12. Εἴρηταί
13. μοι καὶ πρόσθεν ὡς ἅπαξ μέν τις ἰδὼν σκευαζόμενον
14. τὸ φάρμακον οὐκέτι δεήσεται θεάσασθαι δεύτερον, ἢ
15. γ΄. εἰς δὲ τὴν διάκρισιν τῶν ἀρίστων ἐν ἑκάστῳ γένει φαρμάκου
16. οὐχ ἅπαξ καὶ δὶς καὶ τρὶς, ἀλλὰ πάνυ πολλάκις
17. ἑωρᾶσθαι χρὴ τὰ δόξαν ἔχοντα γεννᾶσθαι κάλλιστα καθ'
18. ἑκάστην χώραν. ἔχειν δ' οὖν χρὴ καὶ πρὸς τὴν τούτων
1. χρῆσιν παραγγέλματα, περὶ ὧν εἴπομεν ἤδη καὶ πρόσθεν,
2. ἀλλὰ καὶ νῦν ἐν ὀλίγοις κεφαλαίοις περὶ πάντων ἐρῶ. τὰς
3. μὲν ῥίζας ὧν ἂν ὦσι χρήσιμοι τεταμένον ἔχειν χρὴ τὸν
4. φλοιὸν, οὐ ῥυσόν· ἀτρόφου γὰρ ῥίζης τοῦτο σημεῖον· τοὺς
5. δὲ καρποὺς μετὰ τῶν ἀκρεμόνων τε καὶ βλαστημάτων ὀνομαζομένων
6. εὐθαλεῖς, καὶ πολλοὺς ἅμα τοῖς περικαρπίοις·
7. τὰ σπέρματα δὲ, ὥσπερ καὶ τὰς ῥίζας, εὔτροφα διὰ τοῦ
8. τετάσθαι τὸν φλοιὸν γνωριζόμενα· τοὺς δὲ ὀποὺς καὶ τοὺς
9. χυλοὺς μὴ κατεξηραμμένα ἐν τῷ χρόνῳ, μήτ' ἀμυδρὰς ἔχοντα
10. ἑκάστου τὰς ἑαυτῶν ποιότητας, ὀσμῇ τε καὶ γεύσει κρινομένας.
11. οἱ μὲν οὖν καρποὶ μετὰ τῶν βλαστημάτων τε καὶ
12. περικαρπίων, ἀνθῶν τε καὶ φύλλων, ὅσα περ τούτων εἰς
13. τὴν θηριακὴν ἐμβάλλονται. τῶν δὲ βοτανῶν, σκορδίου
14. καλαμίνθης, πρασίου, στοιχάδος, δικτάμνου, πολίου, χαμαίδρυος,
15. χαμαιπίτυος, ὑπερικοῦ, κενταυρίου. αἱ ῥίζαι δὲ τῶνδε,
16. ζιγγιβέρεως, ἴρεως, ῥήου, πενταφύλλου, κόστου, νάρδου Ἰνδικῆς,
17. νάρδου Κελτικῆς, γεντιανῆς, μήου, ἀκόρου, φοῦ, ἀριστολοχίας
18. λεπτῆς. σπέρματα δὲ ἐμβάλλεται τῷ φαρμάκῳ ταυτί.
1. βουνιάδος, πετροσελίνου, θλάσπεως, ἄμμεως, ἀνήθου, μαράθρου,
2. δαύκου, καρδαμώμου. ταῦτα μὲν οὖν πάντα τὰ τρία
3. γένη τοῖς Αἰγυπτίοις ὅλμοις ἐμβάλλειν προσήκει, ἐπειδὴ
4. σκληρότατοι τυγχάνουσιν ὄντες, ὡς μηδὲν ἐν τῷ κόπτεσθαι
5. τῆς ἑαυτῶν οὐσίας προστρίβεσθαι τοῖς κοπτομένοις. ἐμβαλλέσθω
6. δὲ ἅμα τοῖσδε καὶ ταυτὶ, ἀρτίσκοι σκιλλητικοὶ, ἀρτίσκοι
7. θηριακοὶ, ἡδυχρόου μάγμα, πεπέρεως τε τὸ μέλαν
8. καὶ τὸ λευκὸν καὶ τὸ μακρὸν, καὶ ῥόδα ξηρὰ, καὶ πρὸς
9. τούτοις ἀγαρικὸν, καὶ κρόκος ἐὰν ξηρὸς ᾖ, σφραγὶς, καὶ ἡ
10. ὀπτὴ χαλκῖτις, ἄμωμόν τε καὶ κιννάμωμον, καὶ ἡ σῦριγξ
11. τῆς κασσίας, ὅ τε τοῦ βαλσάμου ὀπὸς, ἥ τ' ἀκακίας, πλὴν
12. εἰ μαλακή τις εἴη καὶ ὑγρὰ, τό τε καστόριον καὶ ἡ ἄσφαλτος,
13. ἢ ὥς τινες ἀῤῥενικῶς ὁ ἄσφαλτος. εἴρηται γὰρ πολλάκις
14. ὡς οὐδὲν χρὴ φροντίζειν τῆς τοιαύτης λεπτολογίας.
15. οἴνῳ δὲ διαβραχέντα λελειώσθω σμύρνα καὶ κρόκος, ἐάν γε
16. ἀσφαλέστερον εἶναί σοι δόξῃ, μὴ κόπτειν αὐτὸν ὑγρὸν ὄντα.
17. πάντες δὲ οἱ ὀποὶ οἴνῳ διαβρεχέσθωσαν, ὥστε καὶ
18. λυθῆναι καὶ πρὸς τὴν λείωσιν ἐπιτήδειοι γενέσθαι, ὁ τοῦ
1. σαγαπηνοῦ, ὁ τοῦ πάνακος, ὁ τῆς μήκωνος, ὃν δὴ καὶ μηκώεινόν
2. τε καὶ ὄπιον ὀνομάζουσιν, ἥ τε ἀκακία, ὅταν ὑγροτέρα
3. σοι δόξῃ, καὶ δύσκοπτος ὑπάρχῃ, ὅ τε τῆς ὑποκυστίδος
4. χυλὸς καὶ ὁ τῆς γλυκυῤῥίζης. τὸ δὲ θλάσπι καὶ τὸ
5. τῆς γογγυλίδος σπέρμα κατὰ μὲν τὰς πρώτας σκευασίας,
6. ὥσπερ ἑώρων τοὺς πρὸ ἐμοῦ σκευάζοντας, καὶ αὐτὸς ἐνέβαλον
7. ἅμα τοῖς κοπτομένοις εἰς ὅλμον, εἶτά ποτε θεασάμενος
8. ἐμπεπλασμένα διὰ γλισχρότητα τῷ κύτει τοῦ ὅλμου,
9. κατὰ θυίαν ἐδικαίωσα μόνα προλειώσας, ἐπιχέαι οἶνον ἐπ'
10. ἐκεῖνα, μέχρις ἂν ἀκριβῶς ὅλα διαλυθῇ, καὶ μετὰ ταῦτα
11. μιγνύναι τοῖς ἐν τῷ οἴνῳ ἰδίᾳ βεβρεγμένοις τε καὶ λελειωμένοις.
12. καὶ τὸν λιβανωτὸν δὲ λειοῦν ἄμεινον ἰδίᾳ καθ'
13. ἑαυτὸν ἐν θυείᾳ κούφως, ὡς μὴ πλατύνοιτο, κᾄπειτα διαττήσαντας
14. ἔχειν ἕτοιμον ὡς ἐπιπάττειν, εἴπερ ἐθελήσειας,
15. τοῖς μετὰ τοῦ οἴνου λελειωμένοις. τὸ δὲ κόμμι καὶ διαβρέχειν
16. ἐν οἴνῳ ἀναγκαῖον καὶ λειοῦν αὐτό τε καθ' ἑαυτὸ
17. καὶ μετὰ τοῦ λιβανωτοῦ. ταῦτα μὲν οὖν ἅπαντα καθ' ὃν
18. εἴρηται τρόπον παρασκευαζέσθω, τὰ μὲν ἐν θυείᾳ μετὰ τὸ
1. εἶναι λελειωμένα, τὰ δὲ διηττημένα καὶ λελειωμένα ξηρά.
2. κατὰ δὲ τὸν καιρὸν αὐτὸν τῆς ἁπάντων ἑνώσεως τηκέσθω
3. μετὰ μέλιτος ἐν ἀγγείῳ διπλῷ πρώτη μὲν ἡ ῥητίνη, μετὰ
4. ταύτην δὲ ὁ στύραξ καὶ ἡ χαλβάνη, προτεθλασμένα καὶ
5. προκεκομμένα κατὰ τὸν ὅλμον ὑπέροις, ἢ μοχλοῖς σιδηροῖς,
6. παρασταζομένου βραχυτάτου μέλιτος ὠμοῦ, καὶ μετὰ ταῦτα
7. διὰ τῶν ἡμετέρων δακτύλων πλατυνόμενα, προσεμβαλλέσθω
8. τὶ καὶ τοῦ μέλιτος τετηγμένῃ ῥητίνῃ, καὶ οὕτω πάλιν ἐπιτεθειμένου
9. τοῦ πώματος τῷ ἀγγείῳ διαλυέσθω. βέλτιον
10. γὰρ μηκέτι κινεῖν τὸ μέλι τούτων ἐμβληθέντων, ἀλλὰ πωμάσαντας
11. τὸ ἐνεστηκὸς ἀγγεῖον τῷ ὕδατι τὴν ἕψησιν ποιεῖσθαι.
12. τηκομένων δὲ τούτων ἐπεμβαλλέσθω τοῖς μετὰ τοῦ
13. οἴνου λελειωμένοις τὰ ξηρὰ, καὶ ἀναμιγνύσθω μέχρι πάχους
14. ἱκανοῦ, καὶ οὕτω μετὰ βραχὺ τετηγμένα χλιαρὰ παραχείσθω
15. τοῖς ἐν τῇ θυείᾳ διὰ μεγάλου δοίδυκος, ἰσχυροῦ τινος
16. ἀνδρὸς ἑνοῦντος. καὶ ἐπειδὰν ἑνωθῇ καλῶς ἤδη τέ πως
17. παχὺ φαίνηται τὸ ἐξ αὐτῶν, ἐπεμβάλλειν τοῦ μέλιτος ἀφεψημένου
18. τε μετρίως καὶ δηλονότι καὶ ἀπηφρισμένου, καὶ
1. μετὰ τοῦτο τῶν διηττημένων, εἶτ' αὖθις τοῦ μέλιτος, εἶτ'
2. ἤδη μιγνύναι χλιαρὰ τὰ τηχθέντα, καὶ τρίβειν ἰσχυρῶς
3. πάντα κατὰ τὴν μεγάλην θυείαν μεγάλῳ δοίδυκι, προσεμβαλλομένων
4. ὅσα περιττὰ τῶν ξηρῶν ἐστι καὶ τοῦ μέλιτος.
5. ὅταν δ' ὑπὸ τοῦ δοίδυκος ἑνωθῇ πάντα κατὰ τὴν θυείαν,
6. ἐμβάλλειν ὅλμῳ τηνικαῦτα, καὶ διὰ μοχλῶν σιδηρῶν ἀκριβῶς
7. καθαρῶν, ὡς μηδὲν ἔχειν ἰοῦ, κόπτειν συνεχῶς ἐπαλείφοντα
8. τοὺς μοχλοὺς ὀποβαλσάμῳ, κατέχονται γὰρ ἐν τῷ
9. γλίσχρῳ τοῦ φαρμάκου, καὶ δυσκόλως ὑπὸ τῶν κοπτόντων
10. ἀναφέρονται. ὅπως οὖν ἑτοίμως ἀνύοιτο τὸ ἔργον, χρίειν
11. ὀποβαλσάμῳ χρὴ τὰ τοῦ μοχλοῦ πέρατος συνεχῶς, εἰς αὐτὸ
12. τοῦτο δαπανῶντα πᾶν αὐτό. βέλτιον δ' ἐν ἡλίῳ κόπτειν,
13. ἑνοῦται γὰρ οὕτω θᾶττον ἅπαντα, καὶ τοῦτο πράξαντας
14. σκεπάζειν χρὴ τὸν ὅλμον ἔχοντα τὸ φάρμακον ἐν
15. αὐτῷ, καὶ μετὰ δ΄ ἡμέρας ἢ ε΄ κόπτειν ὁμοίως ἐν ἡλίῳ, καὶ
16. τοῦτο ποιεῖν ἐκ διαλειμμάτων αὖθις καὶ αὖθις, ἡμερῶν στ΄
17. ἢ ζ΄ μέχρι δύο μηνῶν, ἢ πάντως μ΄ ἡμερῶν. ταῦτα μὲν οὖν
1. ὡς πρὸς τὴν ἀρετὴν τοῦ φαρμάκου γέγραπται πάντα. τὸ
2. δὲ μέλαιναν αὐτὴν γίνεσθαι, τοῦτο γὰρ οὐκ οἶδ' ὅπως εἴθισται,
3. καὶ ὅστις ἀποτυγχάνει τῆς χρόας ταύτης, καταγελᾶται,
4. φυλακτέον μὲν ἡμῖν ἐστι, γνωστέον δὲ μηδὲν ἐκ τῆς
5. χροιᾶς ὑπαλλάττεσθαι τῆς τοῦ φαρμάκου δυνάμεως. γίνεται
6. δὲ ἡ ἀποτυχία διὰ τὴν κεκαυμένην χαλκῖτιν ξανθὴν καὶ
7. πυῤῥὰν γινομένην. καὶ γὰρ ἐλάχιστον αὐτῆς ἐμβαλλόμενον
8. ὅμως ἐπικρατεῖ κατὰ τὴν χροιάν. ὅπως οὖν μηδὲ κατ' αὐτὸ
9. τοῦτο δοκῇ τις σφάλλεσθαι, προσεχέτω τὸν νοῦν οἷς ἐρῶ.
10. τέτταρας μὲν τὰς πάσας δραχμὰς ἡ ἀντίδοτος λαμβάνει τῆς
11. χαλκίτεως, ὀπτᾷν δὲ προσῆκεν αὐτὴν πολὺ πλέονα κατὰ
12. τόνδε τὸν τρόπον. ἔμβαλε εἰς χυτρίδιον δραχμὰς τῆς ὠμῆς
13. χαλκίτεως οὐχ ἥττους τῶν μ΄. κᾄπειτα διακεκαυμένοις ἄνθραξιν
14. ἐντιθεὶς τὸ χυτρίδιον ἄνευ πωμάτων, ὅταν χυθῇ τὸ
15. φάρμακον, ἐποχούμενόν τε θεάσῃ τὸ κουφότατον καὶ ἀφρωδέστατον,
16. αἴρειν αὐτίκα, καὶ θέντα χαμαὶ μὴ καθάπερ εἰώθαμεν
17. ἐνίοτε, παραπλησίως τοῖς τὸ πῦρ ἐξάπτουσιν, ἐμφυσᾷν
18. αὐτῇ. θαυμαστὸν γὰρ ὅπως ἐν τῷδε τὸ πυῤῥὸν
1. τῆς χρόας ἴσχει καὶ ξανθὸν, ἀλλὰ μηδ' ἐν ἡλίῳ τιθέναι.
2. ψυγείσης δὲ λαμβάνειν ὅσον ἀφρωδέστερον ἐποχεῖται, μηδὲν
3. ἔχον ἐν ἑαυτῷ μήτε πυῤῥὸν μήτε ξανθὸν μήτε ὠχρὸν,
4. εἶτ' ἐξ αὐτοῦ πείρας ἕνεκα λαβόντα βραχὺ καὶ λειώσαντα
5. θεάσασθαι μή τι κατὰ τὴν λείωσιν ἐμφαίνοιτο τῶν εἰρημένων
6. χρωμάτων. ἐὰν δὲ οἷον ἐλήφθη μένῃ πρασίζον, ἢ τεφρῶδες
7. κατὰ τὴν χρόαν, ἐκ τούτου 𐅻 δ΄. ἐμβάλλειν. ὀλίγον
8. γὰρ τὸ τοιοῦτον εὑρήσεις ἐν πολλῷ τῷ κεκαυμένῳ. τὰ
9. μὲν οὖν ἀναγκαῖα πρὸς τὴν τῆς ἀντιδότου σύνθεσίν τε καὶ
10. κατασκευὴν ἤδη λέλεκται πάντα. διαφωνησάντων δέ τι
11. πρὸς τὴν γραφὴν ταύτην Δαμοκράτους τε καὶ Κρίτωνος,
12. ἄμεινον ἔδοξέ μοι καὶ τὰ πρὸς ἐκείνων γεγραμμένα παραθέσθαι,
13. καὶ πρότερον τὰ Δαμοκράτους, ἐπειδὴ καὶ τὴν
14. χρῆσιν αὐτῆς ὅλην ἔγραψε σαφῶς. ἔστι δὲ δι' ἐμμέτρου
15. λέξεως, ὡς εἴωθεν, ἥτις οὐ μόνον τὸ μνημονεύεσθαι ῥᾳδίως,
16. ἀλλὰ καὶ τὸ μὴ παραποιεῖσθαι τὰς συμμετρίας ἀγαθὸν
17. ἔχει. ἄρχεται τοίνυν ὁ Δαμοκράτης ἐν τῷ βιβλίῳ καθ' ὃ
1. τὰς ἀντιδότους γράφει, τόνδε τὸν τρόπον ἀπὸ τῆς κοινῆς
2. χρήσεως αὐτῶν, καὶ τῆς κατὰ τὴν θηριακὴν ἰδέας.
3. Τὰς ἀντιδότους ἔχε προπαρεσκευασμένας,
4. Πρὸ πάντων θ' ἁπλῶς τὰ φαῦλα δηλητήρια,
5. Ὦν καὶ χάριν δοκοῦσιν εὕρεσιν λαβεῖν,
6. Καὶ τοῖς θανασίμοις ἀντιδώσεις φαρμάκοις.
7. Προδιδούς τι τοῖς ἔχουσιν ὑπόνοιάν τινα,
8. Μή τις μετὰ τροφὴν φάρμακον φαῦλον λάβῃ,
9. Ἐπὶ τῇ τροφῇ τε. προσφέρεσθαι δ' ὅταν δοκῇ,
10. Ἀναιρετικόν τις, μετὰ τροφὴν εἰληφέναι,
11. Ἐμέσαντι πάντως τὴν προσενεχθεῖσαν τροφὴν,
12. Καὶ δὶς δὲ διδόναι καὶ τρὶς αὐτὰς ἐπίτρεπε,
13. Ὅταν μένῃ σημεῖα φαύλων φαρμάκων.
14. Δώσεις δὲ καὶ τοῖς ἐντυχοῦσιν ἑρπετοῖς,
15. Τῶν ἰοβόλων τε θηρίων τοῖς δήγμασιν,
16. Ὕδρων, κεραστῶν, ἀσπίδων, καὶ διψάδων,
17. Καὶ τῶν ἐχιδνῶν, τῶν τε λυσσώντων κυνῶν.
18. Καὶ γὰρ τὰ τούτων ἐστὶ φαῦλα δήγματα,
1. Τῶν τ' ἐν θαλάττῃ ἰοβόλων πάντων ἁπλῶς,
2. Καὶ τῶν τε λεπτῶν λεγομένων θηραφίων
3. Σφηκῶν, μελιττῶν, σκορπίων, ἀνθηδόνων,
4. Φαλαγγίων τε θανασίμων, καὶ μυγαλῆς.
5. Τῆς ἀντιδότου μὲν πλεῖον ἢ δραχμὴν μίαν,
6. Τοῦ καρύου τὸ μέγεθος, καὶ μικρῷ πλέον,
7. Κεκραμένων δὲ ζωρότερον κυάθων δέκα.
8. Οὐκ ἀρκέσει δὲ τοῖς κακῶς δεδηγμένοις
9. Ἅπαξ προσενεγκεῖν, ἀλλὰ διδόναι πολλάκις
10. Δεῖ, τοὺς θέλοντας ἐξαλεῖψαι τοὺς φόβους.
11. Δίδου δὲ πρὸς πάντα τὰ πάθη καὶ τὰς νόσους,
12. Ὅσαι φέρουσι τῷ χρόνῳ καχεξίας,
13. Τοὺς περιοδικοὺς πυρετούς τε καὶ ῥίγεα,
14. Μάλισθ' ὅσα μένει μετὰ πόνου πολὺν χρόνον,
15. Ἀποστάσεις φέροντα κυρίων τόπων,
16. Ταῖς πνευματουμέναις τε μήτραις, ἢ κόλον,
17.
Ὅσοι τε κύστιν, ἢ νεφροὺς ἀλγήμασι
18. Χρονίοις ὀχλοῦνται, κᾂν μεθ' ἑλκῶν, ἢ λίθων.
1. Δώσεις δὲ καὶ τοῖς ἡπατικοῖς αὐτὰς καλῶς,
2. Ἀνάγουσί τ' ἐκ τοῦ θώρακος αἷμα πολλάκις,
3. Καὶ τοῖς τρυγῶδες ἀναφέρουσι καὶ πύον,
4. Ὅθεν ἂν φέρηται τοῦτο, κᾂν ἐκ πνεύμονος.
5. Δίδου δὲ καὶ τοῖς ῥήγματα, ἢ καὶ σπάσματα
6. Ἐσχηκέναι λέγουσι τῶν ἐντός τινος,
7. Αἴρεις γὰρ αὐτῶν τοὺς φόβους τε τοὺς πόνους.
8. Προσενεγκέον δὲ τὴν τροφὴν μὴ ῥᾳδίως
9. Πέττουσι, κᾂν λάβωσιν ὀλίγην παντελῶς,
10. Ἀεὶ δ' ἀποξύνουσι, καὶ παραυτίκα
11. Ὅσοις τ' ἀνάγκη δι' ἀποδημίας μακρᾶς,
12. Χρῆσθαι πάνυ φαύλοις ὕδασι, καὶ τούτοις δίδου
13. Τῆς ἀντιδότου μὲν ὅσον ἄγειν τριώβολον,
14. Ὕδατος δὲ θερμοῦ τρεῖς κυάθους, ἢ τέσσαρας
15. Πρὸ τῆς τροφῆς, ὥραισι τρισὶν, ἢ πλείοσι.
16. Τοῖς δὲ περὶ κύστιν, ἐκ γλυκέος κεκραμένης,
17. Αἱμοπτυϊκοῖς τε καὶ στόμαχον ἡλκωμένοις.
18. Τοῖς ῥευματιζομένοις δὲ τὸν θώραχ' ὅλον
1. Δώσεις, ἀφεψῶν εἰς ὕδωρ δεσμίδιον
2. Πολίου, τὸ μὲν βέλτιον, ἢ τοῦ Κρητικοῦ,
3. Ἢ καὶ Σκυθικοῦ τὸ κρεῖσσον, τοῦ Ποντικοῦ
4. Θᾶττον. στελεῖς γὰρ τὰς φορὰς τῶν ῥευμάτων,
5. Ἐν τρισὶ δὲ κυάθοις, ὡς προεῖπον, πρόσφερε.
6. Τινὲς δὲ καὶ τοῖς σφόδρα πονοῦσιν ὠτίον,
7. Ἀνέντες αὐτὴν ἐν γλυκεῖ τῷ Κρητικῷ
8. Εἰς τοὺς πόρους ἐνέθεσαν ἔριον διάβροχον.
9. Ἐχέτω δ' ὁ ποιεῖν ἀντίδοτον θέλων καλὴν,
10. Πάντα μὲν ἄκρως τὰ μίγματά τ' ἐξηρασμένα,
11. Τὸν λεγόμενόν τε θηριακὸν πεπονημένον
12. Ἀρτίσκον οὕτω γεγονόθ', ὡς ὑποδείξομεν.
13. Ἔστιν γὰρ οὗτος τῶν καλῶν ἐκ μιγμάτων.
14. Λαβὼν ἐχίδνας τὰς ἀληθεῖς τοῦ θέρους
15. Τὰς ἀρτιθήρους, τὰς μεγάλας ὡς εἴκοσι,
16. Μικρῷ τε πλείους, οὐ γάρ ἐστ' αὐτῶν πολὺ,
17. Ὃ δεῖ λαβόντας σκευάσαι τὸ φάρμακον,
18. Τῶν μὲν κεφαλῶν ἀπόκοψον, ὡς τρεῖς δακτύλους,
1. Μικρῷ τε πλείους τῶν ἀπὸ τῆς οὐρᾶς μερῶν,
2. Πρῶτον κεφαλὰς μὲν, εἶτα τὰς οὐρὰς τότε.
3. Τοῦτο δὲ ποιεῖν δεῖ προσφάτων ζωσῶν τ' ἔτι,
4. Εἶτα περιδείρας ῥᾳδίως, ὡς ἐγχέλεις,
5.
Ἔκβαλλέ τ' αὐτὸς καὶ τὸ λίπος αὐτῶν ἅπαν,
6. Πλύνας τε καθαρῶς, εἰς λοπάδιον ἐντίθει,
7. Ξηροῦ τ' ἀνήθου σύμμετρον δεσμίδιον,
8. Ὕδατος δέ τ' ἀρκοῦν παραχέας, ἕψει μέχρι
9. Ἡ σὰρξ ἀποστῇ ῥᾳδίως τῶν ὀστέων.
10. Τὸ λοπάδιόν τε βαστάσας ἀπὸ τοῦ πυρὸς,
11. Τῶν ὀσταρίων τὴν σάρκα καθαρὰν ἀπόβαλε,
12. Στήσας ἀκριβῶς ἰσοβαρῆ ταύτης σταθμὸν
13. Τῆς σαρκὸς, ἄρτου τοῦ καθαροῦ τοῦ πυρίνου,
14. Πρόσμισγε καὶ λείαινε, παραχέων βραχὺ
15. Τοῦ ζωμαρίου, ποιῶν τὰ λεπτὰ πέμματα,
16. Ξήραινε καὶ χρῶ θηριακοῖς ἀρτισκίοις.
17. Σκιλλητικοὺς δὲ σκευάσεις οὕτω πάλιν.
18. Τῷ πυραμητῷ σκίλλαν εὐμεγέθη λαβὼν,
1. Λευκήν τε, κάθῃρον πάντα τὸν ξηρὸν φλοιὸν,
2. Πᾶσαν δὲ ῥίζαν τὴν ξυλώδη περίελε,
3. Σταιτί τε περιπλάσας ἔμβαλ' αὐτὴν εἰς ἴπνον.
4. Ὅταν δὲ νομίσῃς πάνυ καλῶς ὀπτὴν,
5. Τότε στήσας αὐτῆς ὅσον ἄγει λίτρας βάρος,
6. Ταύτῃ κατάμισγε λεπτοτάτῃ μίαν ἥμισυ
7. Λίτραν, ἀλεύρου γεγονότος πεφρυγμένων
8. Ὀρόβων ἐπ' ὀλίγον, καὶ παραχρῆμα λεοτριβῶν,
9. Ποίησον οὕτω λεπτὰ πάνυ κυκλίσκια,
10. Ξηρά τε γιγνόμενα, στῆσον ᾗ σοι φίλον·
11. Βαλεῖν τοιοῦτον μίγμα γεγονὸς μὴ πάνυ,
12. Τὴν θηριακήν τε λεγομένην, ἀπορῇς, φράσω,
13. Ἧι καὶ λέγουσι τὸν Μιθριδάτην χρώμενον,
14.
Ὅτ' ἐγένετ' αὐτῷ θανάσιμα πιεῖν φάρμακα,
15. Ἅπασ' ἀνάγκη μετὰ τέκνων πολεμουμένων,
16. Αὐτὸν μὲν οὐ λαβεῖν τινος αἴσθησιν βλάβης.
17. Ξίφει δ' ἀναιρεθέντα περιγραφῆς τυχεῖν,
18. Τὰς δ' αὖ θυγατέρας ἀποβαλεῖν τῷ φαρμάκῳ.
1. Σκεύαζε δ' αὐτὴν, σκιλλίνων κυκλισκίων
2. Δὶς εἴκοσι δραχμὰς, χἀτέρας δὶς τέσσαρας,
3. Ἀρτισκίων δὲ θηριακῶν δὶς δώδεκα,
4. Μέλανός τε πεπέρεως καὶ ὀπίου καὶ μάγματος
5. Ξηροῦ, πάλαι κληθέντος ἡδυχρόου μύρου,
6. Τῶν τ' ἐξ ἑκάστου μίγματος δὶς δώδεκα,
7. Ξηροῦ γλυκυῤῥίζου χυλαρίου δραχμὰς δέκα,
8. Καὶ δύ' ἐπὶ ταύταις, καὶ ῥόδων ξηρῶν ἴσας,
9. Καὶ κινναμώμου, καὶ ὀποβαλσάμου καλοῦ,
10. Ἧς τ' Ἰλλυριοὶ πέμπουσιν ἴσας ἴρεως,
11. Λευκοῦ τ' ἀγαρικοῦ, βουνιάδος τοῦ σπέρματος,
12. Τούτων ἑκάστου τὰς ἴσας δυώδεκα,
13. Καὶ Κρητικὸν σκόρδιον ἑνὶ τούτων ἴσον,
14. Σμύρνης, κρόκου, ῥᾶ, πετροσελίνου, στοιχάδος,
15. Ξηρᾶς καλαμίνθης, πενταφύλλου ῥιζίων,
16. Καὶ τοῦ πρασίου σπέρματος τῶν σφαιρίων,
17. Λευκοῦ πεπέρεως καὶ μακροῦ, τῆς Ἰνδικῆς
18. Νάρδου στάχυος, λιβάνου τε καὶ τερμινθίνης,
1. Κόστου τε λευκοῦ, καὶ ἔτι δικτάμνου πόας,
2. Σχοίνου τε, μὴ τῶν καρφίων, τοῦ δ' ἄνθεος,
3. Ξηροῦ τ' ἀβρέκτου ζιγγιβέρεως τὰς ἴσας,
4. Κασίας μελαίνης τοῦ φλοιοῦ, τούτων πάλιν
5. Δὶς τρεῖς ἑκάστου μίγματος δραχμῆς σταθμῷ,
6. Πολίου τε καὶ φοῦ Ποντικοῦ, καὶ θλάσπεως,
7. Χαμαίδρυός τε καὶ στύρακος, καὶ κόμμεως,
8. Καὶ γεντιανῆς, καὶ ἀκόρου, μήου τ' ἔτι
9. Καὶ καρδαμώμου, καὶ μαράθρου τοῦ σπέρματος
10. Ὑποκυστίδος χυλοῦ τε, καὶ χαλκίτιδος
11. Ὀπτῆς, ὑπερικοῦ σπέρματος τοῦ Κρητικοῦ,
12. Χυλοῦ τ' ἀκακίας τῆς καλῆς ὑγρᾶς ἔτι,
13. Καθαρᾶς τε νάρδου Κελτικῆς, καὶ Λημνίας,
14. Χαμαιπίτυός τε καὶ ἄμμεως καὶ σεσέλεως,
15. Ἀνισαρίου τε σπέρματος πεφρυγμένου,
16. Βότρυός τ' ἀμώμου, μαλαβάθρου φύλλων ἴσας,
17. Πάντων δ' ἑκάστου δύο δραχμὰς ρ΄. ἐπιτίθει,
18. Καὶ βαλσάμου, καρποῦ τε τὰς αὐτὰς δύο.
1. Τινὲς δὲ τούτων οὐ καλῶς ἀνὰ τέτταρας.
2. Ὀποπάνακος δὲ τοῦ δακρύου, καὶ χαλβάνης,
3. Δαύκου τε καθαροῦ σπέρματος τοῦ Κρητικοῦ,
4. Καὶ καστορίου, καὶ σαγαπηνοῦ προσφάτου,
5. Κενταυρίου τε Κρητικοῦ, μὴ προσφάτου,
6. Ἀριστολοχίας τε λεπτῆς ξηρᾶς καλῶς.
7. Τούτων ἑκάστου πάλιν δραχμὰς β΄. ἐπιτίθει
8. Ἴσον θ' ἑνὶ τούτων, στῆσον ἀσφάλτου καλῆς.
9. Τινὲς δ' ἀνὰ δύο φασὶν, ὅπερ οὐ βούλομαι.
10. Πολλάκι γὰρ αὐτὴν, ὡς ἔγραψ', ἐσκεύασα
11. Οἴνου Φαλερίνου τοῦ καλοῦ τὸ σύμμετρον,
12. Μέλιτος δέκα λίτρας Ἀττικοῦ τοῦ προσφάτου.
13. Τούτων δ', ἃ μέν ἐστι σπέρμαθ', ἃ δὲ χυλοί τινων,
14. Ἃ δ' ἐστὶ φύλλα καὶ δάκρυα καὶ ῥιζία,
15. Ἐλάχιστα δ' αὐτῶν κᾀν μετάλλοις γίνεται.
16. Χυλοὺς μὲν οὖν δάκρυα καὶ μεταλλικὰ
17. Οἴνῳ λέαινε, καὶ μέλιτος ποιῶν πάχος.
18. Τὰ λοίπ' ἀποδίδου ξηρὰ πάντα μίγματα,
1. Κοπέντα καὶ σηθέντα λεπτῷ κοσκίνῳ,
2. Μίξας τ' ἐπιμελῶς αὐτὰ, παραχέων τότε,
3. Ζέσας δὶς ἢ τρὶς τὸ μέλι, καὶ δεύσας πάλιν
4. Ἀπόθου, φυλάττων μὴ ξυλίνοις ἀγγείοις,
5. Ὑαλίνοις δὲ μᾶλλον, κερατίνοις τε κᾀργυροῖς,
6. Καὶ κασσιτερινοῖς, καὶ κεραμίοις τε πυκνοῖς.
7. Δίδου τε πίνειν, μήτε γεγονὸς ἀρτίως
8. Τὸ φάρμακον, μήτε πάλιν ἐξηρασμένον,
9. Ὅπερ εἰ γένοιτο διὰ τὸ μῆκος τοῦ χρόνου,
10. Πάλιν ζέσας πρόσβαλλε μέλιτος σύμμετρον,
11.
Συνεκλεάνας τ' ἐφ' ἱκανὸν τοῦτο χρόνον,
12. Εὔχρηστον ἕξεις τὴν ἄχρηστον τῷ χρόνῳ,
13. Πολλῷ δ' ἐλάττω τῆς κεκραμένης ἅπαξ.