἀστάχυας ὁμοιότητος κατὰ τὴν μορφὴν, ἐφ' ἧς φυλάττεσθαι
1. χρὴ, μή πως ἀποδῷ τις ἡμῖν τὴν ἔκπλυτον ὀνομαζομένην.
2. ἔστι δ' αὐτὴ τοῖς τὰ μύρα σκευάζουσι προϋπηρετηκυῖα κατὰ
3. τὴν ἕψησιν αὐτῶν, ὡς εἰώθασιν, ἀκέραιος πιπρασκομένη.
4. διὸ καὶ τὰς ὄμφας ὀνομαζομένας βαρβάρῳ γλώττῃ προσήκει
5. λαμβάνειν, ὧν καὶ ἡ περιπεπλασμένη γῆ τῇ ῥίζῃ ἀφεψηθεῖσα
6. τὴν ὀσμὴν ἔχει τῆς νάρδου. σχοῖνον δὲ ἐπὶ τούτοις
7. τὴν ἐξ Ἀραβίας ἐμβάλλειν κελεύει, καλουμένην ὑπὸ τῶν
8. πολλῶν, οὐκ οἶδ' ὅπως ἄνθος σχοίνου, καίτοι γ' ἡμῶν οὐ
9. πάνυ τι τοῦ ἄνθους εὐπορούντων, ὅλης τῆς κομιζομένης
10. πόας ἐπιβεβρωμένης πολλάκις ἄνωθεν ὑπὸ τῶν καμήλων·
11. ἥδιστά τε γὰρ αὐτὴν νέμονται καὶ πλείστην ἔχουσιν ἐν
12. ταῖς Ἀραβίαις ὁδοῖς γεννωμένην. ἔστι δ' εὔωνόν τε τὸ
13. φάρμακον καὶ μόνῳ τῷ τῆς ὀσμῆς ἀκμαίῳ κρινόμενον,
14. ἐπειδὴ διὰ ταχέων ἀποπνεῖ τὸ εὐῶδες αὐτῆς. ἐφεξῆς δὲ
15. γράφοντος τοῦ Ἀνδρομάχου, καὶ λίβανον μίσγοιο καὶ ἀγλαΐην
16. στήσαιο, τὴν ἀγλαΐην οὐ χρὴ ζητεῖν ἡμᾶς ὡς ἄλλου τινὸς
17. φαρμάκου ὄνομα. διὰ γὰρ τῆς πεζῇ γεγραμμένης
18. τῷ νεωτέρῳ Ἀνδρο μάχῳ συνθέσεως τῆς ἀντιδότου
1. καὶ διὰ τῆς ἄχρι νῦν εἰς ἡμᾶς καθηκούσης παραδόσεως, οὔτε
2. φαρμάκου τινὸς ὄνομά ἐστιν ἡ ἀγλαΐα· καὶ τὰς 𐅻 ιβ΄.
3. ἕλκον τῷ σταθμῷ τὸ φάρμακον πάντα συμφώνως εἴρηται
4. τῷ τε πρεσβυτέρῳ καὶ τῷ νεωτέρῳ Ἀνδρομάχω, καὶ οὐδὲν
5. ἔξωθεν ἐκείνων πρόσκειται, καθ' οὗ τὸ τῆς ἀγλαΐας ὄνομα
6. λέγεσθαί τις ἡγήσεται, ὥστ' ἴσως τὴν ἀγλαΐαν ἐπίθετον
7. τοῦ λιβανωτοῦ τῷ συντιθέντι τὴν ἐλεγείαν ἔδοξε προσθεῖναι.
8. ἐφεξῆς δὲ μέλανός τε πεπέρεως καὶ δικτάμνου καὶ πρασίου
9. καὶ ῥήου μνημονεύει, γνωρίμων ἅπασι πραγμάτων.
10. ἡ δ' ἐκ παραδόσεως ἡμῖν δεδομένη γραφὴ προσκείμενον
11. ἔχει τοῦ πεπέρεως τὸ βαρύσταθμον. μεῖζον δ' ἐστὶ τοῦτο
12. τοῦ ἄλλου πεπέρεως, καὶ τὸν φλοιὸν ἔχει λεπτότερόν τε καὶ
13. ἦττον ῥυσσόν. ἐπὶ δὲ τοῦ ῥήου καὶ αὐτοῦ παραποίησις
14. μέν ἐστιν, ἐπειδὴ εὐθέως ἐν τοῖς χωρίοις ἐν οἶς γεννᾶται,
15. πρόσφατον ἔνιοι λαμβάνοντες αὐτὸ καὶ ἀφέψοντες, ὡς ἀνεῖναι
16. τὸν χυλὸν, ἐκεῖνον μὲν ἑψήσαντες πέμπουσιν ἡμῖν, ὡς
17. εἰλικρινῆ καὶ ἄμικτον ὕδατι. τὸ δὲ ῥῆον ξηράναντες ὡς
18. οὐδὲ αὐτὸ προαφεψημένον ἀποστέλλουσι. διὰ τοῦτ' ἐπίστασθαι 
1. χρὴ γνωρίζειν τὸ πανουργηθὲν, εὐγνωστότατον ὂν
2. τοῖς ἑορακόσι τὸ αὐτοφυὲς ῥῆον. οὕτε γὰρ τὸ διὰ τῆς
3. ὄψεως αὐτοῦ κρινόμενον πυκνὸν καὶ συνηγμένον ἔχει τῆς
4. ὅλης οὐσίας, ἀλλ' ἔστιν ἀραιότερον, ἐν τῇ γεύσει τε τὴν
5. στύφουσαν ποιότητα παντάπασιν ἀμυδρὰν, ἢ οὐδ' ὅλως ἔχει,
6. καίτοι γε ἰσχυρὰν ἔχοντος τοῦ ἀκμαίου ῥήου, τίτραται μέντοι
7. καὶ αὐτὸ ταχέως. στοιχὰς δὲ φύεται μὲν πολλὴ πολλαχόθι
8. τῆς γῆς. πλείστης δ' οὔσης ἐν Κρήτῃ καὶ ταῖς Κυκλάσιν
9. ὀνομαζομέναις νήσοις, ἀφ' οὖ καὶ τοὔνομα αὐτῇ
10. κατὰ τὴν Ἰβηρικὴν θάλασσαν κειμέναις. εὐτροφωτέρα δέ
11. ἐστι καὶ κρείττων ἡ ἐκ τῶν νήσων τῆς Κρητικῆς. πετροσέλινον
12. γινώσκεται μὲν πᾶσιν ἐπῃνημένον τὸ Μακεδονικὸν,
13. ὃ καὶ καλοῦσί τινες Ἐστρεατικὸν, ἀπὸ τοῦ χωρίου καθ' ὅ
14. φύεται τὴν ἐπωνυμίαν αὐτῇ τιθέμενοι. παντελῶς δ' ὀλίγον
15. ἐστὶ τὸ γεννώμενον ἐν ἐκείνῳ τῷ χωρίῳ, κρημνώδει τε ὄντι
16. καὶ οὐ μεγάλῳ. τὸ δὲ Ἐστρεατικὸν Μακεδονικὸν ἐκ Μακεδόνων
17. εἰς πάντα τὰ ἔθνη κομιζόμενον, ὀλίγον μὲν καὶ
18. αὐτὸ κατὰ τὴν Μακεδόνων φύεται γῆν. ἀλλ' ὅπερ ἐπὶ τοῦ
1. μέλιτος καὶ τοῦ οἴνου τοῦ Φαλερίνου, τοῦτο καὶ ἐπὶ τοῦ
2. πετροσελίνου συμβέβηκεν. εἰς ἅπασαν γὰρ σχεδόν γε τὴν
3. οἰκουμένην οἱ ἔμποροι |κομίζουσιν ὡς Ἀττικὸν μέλι καὶ
4. οἶνον Φαλερῖνον, οὕτω καὶ Μακεδονικὸν πετροσέλινον, οὐ
5. τοσούτου αὐτοῦ γεννωμένου, ὡς ἅπασι τοῖς ἔθνεσιν ἐξαρκεῖν,
6. ἀλλ' ἐν Ἠπείρῳ πλεῖστον γεννᾶται πετροσέλινον, ὥσπερ
7. ἐν ταῖς Κυκλάσι νήσοις τὸ μέλι καὶ κομίζεταί γε τὸ μὲν
8. ἐκ τῶν νήσων Ἀθήναζε, τὸ δὲ ἐξ Ἠπείρου πρότερον μὲν
9. εἰς Μακεδονίαν, καὶ πλεῖστόν γε, καὶ σχεδὸν ἅπαν εἰς
10. Θεσσαλονίκην, ἐκεῖθεν δ' ὡς Μακεδονικὸν ἐκφέρεται. καὶ
11. κατὰ τὸν οἶνον δὲ τὸν Φαλερῖνον ὅμοιόν τι συμβέβηκεν. ἐν
12. μικρῷ γάρ τινι χωρίῳ τῆς Ἰταλίας ὀλίγος γεννώμενος, ὡς
13. δῆθεν αὐτὸς ἐκεῖνος ὢν εἰς ἅπασαν τὴν ὑπὸ Ῥωμαίοις γῆν
14. εἰσκομίζεται, σκευαζομένων δ' ἄλλων οἴνων εἰς ὁμοίου πανουργίαν
15. ὑπὸ τῶν περὶ ταῦτα δεινῶν. ἐὰν δ' ἀπορήσῃς
16. ποτὲ Ἐστρεατικοῦ πετροσελίνου, μηδὲν ἡγοῦ χεῖρον ἔσεσθαί
17. σοι τὸ τῆς θηριακῆς φάρμακον, ἐὰν ἕτερον ἐμβάλῃς. οὐ
18. γὰρ ὡς δηλητηρίοις φαρμάκοις, ἢ ἰοβόλων θηρίων τοῖς
1. δήγμασιν ἐναντιοῦται, ἀλλ' ἐῤῥιμμένοις τοῖς ὑδερικοῖς, καὶ
2. ὅσα πάθη ἄλλα τοιαῦτά ἐστιν, οὐ μὴν τῷ κυριωτάτῳ γε
3. τῆς θηριακῆς ἐπαγγέλματι. ποιεῖ δ' αὐτὴν καὶ πικροτέραν
4. δηλονότι τὸ Ἐστρεατικὸν πετροσέλινον, καὶ μάλιστα ἐὰν
5. πρόσφατον ᾖ. διαφέρει γὰρ ὥσπερ δριμύτατον τῶν ἄλλων
6. πετροσελίνων, οὕτω καὶ πικρότατον. τὴν δὲ τερμινθίνην
7. οὐκ οἶδ' ὅπως τὴν ἐκ Λιβύης ἐμβάλλειν ἐκέλευσεν ὁ
8. Ἀνδρόμαχος, ἀτιμάσας γε τὴν ἐκ τῆς Χίου προκεκριμένην
9. σχεδὸν ὑπὸ πάντων. ἐπαινῶ μὲν γὰρ καὶ τὴν ἐκ τῆς Λιβύης
10. κομιζομένην ἀρίστην. οὐ γὰρ δὴ πᾶσά γέ ἐστιν ἀρίστη,
11. καθάπερ ἡ ἐκ Χίου. γίνεται δὲ καὶ κατὰ τὴν Ποντικὴν
12. γῆν καί τισιν ἄλλοις ἔθνεσι καλλίστη τερμινθίνη ῥητίνη,
13. ἀλλ' ὑπερέχει πασῶν ἡ Χία κατ' ὀσμήν τε καὶ γεῦσιν. ἐφεξῆς
14. δὲ τῶν προγεγραμμένων ὁ Ἀνδρόμαχος ἐν τῇ συνθέσει
15. τῆς θηριακῆς ἔγραψε, ζιγγίβερι καὶ πενταπέτηλον ὅπερ
16. ἐστὶ πεντάφυλλον πόαν ἐμβάλλομεν, οὔτε παραποιούμενα
17. φάρμακα καὶ πᾶσι γιγνωσκόμενα. μετὰ δὲ ταῦτα πολίου
18. μνημονεύει πᾶσι γνωρίμου καὶ μηδὲν ἔχοντος ὅμοιον, εἶτα
1. χαμαιπίτυος, ἐφ' ἦς τοσοῦτον χρὴ προσθεῖναί με κατὰ τὸν
2. λόγον, ὡς πολλαχόθι τῆς γῆς γεννᾶται, καὶ κατ' ὀδμὴν
3. καὶ γεῦσιν ἀκμαιότερον τῆς ἐν τῇ Κρήτῃ. φέρεται δ' ἡμῖν
4. ἐκεῖθεν, ὡς καὶ τοὺς Καίσαρι σκευάζοντας ἀεὶ τῇ Κρητικῇ
5. χρῆσθαι, καίτοι καὶ κατ' αὐτὴν τὴν Ῥώμην ἐν τοῖς προαστείοις
6. καὶ τὴν χαμαιπίτυν καὶ τὴν χαμαίδρυν εὗρον εὐοσμοτέρας
7. τῶν ἀπὸ τῆς Κρήτης ὅταν γε μὴ πολλῷ κατακλυσθῶσιν
8. ὄμβρῳ. ἔτι τε καὶ τοῦτο χρὴ γινώσκειν, ὡς
9. φερομένων ἀπὸ Κρήτης τῶν βοτανῶν, ἐνειλιγμένων χαρτίοις,
10. οἷς ἐπιγέγραπται τὸ τῆς ἑκάστης βοτάνης ὄνομα,
11. τινὲς μὲν ἁπλῆν ἔχουσι τὴν ἐπιγραφὴν, τινὲς δὲ μετὰ
12. προσθήκης τῆς πεδιάδος. εὑρήσεις δὲ τὴν πεδιάδα γενναιοτέραν,
13. καίτοι τῶν πλείστων βοτανῶν ἐν τοῖς πεδίοις
14. ἀσθενεστέρων γεννωμένων. στύρακα δὲ δῆλον ὅτι τὸν
15. ἐν τοῖς καλάμοις φερόμενον ἐκ Παμφυλίας, ἐμβάλλειν
16. προσῆκεν, ὀλίγιστόν τε γεννώμενον καὶ τοσούτῳ διαφέροντα
17. τοῦ πολλοῦ τούτου στύρακος, ὅσον ὁ Φαλερῖνος οἶνος τοῦ
18. πιπρασκομένου κατὰ τὰ καπηλεῖα. λαμβάνειν δ' αὐτοῦ χρὴ
1. τὸν ὠχρότατον, εὔδηλον δ' ὅτι καὶ κατὰ ὀσμὴν οὗτός ἐστιν
2. ἰσχυρότατος, καὶ κατὰ γεῦσιν οὐδὲν ἧττον. νάρδου δ' ἐφεξῆς
3. ἐμνημόνευσεν ὁ Ἀνδρόμαχος, ὡς αὐτὸς προσέγραψε τῆς
4. ἐκ Γαλατείας, ἣν συνήθως οἱ περὶ ταῦτα δεινοὶ Κελτικὴν
5. ὀνομάζουσι. συγκέχυται γάρ πως τὰ τρία ταῦτα ὀνόματα
6. καθ' ἑνὸς ἔθνους φερόμενα τοῦ Κελτικοῦ. καλοῦσι γοῦν
7. αὐτοὺς ἔνιοι μὲν Γαλάτας, ἔνιοι δὲ Γάλλους, συνηθέστερον
8. δὲ τὸ τῶν Κελτῶν ὄνομα. περὶ δὲ τῶν ἐφεξῆς γεγραμμένων
9. τὸ μέν πού τι πρόσθεν εἴρηται, καθάπερ ἐπὶ Λημνίας
10. γῆς καὶ μίλτου· καλεῖν δ' αὐτὴν ἄμεινον οὐ μίλτον,
11. ἀλλὰ γῆν· ἔστι γάρ τις Λημνία μίλτος ἐν τῇ Μίλτῳ γεννωμένη,
12. πρὸς ἄλλας χρείας ἐπιτήδειος, οὐ μὴν εἰς ἃς ἡ
13. καλουμένη Λημνία σφραγίς. γέγραπται δὲ καὶ περὶ τούτων,
14. ὥσπερ οὖν καὶ περὶ τῶν ἄλλων ἐν τῇ περὶ τῶν ἁπλῶν
15. φαρμάκων πραγματείᾳ. τὰ δ' ἐφεξῆς γεγραμμένα φάρμακα
16. σχεδὸν ἅπαντα καὶ γινώσκεται πᾶσιν ἰατροῖς, καὶ πανουργίαν
17. οὐκ ἐπιδέχεται. τινὰ δ' αὐτῶν σαφέστερον δηλοῦται
18. διὰ τῆς πεζῇ γεγραμμένης θηριακῆς. καὶ τὸ

1. Δάκρυον εὖ μίσγοιο, βαλὼν κυανωπὸν ἀκάνθης.

2. δηλοῖ γὰρ τὴν ἐκ τῆς Αἰγυπτίας ἀκάνθης γεννωμένην ἀκακίαν.
3. μόνον οὖν εἰπεῖν ἔτι περὶ θλάσπεως ἀναγκαῖόν ἐστιν,
4. ἐπειδὴ καὶ σχεδὸν ἅπαντα ἐμβάλλουσι, τό τ' ἐκ Κρήτης
5. φερόμενον καὶ τὸ πανταχόθι γεννώμενον, ὅπερ ἐστὶ τῇ
6. χρόᾳ μὲν ὠχρόξανθον, τῷ σχήματι δὲ στρογγύλον πάνυ
7. σμικρὸν, ὡς εἶναι κέγχρου πολλοστὸν μόριον. ἄμεινον
8. δὲ τὸ ἀπὸ Καππαδοκίας κομιζόμενον ἐμβάλλειν, τῇ χρόᾳ
9. μὲν ἐπὶ τὸ μελάντερον ἀποκεχωρηκὸς πάμπολυ, τῷ σχήματι
10. δὲ οὐκ ἀκριβῶς στρογγύλον, καὶ τῷ μεγέθει πολλῷ γε μεῖζον
11. ἢ κατὰ τὸ προειρημένον. ἔχον δὲ κατά τι μέρος ἑαυτοῦ,
12. καὶ οἷον ἔνθλασμά τι μικρὸν, ἀφ' οὗ καὶ ὠνομάσθη
13. θλάσπι. γεννᾶται δὲ ὥσπερ καὶ τοῦτο, οὕτω καὶ
14. ἕτερον ἐν Καππαδοκίᾳ πάμπολυ. ὥστε οὐχ ἁπλῶς τὸ ἀπὸ
15. Καππαδοκίας φερόμενον ἄριστόν ἐστιν, ἀλλὰ τὸ ἰδίως ἐν
16. αὐτῷ γεννώμενον, ἀνόμοιον δὲ τῷ Κρητικῷ τε καὶ πολλαχόθι
17. τῆς γῆς φυομένῳ. εἰ δέ τι καὶ ἄλλο μὴ σαφῶς εἴρηται
18. διὰ τῶν ἐλεγείων μέτρων ὑπὸ τοῦ πρεσβυτέρου Ἀνδρομάχου,
1. τουτέστι κεκρυμμένον, γινώσκοντί σοι τὴν ἄνευ μέτρου
2. γραφὴν ὑπὸ τοῦ υἱέως αὐτοῦ γεγραμμένην Ἀνδρομάχου,
3. καθάπερ καὶ τὸ,

4. Ἀκταίῳ μίσγοις,
5. Συγκεράσας μέλιτι,

6. τουτέστι μέλιτι τῷ Ἀττικῷ. κενταύριον γοῦν κατὰ μὲν
7. τὴν ἔμμετρον γραφὴν οὐ προσδιώρισται ποῖον λέγει, κατὰ
8. δὲ τὴν πεζῇ γεγραμμένην πρόσκειται τὸ λεπτὸν, διὰ τὸ
9. καὶ ἄλλων εἶναι κενταύριον ἁδρόν. οὕτω καὶ ἀριστολοχίας
10. εἴρηται λεπτῆς, ἔστι γὰρ καὶ ἄλλη τις ἁδρὰν ἔχουσα τὴν
11. ῥίζαν, ὥσπερ καὶ τρίτη τὶς ἐστιν ἐπὶ ταῖσδε στρογγύλη.

Cliquer un n° de page pour en afficher l’image