16. Εἰς δέ τις ἰατρὸς καὶ τὸ μέλι πάνυ παλαιὸν
1. ἐνέβαλεν ὁμοίως τῷ Φαλερίνῳ, κατὰ τοῖόνδε τινὰ λογισμόν.
2. οἰνῶδές ποτε μέλι τι γέγονε τὸ κεκραμένον, ἔμπροσθεν ἄριστον
3. αὐτὸ φαινόμενον. ἀσφαλέστερον οὖν ἔδοξε, καθάπερ
4. ἐπ' οἴνου τοῦ τῷ μήκει τοῦ χρόνου κεκριμένου ὡς οὐ φθείροιτο,
5. μῖξαι τῷ φαρμάκῳ. τὸ δὲ ἦν ἄρα διὰ τὸν χρόνον
6. ὑπόπικρον, εἶτα καὶ τὴν ἕψησιν προσλαβὸν ἐπὶ πλέον γενομένην,
7. ἔτι μᾶλλον ἐδείχθη πικρὸν, ὅπερ ἅπαντι μέλιτι τῷ
8. παλαιοτέρῳ συμβαίνει κατὰ τὴν ἕψησιν. καὶ θαυμαστὸν
9. οὐδὲν, ὅπου γε καὶ χωρὶς τῆς ἑψήσεως ἐν τῷ χρόνῳ πικρότερον
10. ἀντὶ τοῦ γλυκυτέρου γίνεται. καὶ παρά γε τῷ
11. ἐμῷ πατρὶ μέλι τι πικρὸν οὕτως ἦν, οἶον ἐν τῷ Πόντῳ
12. γίνεται κατά τινα τῶν χωρίων, ἐν οἷς αἱ μέλιτται συνάγουσιν
13. ἀπὸ τῶν ἀψινθίων. αὐτὸ τοῦτο δ' ἔφασκε τὸ μέλι τὸ
14. παρὰ Ἀθηναίοις ἄριστον χρόνῳ παμπόλλῳ παλαιωθὲν γεγονέναι
15. πικρόν. ἐπεὶ δ' ἄχρηστον ἐφάνη μοι, καὶ μετὰ τὴν
16. τελευτὴν τοῦ πατρὸς ἄχρι νῦν φυλάττω, πικρότερον μὲν ἔτι
17. καὶ μᾶλλον, ἢ τότε ἦν γεγονὸς, ὥσπερ γε καὶ μελάντερον,
18. οὐ μὴν παχύτερόν γε πολλῷ. καὶ τοῦτ' ἔοικεν ἐξαίρετον
1. ὑπάρχον τῷ καλλίστῳ μέλιτι. καὶ γάρ τοι καὶ τὸ ἐν Ἐλεοῦντι
2. τῆς Χεῤῥονήσου κατὰ τὴν χώραν ἐκείνην ἔνθα τὸ
3. ἡρῷόν ἐστι τοῦ Πρωτεσιλάου γενόμενον μέλι, πάντ' ἔχον
4. Ὑμηττίου μέλιτος, μέχρι πολλοῦ τὰ αὐτὰ, τῷ χρόνῳ προϊόντι,
5. πρὸς τὸ παχύτερον γίνεσθαι, καὶ θρομβοῦται πολλάκις.
6. μέλι μὲν οὖν πάντως ἐμβλητέον ἐστὶ τὸ κάλλιστον ταῖς
7. ἀντιδότοις Ὑμήττιον ἢ Θάσιον ἢ πάντως γε Ἀττικόν· εἰ
8. δὲ ἀποροῖμέν ποτε αὐτοῦ, τοῦ ἐν ταῖς Κυκλάσι νήσοις
9. γινομένου, ὅ τί περ ἂν ὁμοιότατον ᾖ τούτῳ. γίνεται δὲ
10. κατὰ τὸν Ἰσθμὸν μέλι ἀγαθὸν, καὶ καλεῖταί γε τοῦτο
11. Ἰσθμιακὸν ἰδίως ἀπὸ τοῦ χωρίου, καθάπερ καὶ Τούβρεον
12. καὶ αὐτὸ τὴν ἐπωνυμίαν ἔχον. ἔνδοξα μὲν οὖν ταῦτα.
13. γίνεται δὲ καὶ κατ' ἄλλα χωρία κάλλιστον μέλι, διὰ βραχύτητα
14. δ' ἅπαν δαπανώμενον ὑπὸ τῶν ἐγχωρίων, ὡς μὴ
15. περιττεύειν εἰς ἄλλην χώραν ἐξάγεσθαι, καὶ διὰ τοῦτ'
16. ἀγνοεῖσθαι. καὶ γὰρ οὖν ἐν τῇ παρ' ἡμῖν χώρᾳ τῇ
17. μεταξὺ Περγάμου τε καὶ τῆς ἐπὶ θαλάττῃ πόλεως Ἐλαίας
18. ἔστι τις λόφος θύμων μεστὸς, ἐν ᾧ κάλλιστον αἱ μέλιτται
1. συντιθέασι μέλι, δαπανώμενον αὐτόθι. κεῖται δὲ ὁ λόφος
2. οὗτος ἀπὸ Περγάμου πορευομένῳ εἰς Ἐλαίαν ἐν τοῖς ἀριστεροῖς
3. μέρεσιν, οὐ μὴν ἐγγὺς τῆς ὁδοῦ, καὶ κατὰ τὴν
4. ὑπερκειμένην δὲ τῆς ἡμετέρας χώρας Μυσίαν, ἣν ὀνομάζουσι
5. Βρῖττον, ἐθαύμασα θεασάμενος μέλι παραπλήσιον
6. ἀκριβῶς Ἀττικῷ, καίτοι τοῦ ἄλλου μέλιτος ἀκριβῶς ἐν
7. αὐτῷ φαυλοτάτου γενομένου. ἀλλὰ γὰρ κᾀκεῖ λόφος τις ἦν
8. οὐ μέγας, πετρώδης ὅλως, θύμων τε καὶ ὀριγάνων μεστός.
9. ἄλλοθι δὲ κυτίσου μὲν ἦν τὸ χωρίον μεστόν. ἐγεώργει δ'
10. ὁ δεσπότης αὐτοῦ μέλι γλυκύτατον, ὡς ὑπερβάλλειν ἐν τούτῳ
11. τὸ Ἀττικὸν, οὐ μὴν δριμύ γε, καὶ διὰ τοῦτο ταχέως
12. μὲν ἀποστρέφον τοὺς χρησαμένους αὐτῷ, ταχέως δὲ ναυτίαν
13. κινοῦν, εἰ καὶ βραχὺ πλέον ληφθείη. καὶ γὰρ οὖν καὶ τοῖς
14. γράψασι περὶ τῆς κυτίσου ταῦθ' ὁμολογεῖται πᾶσιν, ὡς
15. πλεῖστον μέλιτος ἐκ τῶν ἀνθέων αὐτῆς αἱ μέλιτται δρέπονται.
16. θαμνῶδες δ' ἐστὶ φυτὸν ἡ κύτισος, εἰς ὕψος ἀνῆκον
17. ὅσον αἱ μυῤῥίναι. εἴρηται δέ μοι ταῦτα χρησιμώτατα τοῖς
18. μὴ μόνον ἐν Ῥώμῃ κατοικοῦσιν ἰατροῖς, εἰς ἣν τὰ πανταχόθεν
1. ἥκει καλὰ διὰ παντὸς ἔτους, ἀλλὰ καὶ τοῖς ἐν ἅπαντι
2. μέρει τῆς οἰκουμένης, ὅπως εἰδότες τὰ γνωρίσματα τῶν
3. ἀρίστων ἐκλέγοιντ' ἂν τῶν παρ' ἑαυτοῖς ἢ πάντως γε
4. τῶν ἀστυγειτόνων ἢ ὁμοεθνῶν τὰ κάλλιστα. Φιλώνειον
5. μὲν οὖν τις ἀντίδοτον ἤ τινα ἄλλην τῶν εὐτελῶν συντιθεὶς,
6. οὐ πάνυ τι δεῖται τῶν εἰς ἄκρον ἀρίστων φαρμάκων. εἰ δὲ
7. τὴν Μιθριδάτειον ἢ τὴν θηριακὴν ἤ τινα ἄλλην τῶν
8. πολυμιγμάτων τε καὶ κιννάμωμον ἐχουσῶν συντιθείη, πάντων
9. τῶν ἀρίστων δεῖται φαρμάκων. καὶ οὐκ ἂν εὐπορήσειεν
10. ἐν ἄλλῳ χωρίῳ, καὶ διὰ τοῦτο ἐν Ῥώμῃ σκευάζουσι
11. τὰς τοιαύτας ἀντιδότους οὐχ οἱ ἄριστοι μόνοι τῶν ἰατρῶν,
12. ἀλλὰ καὶ οἱ μυροπῶλαι, πάντες μέντοι τῶν ἐν αὐταῖς ἁμαρτάνοντες
13. ἔλαττον ἢ μεῖζον, ὅμως μὴ συντιθέντες ἄχρηστον
14. φάρμακον. Ἀντωνίνου μὲν οὖν βασιλεύοντος τῶν πλουσίων
15. ἡ θηριακὴ ἐσκευάζετο πολλοῖς, καὶ διὰ τοῦτο ἐνίοτε
16. τῶν δυσπορίστων ἀπέλιπέ τινα θαυμαστὸν γὰρ ὅπως οἱ
17. πλούσιοι τὰ τῶν αὐτοκρατόρων ζηλοῦσιν, ἢ βούλονταί γε
18. φαίνεσθαι ζηλοῦντες. ἐπεὶ δ' ἐκεῖνος ἐξ ἀνθρώπων ἀπῆλθεν,
1. ὀλίγιστοι κατασκευάζουσι τὴν ἀντίδοτον ταύτην, ὥσπερ γε
2. καὶ τὴν Μιθριδάτειον. ὡς οὖν ἐν Ῥώμῃ τῶν ἀρίστων φαρμάκων
3. ἁπάντων εὐπορῆσαι μᾶλλόν ἐστιν, ἢ κατ' ἄλλο χωρίον,
4. οὕτως ἐν αὐτῇ τῇ Ῥώμῃ Καίσαρι σκευάζων τις, ἔτι
5. μᾶλλον εὐπορεῖ πάντων τῶν εἰς ἄκρον ἀρετῆς ἡκόντων, οἴνου
6. μὲν τοῦ Φαλερίνου καὶ μέλιτος Ὑμηττίου, ὀποβαλσάμου
7. τε τοῦ Συριακοῦ καλουμένου. διὰ δὲ τὸν τόπον ἐν ᾧ
8. γεννᾶται πλεῖστόν τε καὶ κάλλιστον, ἕτερον ὄνομα δεύτερον
9. ἔχον, τὸ Ἐγγαδηνὸν γὰρ ὀνομάζεται, κρεῖττον ὂν τῶν ἐν
10. ἄλλοις χωρίοις τῆς Παλαιστίνης γινομένων. ὅσῳ δ' ὁ οἶνος
11. ὁ Φαλερῖνος ἀμείνων ἐστὶ τοῦ κατὰ τὰ καπηλεῖα, τοσούτῳ
12. τοῦ κατ' Αἴγυπτον γενομένου. τῷ τοίνυν ἐπισταμένῳ γνωρίζειν
13. ἀκριβῶς ἑκάστου τῶν φαρμάκων τὴν ἀρετὴν ἐὰν
14. ὑπάρξῃ Καίσαρι σκευάζειν ὡς ὑπῆρξεν ἐμοὶ, τὸ κάλλιστον
15. σκευασθήσεται. κομιζομένων γὰρ τοῖς βασιλεῦσι τῶν ἀρίστων
16. ἁπανταχόθεν, ἐξ αὐτῶν πάλιν τούτων τὸ κάλλιστον
17. αἱρήσεται, ἔγωγέ τοι τῶν οἴνων τῶν Φαλερίνων ἑκάστου
18. τὴν ἡλικίαν ἀναγινώσκων ἐπιγεγραμμένην τοῖς κεραμίοις,
1. εἰχόμην τῆς γεύσεως, ὅσοι πλειόνων ἐτῶν ἦσαν εἴκοσι, προερχόμενος
2. ἀπ' αὐτῶν ἄχρι τῶν οὐδὲν ὑπόπικρον ἐχόντων.
3. ὁ γὰρ παλαιὸς τῶν οὐδέπω πικρότητα προσειληφότων ἄριστός
4. ἐστιν, ὡς ἐφ' ἡλικίᾳ. τοῦ δ' Ὑμηττίου μέλιτος ἐν
5. ταῖς αὐτοκρατορικαῖς ἀποθήκαις ὄντος πολλοῦ, τοῦ διετοῦς
6. γευομένου, ἐκλέγων ἐξ αὐτοῦ πάλιν τὸ γλυκύτατον καὶ δριμύτατον.
7. ἄμεινον γὰρ τοῦτο τοῦ προσφάτου καὶ παλαιοτέρου.
8. ἐπεὶ δ' οὐ μόνοις τοῖς βασιλικὴν ἀφθονίαν ἔχουσι
9. τῆς τοιαύτης παρασκευῆς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν
10. ἰατροῖς ὠφέλιμον εἶναι χρὴ τὴν γραφὴν, ὁ λόγος μοι γίνεται
11. μακρότερος. αὐτίκα γέ τοι πολλὰ τῶν Ἀθήνησι πιπρασκομένων,
12. ἔχει μόρια πολλὰ κατακεκρυμμένα μὲν ἐν τῷ βάθει,
13. καὶ διὰ τοῦτο μὴ βλεπόμενα, δριμύτητα δὲ τῷ μέλιτι παρέχοντα,
14. τῷ χρόνῳ δὲ ἐπιπολῆς γίνεται τὰ θύμα, καθάπερ
15. καὶ τἄλλα ὅσα τῶν ἑτερογενῶν ἐμφέρεται τῷ μέλιτι, καὶ
16. πολλὰ τῶν πιπρασκομένων ἐν Ῥώμῃ τοιαῦτα φαίνεται, πλὴν
17. εἰ τρίβωνες ὄντες οἱ κομίζοντες αὐτὰ φθάσειαν ἀφελεῖν ὅσα
18. τῶν θύμων ἐπεπόλασεν, ὡς τοὺς πολλοὺς ἐξαπατᾶσθαι γευομένους
1. τοῦ μέλιτος, ἐπικρατοῦσαν ἔχοντος τὴν τῶν θύμων
2. ποιότητα. τοῦτο δ' οὐ γίνεται κατὰ τὸ μὴ δολωθέν. ἐάν
3. ποτ' οὖν αἴσθῃ θύμου ὄζον τὸ μέλι, τὴν εἰρημένην ἄρτι
4. πανουργίαν τεκμαίρου. τὸ γὰρ ἄριστον μέλι τὴν μὲν δριμύτητα
5. τῶν θύμων ἐπισπᾶται, τὴν ὀσμὴν δ' οὐκ ἐκμάττεται,
6. καθάπερ οὐδὲ τὸ τῆς γεύσεως σφοδρόν. περὶ μὲν οὖν
7. τῆς μέλιτος ἀρετῆς αὐτάρκως εἴρηται. μέχρι γὰρ πόσου
8. χρὴ ἕψειν αὐτὰ, ἐν τῷ τῆς σκευασίας εἰρήσεται λόγῳ. περὶ
9. δὲ τῶν οἴνων λεκτέον ἐφεξῆς, ὅσα μικρῷ πρόσθεν
10. ἀπελίπομεν.
⟨
(De antid.) [n° 083 Fichtner]
De antidotis
Περὶ ἀντιδότων
Antidotes
Antidotes (Ant.)
De antidotis, 1827, vol. 14, p. 1-209. urn:cts:greekLit:tlg0057.tlg078.verbatim-lat1
, 1980 (deu).
De antidotis, 1.4, ed. Kühn, 1827, vol. 14, p. 20-27. urn:cts:greekLit:tlg0057.tlg078.1st1K-grc1:1.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩