Galenus. De antidotis (De antid.) [n° 083 Fichtner]

Περὶ ἀντιδότων
Antidotes
Antidotes (Ant.)
De antidotis, 1827, vol. 14, p. 1-209. urn:cts:greekLit:tlg0057.tlg078.verbatim-lat1
, 1980 (deu).

De antidotis, 1.5, ed. Kühn, 1827, vol. 14, p. 27-32. urn:cts:greekLit:tlg0057.tlg078.1st1K-grc1:1.5

11. Ἐὰν
13. γὰρ ἐν Ἀσίᾳ σκευάζων ἤ τινι τῶν ἐθνῶν τῶν ἄλλων δεηθῇς
14. οἴνου χρησίμου τῷ φαρμάκῳ, τὴν μὲν χροιὰν ζητεῖν
15. τὸν κιῤῥόν. οὐδεὶς γὰρ οὔτε τῶν μελάνων οὔτε τῶν λευκῶν,
16. ἀλλ' οὐδὲ τῶν ἐρυθρῶν ἐπιτήδειος εἰς τὰς τοιαύτας
17. ἀντιδότους ἐστὶ, τῇ συστάσει δὲ τὸν λεπτὸν, ὡς διαυγεῖσθαι,
18. τῇ γεύσει δ', ὡς ἐπὶ τοῦ Φαλερίνου προείρηται,
19. τὸν μηδέπω μὲν πικρὸν, οὐ μὴν ἄπεπτον ἔτι διὰ τὴν νεότητα.
1. γράψω δέ σοι καὶ παράδειγμα τῶν τοιούτων οἴνων
2. ὀνομαστὶ, τῶν γε κατὰ τὴν ἡμετέραν Ἀσίαν γενομένων, καὶ
3. πρὶν αὐξηθῆναι τὴν Ῥωμαίων δύναμιν, ἔνδοξον γεγενῆσθαι
4. τὸν Φαλερῖνον, οἱ παλαιοὶ τῶν ἰατρῶν ἔγραψαν τὰς προσηγορίας.
5. εἰσὶ δ' οὗτοι τρεῖς ἐν Ἀσίᾳ. γεννᾶται δὲ ὁ μὲν
6. ἐπῃνημένος ὑπ' αὐτῶν Ἀριούσιος ἐν Χίῳ, τὴν προσηγορίαν
7. ἀπὸ τοῦ χωρίου κτησάμενος ἐν ᾧ γίνεται. καθάπερ καὶ ὁ
8. Λέσβιος ἀπὸ τοῦ τῆς νήσου πάσης ὀνόματος. ὁ δὲ Τμωλίτης
9. ἀπὸ τοῦ λόφου καθ' ὃν γίνεται. Τμῶλος γὰρ αὐτῷ
10. τοὔνομα. δῆλον δ' ὅτι τὸν ἄριστον αὐτῶν τούτων ἐκλέγεσθαί
11. σε χρὴ κατὰ τὰ προειρημένα γνωρίσματα, καθάπερ
12. ἐπὶ τοῦ μέλιτος εἶπον. ὄντος γὰρ ἅπαντος σχεδὸν τοῦ κατὰ
13. τὴν Ἀττικὴν καλοῦ, τούτου πάλιν αὐτοῦ τὸ Ὑμήττιόν ἐστι
14. κάλλιστον, εἶτ' ἐπ' αὐτῷ τὸ Θάσιον. οὕτως οὖν καὶ τῶν
15. οἴνων πολλῶν ὄντων τῶν ἐν Λέσβῳ γενομένων, ὁ
16. κιῤῥὸς καὶ μὴ παχὺς, εὐώδης δὲ καὶ στύφων μὲν ἥκιστα,
17. βραχυτάτην δὲ γλυκύτητα ἔχων, οὐ μὴν ἀσαφὲς τοῦτο, καλεῖται
18. μὲν ἰδίως Λέσβιος. ἄριστος δέ ἐστιν ἐν Ἐρεσῷ
1. γεννώμενος τοιοῦτος, εἶτα δεύτερος ὁ ἐν Μηθύμνῃ, καὶ τρίτος
2. ὁ ἐν Μιτυλήνῃ. τὸν ἄριστον οὖν ἐν τούτοις ἐκλέξῃ,
3. τοῖς εἰρημένοις γνωρίσμασι κρίνων. ὃς γὰρ ἂν ἐν τοῖς
4. εὐωδεστέροις ᾖ τοῦ παραλαμβανομένου, καὶ γλυκύτερος, καὶ
5. κατὰ τὴν σύστασιν λεπτότερος, οὗτός ἐστιν ἄριστος. τοῦ
6. μὲν οὖν Λεσβίου τοιοῦτο τὸ εἶδός ἐστιν, ὥσπερ γε καὶ τοῦ
7. Ἀριουσίου, βραχεῖαν διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον
8. ἐχόντων. οὐ μὴν τοῦτό γε Τμωλίτου, οὐδὲ τοῦ
9. Φαλερίνου. δύο γὰρ αὐτῶν εἴδη, γλυκὺς μὲν ὁ ἕτερος, ὁ
10. δὲ ἕτερος ὥσπερ οὐ γλυκὺς, οὕτως οὐδ' αὐστηρὸς, ἀλλ' ἐν
11. τῷ μέσῳ κατά γε ταῦτα τῶν τε αὐστηρῶν καὶ τῶν γλυκέων
12. οἴνων. ἐμβάλοις οὖν τῇ θηριακῇ τὸν γλυκὺν, οὐχ ὡς
13. εἰς τὴν ὅλην τοῦ φαρμάκου δύναμιν ὄντα βελτίονα προαιρούμενος,
14. ἀλλ' ἕνεκα τῆς ἐν τῷ γεύεσθαι χάριτος, ἧς χρὴ
15. φροντίζειν ἐν τοῖς καταπινομένοις φαρμάκοις, ὅταν ἐν
16. αὐτοῖς ἔχῃ πάμπολλα πικρὰ, καθάπερ ἡ Μιθριδάτειός τε
17. καὶ ἡ θηριακή. καὶ τὰ ἄλλα δὲ πάντα φάρμακα διὰ πολλῆς
18. πείρας κεκριμένα τοῖς ἰοβόλοις θηρίοις ἀντιτετάχθαι
19. πικρὰ ταῖς ποιότησίν ἐστιν, ὡς κᾀν τῷ περὶ αὐτῶν λόγῳ
1. φανεῖται. Ὅμηρος δ', ὡς ἔοικεν, οἴεται καὶ τὰς ὀδύνας ἰώμενα
2. τοιαῦτ' εἶναι πάντα. λέγει γοῦν οὕτως·

3. Ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
4. Χερσὶ, διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
5. Ἔσχ' ὀδύνας.

6. ἔμπειρον εἶναι συμβουλεύω τὸν ἰατρὸν, εἰ οἷόν τε πάντων
7. φυτῶν. εἰ δὲ μὴ, ἀλλὰ τῶν πλείστων γε, καὶ ὧν ἡ χρεία
8. πολλή. γένη δ' αὐτῶν, εἰ δὲ βούλει διαφορὰς ὀνομάζειν,
9. αἵδε εἰσὶν, δένδρα καὶ θάμνοι καὶ πόαι καὶ ἄκανθαι καὶ
10. φρύγανα. δυνάμενος γὰρ αὐτὰ γνωρίζειν ἀπ' ἀρχῆς εἰς
11. τέλος, ἐν πολλοῖς τῆς γῆς εὑρήσεις τόποις, ὥσπερ κᾀγὼ
12. κατὰ τὴν Ἰταλίαν εὗρον ἐν πολλοῖς χωρίοις, ὅσα μήτε φυόμενα
13. μήτε αὐξανόμενα γνωρίζουσιν οἳ τὰ ξηρανθέντα
14. μόνα διαγινώσκουσιν. οὐδεὶς γοῦν ἐστι τῶν μυροπωλῶν, ὃς
15. οὐκ οἶδεν τὰς ἐκ Κρήτης κομιζομένας βοτάνας, ὥσπερ καὶ
16. τοὺς καρποὺς αὐτῶν, ἀλλ' ἐν τοῖς προαστείοις Ῥώμης ἐξ
17. αὐτῶν οὐκ ὀλίγας φυομένας παντάπασιν ἀγνοοῦσι, καὶ διὰ
18. τοῦτο κατὰ τὸν καιρὸν, ἐν ᾧ τοὺς καρποὺς αὐτῶν ἐκφέρουσιν, 
1. οὐκ ἐπιτηροῦσιν. ἐγὼ δ' εἶδον καὶ χαμαιπίτυν
2. καὶ χαμαίδρυν καὶ θλάσπι καὶ κενταύριον, ὑπερικόν τε
3. καὶ πόλιον, ἄλλα τε τοιαῦτα κατὰ τὸν καιρὸν ἐπιτηρῶν,
4. ἀκμαῖα λαμβάνων, μήθ' ὑπερξηρανθέντα κατὰ τὸν θερινὸν
5. ἥλιον, ἀλλὰ μηδὲ θᾶττον ἢ προσήκει ληφθέντα, τῶν καρπῶν
6. ἀπέπτων ἔτι καὶ ἀτελῶν ὑπαρχόντων. ἡ γάρ τοι τῶν
7. συνθέτων φαρμάκων ἀρετὴ ταῖς τῶν ἁπλῶν ἀρεταῖς ἕπεται,
8. βραχείας τινὸς τῆς ἐν αὐτῇ τῇ σκευασίᾳ γιγνομένης διαφορᾶς,
9. ἐφ' ἣν ἤδη μεταβήσομαι, προσγράψας τὴν συμμετρίαν
10. τῶν μιγνυμένων ἀλλήλοις ἁπλῶν φαρμάκων. ἐπεὶ δ'
11. ἔνιαι κακῶς εἰσι γεγραμμέναι, τινῶν μὲν ἐν τῷ τοῖς αἰτήσασι
12. διδόναι τὰς γραφὰς ἑκοντί ψευδομένων, ἐνίων δὲ καὶ
13. διαστρεφόντων ἃ παρά τινων ἔλαβον ἀντίγραφα. τὰ δὲ δὴ
14. βιβλία τὰ κατὰ τὰς βιβλιοθήκας ἀποκείμενα, τὰ τῶν ἀριθμῶν
15. ἔχοντα σημεῖα, ῥᾳδίως διαστρέφεται, τὸ μὲν πέντε
16. ποιούντων ἐννέα, καθάπερ καὶ τὸ ο, τὸ δὲ ιγ, προσθέσει
17. μιᾶς γραμμῆς, ὥσπερ γε καὶ ἀφαιρέσει μιᾶς ἑτέρας, διὰ
18. τοῦτο ἐγὼ, καθάπερ ὁ Μενεκράτης ἔγραψε βιβλίον, ἐπιγράψας
1. ὁλογράμματα αὐτοκράτορος, καθότι τὰ μὲν ζ, διὰ
2. δυοῖν γέγραπται συλλαβῶν, οὐ διὰ τοῦ ζ μόνον, τὰ δὲ κ
3. διὰ τριῶν, οὐ διὰ τοῦ κ μόνον, τὰ δὲ τριάκοντα διὰ τεττάρων,
4. οὐ διὰ τοῦ λ μόνον, καὶ τἄλλα ὁμοίως, οὕτω ποιήσω
5. καὶ αὐτός. ἐπαινῶ δὲ καὶ τὸν Ἀνδρόμαχον ἐμμέτρως
6. γράψαντα τὴν θηριακὴν αὐτὴν, ὥσπερ καὶ ἄλλοι τινές. ὁ
7. δὲ Δαμοκράτης καὶ τἄλλα πάντα διὰ μέτρων ἔγραψεν
8. ὀρθῶς ποιήσας. ἥκιστα γὰρ οἱ πανοῦργοι δύνανται διαστρέφειν
9. αὐτά. καὶ πρῶτόν γέ σοι τὴν ἐκείνου γραφὴν ἔμμετρον
10. ἐνταῦθα παραθησόμεθα.

Cliquer un n° de page pour en afficher l’image