Galenus. De antidotis (De antid.) [n° 083 Fichtner]

Περὶ ἀντιδότων
Antidotes
Antidotes (Ant.)
De antidotis, 1827, vol. 14, p. 1-209. urn:cts:greekLit:tlg0057.tlg078.verbatim-lat1
, 1980 (deu).

De antidotis, 1.17, ed. Kühn, 1827, vol. 14, p. 103-105. urn:cts:greekLit:tlg0057.tlg078.1st1K-grc1:1.17

1.
3. Ἐν μὲν τῇ συμμετρίᾳ τῶν φαρμάκων, βάλλει καὶ
4. αὐτὸς 𐅻 κδ΄. τοῦ μέλανος πεπέρεως, ὥσπερ τοῦ μακροῦ
5. 𐅻 στ΄. βάλλει δὲ καὶ χαλκίτεως κεκαυμένης 𐅻 δ΄.
6. καὶ μέλιτος Ἀττικοῦ λίτρας ι΄. τὰ δὲ θηρία, περὶ τὰ τελευταῖα
7. τοῦ ἔαρος κατὰ τὸ θέρος, ἢ τῷ τρυγητῷ κελεύει
8. συλλέγειν εὐλαβούμενος δηλονότι τό τε τοῦ θέρους, μετὰ
9. τὰ πρῶτα σύμπαντος, ἄχρι κυνὸς ἐπιτολῆς, καὶ τὸ μετὰ
10. τοῦτο, ὃ καλοῦσί τινες ἰδίως ὀπώρας καιρὸν, ἡνίκα καὶ
11. τοῖς ἀνθρώποις τὸ χολῶδες πλεῖστον ὑποτρέφεται. κατὰ δὲ
12. τὸν τρυγητὸν, ὅπερ ἐστὶ τὸ μέσον τοῦ φθινοπώρου, συλλέγειν
13. ἀξιοῖ καὶ συλλαμβάνειν ἐξ αὐτῶν τὰ μεγάλα καὶ
14. εὔτροφα, καὶ ἕψειν μετὰ ἀνήθου μόνου. τὸ δὲ τῆς σαρκὸς
15. αὐτῶν ἐκ δέκα θηρίων ἀθροισθὲν, μιγνύειν ἀξιοῖ
16. σιλιγνίτου ἄρτου μίαν οὐγγίαν, καὶ οὕτως ἀναπλάττειν
17. τοὺς καλουμένους ἀρτίσκους θηριακούς. τοὺς δὲ σκιλλητικοὺς
18. τόνδε τὸν τρόπον σκευάζειν κελεύει. λαμβάνειν σκίλλας
1. ἐν τῷ πυραμητῷ, τηνικαῦτα γὰρ εἶναι μάλιστα ἀκμαίαν.
2. εὔδηλον δ' ὅτι πυραμητὸν κέκληκε τὸν χρόνον, ἐν
3. ᾧ τοὺς πυροὺς ἀμῶσιν, ὀπτῆσαι δ' αὐτὰς ἀποχρώντως ἐν
4. ἴπνῳ κελεύει, περιπλασθείσας γύψῳ ἢ πηλῷ ἐγκρύπτειν
5. πυρὶ, μέχρις ἂν αὐτάρκως ὀπτηθῶσι, εἶτα ἀνελομένους
6. λαμβάνειν αὐτῶν τὸ ἐγκάρδιον, οὕτως γὰρ αὐτὸς ὠνόμασε,
7. καὶ λεαίνειν τε μιγνύντας ὀρόβου μέρος ἓν τῷ διπλασίῳ
8. τῆς σκίλλης, ἀναπλάσσειν τε μετὰ ταῦτα τροχίσκους, καὶ
9. ψύχειν ἐν σκιᾷ. περὶ δὲ τῶν ἐν ὅλμῳ κοπτομένων φαρμάκων
10. ἐπιμελῶς ἔγραψε, περιδεδέσθαι κελεύων δέρμα περὶ
11. τὸν ὅλμον ἀσφαλῶς, κατὰ τὴν μεσότητα διατετρημένον
12. τοσοῦτον, ὡς δύνασθαι μὴ μόνον τὸ κόπτον ἔλασμα διὰ
13. τῆς ἐκτρήσεως καθίεσθαι, ἀλλὰ καὶ μετὰ τὸ ἀρθῆναι τὸ
14. ἔλασμα, τὴν χεῖρα μετὰ τοῦ μύακος, ὥστε αἴρειν δι' αὐτοῦ
15. τὸ κεκομμένον, καὶ ὀφεῖλον σήθεσθαι. δεήσει δὲ, φησὶ, καὶ
16. ἄλλο δέρμα εἶναι, τὴν ἔκτρησιν ἔχον μικροτέραν, ὡς δι'
17. αὐτῆς μόνον τὸ ἔλασμα καθίεσθαι πρὸς τὸ κόπτειν τὰ ἐν
18. τῷ ὅλμῳ, καὶ τοῦτο ἐπιβεβλῆσθαι τῷ προτέρῳ ἄνωθεν. καὶ
1. μὴ εὐθέως ἀποκαλύπτειν αὐτὰ, πρὶν ἢ τὸ χνοῶδες καταστῆναι.
2. κατὰ ταὐτὰ δὲ καὶ διαττώντων ἡμῶν διὰ τοῦ
3. κοσκίνου κεκαλύφθαι κελεύει τὸ διαττώμενον ἄνωθεν, ὅταν
4. τε καταστῇ ἡ κίνησις, τότε ἀνοίγεσθαι, κᾄπειτα αἰρόμενον
5. τὸν κόσκινον ἀπομάττεσθαι πτεροῖς.

Cliquer un n° de page pour en afficher l’image