14. Ὅτι μὲν
15. οὖν διαφωνοῦσί τινα πρὸς τὸν Ἀνδρόμαχον, Δαμοκράτης
16. αὐτὸς ἐδήλωσεν εἰπὼν,
17. Τινὲς δὲ τούτων οὐ καλῶς ἀνὰ τέτταρας,
καὶ πάλιν.
1. Τινὲς δ' ἀνὰ δύο φασὶν, ὅπερ οὐ βούλομαι,
2. ὅτι δὲ καὶ σαφέστερον εἴρηται τῶν ὑπὸ Δαμοκράτους γεγραμμένων,
3. καὶ τοῦτο πρόδηλον. οὔσης δὲ καὶ ἄλλης παρ'
4. ἡμῖν καὶ αὐτοῦ ἐμμέτρου συνθέσεως τῆς θηριακῆς, ἔδοξέ
5. μοι κᾀκείνην παραγράψαι, κατὰ τὴν ἐκ παραδόσεως τῶν ἐν
6. αὐτῇ συμμετρίαν, διὰ τὸ σαφεστέραν τε καὶ συντομωτέραν
7. εἶναι τῶν ἤδη γεγραμμένων.
8. Θηριακὴν ᾧδ' ἄν τις ἐπικεράσαιτο,
9. Δαύκου μὲν καρπὸς, πάνακός τ' ὀπὸς, ἀσφάλτου τε
10. Καὶ σαγαπηνὸν ἴσον, καὶ χαλβάνη, ἄμμι δ' αὖτις,
11. Λεπτὴ ἀριστολοχία, καὶ ὄρχις κάστορος εἴη,
12.
Καὶ κενταυρίου κόμης ἶσον αὖτις ἐπ' αὐτοῖς
13. Διπλάσιον, στύρακός τε καὶ ἄμμεως, ἀνίσου τε
14. Καὶ φοῦ, καὶ πολίοιο κόμης, μήου τ' ἀκόρου τε.
15. Ἠδὲ χαμαιπίτυος καὶ φύλλα μαλαβάθροιο,
16. Ἔστω καὶ σφραγὶς Λήμνου, ἀπὸ χαλκίτεως τε
17. Χυλὸν καὶ ξανθὸν ὑποκιστίδος αὖτις ἐπ' αὐτοῖς,
18. Κόμμι τε καὶ νάρδου Κελτῶν, ἀπὸ θλάσπεως λεπτῆς,
1. Καὶ σεσέλεως τὸ σπέρμα, καὶ ἐκ Κρήτης μαράθροιο,
2. Καὶ καρδαμώμου, ἀπὸ πάντων τέτταρες ἔστων
3. Δραχμαὶ, σμύρνης δ' αὖ καὶ στοιχάδος, ἠδὲ πρασίου,
4. Κόστου, δικτάμνου τε δραχμὰς στ΄. ἔμβαλ' ἑκάστου,
5. Καὶ μὴν καὶ πεπέρεως μακροῦ, ἑτέρην δ' ἐπὶ τῇδε,
6. Ἀργεννὴν, ῥῆόν τε ἴσον, ξανθοῖό τε χάλτην.
7. Κωρυκίου τε κρόκου, καὶ ῥίζαν πενταπετήλου,
8. Καὶ δέ νυ, καὶ καλάμην, ἶσα σχοίνου τ' εὐώδους.
9. Τερμίνθου δ' ἀπὸ ῥητίνην, νάρδοιό τε ῥίζαν
10. Ἰνδῆς, καὶ κασίης σῦριγξ, λιβάνοιό τ' ἀμήτου
11. Χόνδροι, σπέρμα τε λεπτὸν ἐν οὔρεσιν ἀλδήσκοντος,
12. Πετροσελίνου μίσγε δραχμὰς στ΄. σταθμὸν ἰσάζων.
13. Διπλάσιον δ' ἔστω σκορδίου, γογγυλίδος τε
14. Σπέρματος ἀγροτέρης, ἴριδός τε, ῥόδων τε πέτηλα
15. Ξηρὰ, καὶ ἀγαρικὸν, ῥίζης ἐπὶ τοῖσι γλυκείης
16. Χυλὸς, καὶ βαλσάμου ὀπὸς, καὶ κινναμώμου,
17. Καὶ δριμὺ ζιγγίβερι δραχμὰς β΄. μάγματος ἔστω
18. Δὶς τόσον ἡδυχρόου, πεπέρεως τε μέλανος, καὶ αὐτοὶ
1. Ἀρτίσκοι θηρίων ἶσοι, μήκωνος ὀποῖο
2. Σταθμῷ, δὶς δέ τι τόσσον ἐν ἀρτίσκοις βάρος εἴη,
3. Πικρῆς ἐκ σκίλλης μέλιτος δ' ἐπὶ πᾶσι χέασθαι.
4. Ἡδυχρόου δέ τι μάγμα, μάρου μὲν ἔχει δύο δραχμάς.
5. Ἴσας δ' αὖτ' ἀσάρου, καὶ ἀμαράκου, ἀσπαλάθου τε,
6. Καὶ σχοίνου καλάμου τ' εὐώδεος, ἐκ πόντου τε
7. Φοῦ, ξυλοβαλσάμου τ' ὀποβαλσάμου τε δραχμὰς τρεῖς.
8. Καὶ κιναμώμου εἰσὶν ἴσαι, καὶ κόστου ἐπ' αὐτῷ.
9. Σμύρνης δ' ἓξ δραχμὰς καὶ φύλλα μαλαβάθροιο,
10. Ἴσον δ' αὖτ' Ἰνδῆς νάρδου, ξανθοῦ τε κρόκοιο.
11. Καὶ μὴν καὶ κασίης ἶσαι, διπλαῖ δέ τ' ἀμώμου.
12. Αοιπὴ δ' ἐκ κραναῆς Χίου δραχμῆς βάρος εἴη
13. Μαστίχη, οἴνῳ δ' αὖ Φαλερίνῳ φυράσασθαι.
14. ὑπόλοιπον εἶναί μοι δοκεῖ πρὸς τὸ συμπεπληρῶσθαι τὴν
15. περὶ τῆς θηριακῆς ἅπασαν διδασκαλίαν, ἐν οἷς ὁ Κρίτων
16. ἤτοι διεφώνησε πρός τι τῶν πρόσθεν γεγραμμένων, ἢ
17. προσέθηκέ τι τῶν παραλελειμμένων ὑπογράφειν.