4. Τὰς
5. ἐχίδνας οὐχ ὥσπερ ἔνιοι μέσου θέρους, οὐ μὴν οὐδ' ἄρτι
6. τῆς φωλεᾶς παυσαμένας θηρεύειν προσῆκεν. ἐν μὲν γὰρ
7. τῷ θέρει διψώδης ἡ σὰρξ αὐτῶν ἐστιν, ἐπὶ δὲ τῇ φωλεᾷ
8. ξηρὰ καὶ ψυχρὰ καὶ ἄτροφος. κάλλιστος οὖν ἐστι καιρὸς
9. ὁ μεταξὺ τούτων, ὃν καὶ αὐτὸς ὁ Ἀνδρόμαχος ἐδήλωσεν,
10. ἡνίκα καὶ οἱ τῷ Διονύσῳ βακχεύοντες εἰώθασι διασπᾷν
11. τὰς ἐχίδνας, παυομένου μὲν τοῦ ἦρος, οὔπω δ' ἠργμένου
12. θέρους, ἢ εἰ χειμέριον ἐπὶ πολὺ τὸ ἔαρ γίγνοιτο,
13. κατὰ τὴν ἀρχὴν τοῦ θέρους, οὐ κατὰ πολὺ τῆς τῶν πλειάδων
14. ἐπιτολῆς. ὅσαι δὲ ἐγκύμονές εἰσι τῶν ἐχιδνῶν, παραιτεῖσθαι
15. ταύτας. ἀποτέμνειν δὲ τάς τε κεφαλὰς καὶ
16. τὰς οὐρὰς αὐτῶν. πρὸς γὰρ τῷ δοκεῖν ἰωδέστερα ταῦτ'
17. εἶναι τὰ μόρια καὶ τὸ σκληροῖς, καὶ ὀλιγοσάρκοις ὑπάρχειν
18. αὐτοῖς πρόσεστιν. αὔταρκες δ' ἐπὶ τῶν μεγάλων ἐχιδνῶν
1. τὸ ἀφαιρεθησόμενον ἑκατέρωθεν, εἶναι δακτύλων δ΄.
2. ὅλον δὲ τὸ λοιπὸν σῶμα, τῶν μὲν ἐντέρων ἐξαιρεθέντων,
3. ἀποδαρέντος δὲ τοῦ δέρματος, ὕδατι περιπλύναντα, ἐμβάλλειν
4. κακάβῃ προσήκει καθαρὸν ὕδωρ, καὶ ἄνηθον χλωρὸν,
5. ἀκμάζει γὰρ τηνικαῦτα, καὶ ἕψειν ἐπ' ἀνθράκων διακεκαυμένων,
6. ἢ ξύλων ξηρῶν, ἃ καλοῦσιν ἄκαπνα. βέλτιον δ'
7. αὐτὰ τὰ τῶν ἀμπέλων εἶναι κλήματα. προσεπεμβάλλειν δ'
8. ἁλῶν, ἐὰν μὲν ἐν τῷ προσήκοντι καιρῷ λάβῃς τὰς ἐχίδνας,
9. ἐλάχιστον, ἐὰν δὲ θέρους, μηδέν. φυλάττεσθαι δὲ τὰς ἐκ
10. παραθαλαττίων χωρίων λαμβάνειν, ἤ τινος ἁλμυρᾶς ὑδάτων
11. συστάσεως. διψώδης γὰρ ἡ ἀντίδοτος ἡ ἐκ τῶν τοιούτων
12. ἐχιδνῶν γίνεται. καλῶς δὲ ἑψηθεισῶν αὐτῶν, ὥσπερ
13. εἰ καί τις ἐσθίειν ἔμελλεν, ἐξαίρειν μὲν χρὴ τοῦ ὕδατος,
14. ἀφαιρεῖν δὲ τὰς σάρκας, ἄνευ τοῦ συναφαιρεῖν τι τῶν ἀκανθῶν,
15. καὶ ταύτας ἀκριβῶς λειώσαντα, μιγνύειν ἄρτου καθαρωτάτου,
16. καλῶς ἐξηρασμένου βραχύ τι. πρὸ πάντων δ'
17. εὔζυμός τε καὶ καλῶς ὠπτημένος ὁ ἄρτος ἔσται κριβανίτης,
18. οὐκ ἰπνίτης. ἔνιοι μὲν οὖν ἥμισυ μέρος σταθμοῦ βάλλουσι
1. τοῦ ἄρτου, τινὲς δὲ τὸ τρίτον μέρος. ἐγὼ δὲ καὶ τέταρτον
2. καὶ πέμπτον ἐνίοτε ἔβαλλον. εἰ μὴ γὰρ καλῶς ὠπτημένος
3. εἴη, κίνδυνος ὀξύτητός τι προστρίψασθαι τῷ φαρμάκῳ.
4. κάλλιον δὲ καὶ προεξηράνθαι τισὶν ἡμέραις ἐν οἴκῳ
5. ξηρῷ τὸν οὕτως ὠπτημένον. μιχθέντων δὲ αὐτῶν καὶ
6. λειωθέντων ἀκριβῶς, ὡς μηδεμίαν τῆς σαρκὸς τῶν ἐχιδνῶν
7. ἀλείωτον ὑπολείπεσθαι, κυκλίσκους ἀναπλάττειν λεπτούς. οἱ
8. γὰρ παχεῖς δυσξήραντοι γενόμενοι τὰς μὲν τῆς ἐχίδνης
9. σάρκας σήπεσθαι συγχωροῦσι, τὸν δ' ἄρτον ὀξύνεσθαι.
10. διὸ καὶ ξηρὸν λειοῦν τὸν ἄρτον ἄμεινόν ἐστιν, οὐχ ὡς οἱ
11. πρὸ ἐμοῦ σκευάζοντες τῷ Καίσαρι συνετίθεσαν, ἐμβρέχοντες
12. αὐτὸν τῷ τῶν ἐχιδνῶν ἀφεψήματι, κᾀγὼ μέχρι πολλοῦ
13. τοῦτ' ἐποίουν, ἀλλ' ὕστερόν μοι βέλτιον ἔδοξεν εἶναι λειώσαντι
14. τὸν ἄρτον οὕτως ἀναμιγνύναι τῇ σαρκὶ τῶν ἐχιδνῶν
15. ἀκριβῶς προλελειωμένῃ, θᾶττον γὰρ οὕτως οἱ κυκλίσκοι
16. ξηραίνονται, τὸν ξηρὸν ἄρτον, οὐ τὸν ὑγρὸν ἀναμιξάντων
17. ἡμῶν. ἔστω δὲ καὶ ὁ οἶκος ἐν ᾧ ξηραίνεσθαι μέλλουσι,
18. πάντως μὲν ὑπερῶος, ἐστραμμένος δὲ πρὸς μεσημβρίαν, ἢ
1. πάντως γε μὴ πρὸς ἄρκτον, ὅπως δέχηται τὰς ἡλιακὰς ἀκτῖνας
2. ἐν πολλῷ χρόνῳ τῆς ἡμέρας, ἐν τοιούτῳ γὰρ ἀλύπως
3. ξηρανθήσονται. μετὰ τὴν ἀνάπλασιν εὐθέως ἐν ἐκείνῳ τῷ
4. μέρει τιθέντες, ἔνθα μὴ προσβάλλουσιν αἱ ἀκτῖνες τοῦ
5. ἡλίου. στρέφεσθαι δὲ αὐτοὺς χρὴ συνεχῶς, ὅπως ὁμαλῶς
6. ξηραίνωνται καθ' ἑκάτερον μέρος. εἰ μὴ γὰρ τοῦτο πράττοι
7. τις, τὸ μὲν ἕτερον μέρος ὑπερξηρανθήσεται, τὸ δὲ
8. ἕτερον, ὑγρὸν ἕως πολλοῦ διαμένον, σηπεδόνι περιπεσεῖν
9. κινδυνεύσει, καὶ μετὰ τὸ ξηρανθῆναι δὲ κείσθωσαν ἄλλαις
10. ἡμέραις πλείοσι κατὰ τὸν αὐτὸν οἶκον, ἔξω τῶν ἡλιακῶν
11. ἀκτίνων στρεφόμενοι συνεχῶς. ἀρκεῖ δ' ὁ χρόνος οὗτος ὁ
12. πλεῖστος ἡμερῶν ιε΄. μεθ' ἃς ἀποτίθεσθαί σοι καιρός
13. ἐστιν, ἕως ἂν μέλλῃς σκευάζειν τὸ φάρμακον. ἡ δ' ἀπόθεσις
14. ἐν ἀγγείῳ καττιτερινῷ ἢ ὑαλίνῳ ἢ χρυσῷ γινέσθω.
15. τὸ μὲν οὖν ὑάλινον καὶ τὸ χρυσοῦν οὐδεμίαν ἔχει τὴν δόλωσιν,
16. ὁ δὲ καττιτερινὸς μίξει μολύβδου δολοῦται. τὸν
17. τοιοῦτον οὖν φεύγειν προσήκει, οὐ μόνον ἐπὶ ταύτης, ἀλλὰ
18. καὶ τῶν ἄλλων ἀντιδότων ἁπασῶν, ὥσπερ γε καὶ τὸν ἐξ
1. ἀργύρου μὴ κεκαθαρμένου, τάχιστα γὰρ καὶ οὗτος ἰὸν ἐπιτρεφόμενον
2. ἔχει. καλοῦσι δ' οἱ Ῥωμαῖοι τὸν κεκαθαρμένον
3. ἄργυρον κάνδιδον. ἄμεινον δὲ μὴ μετὰ πολὺν χρόνον χρῆσθαι
4. τοῖς ἀρτίσκοις, οὐ μὴν πολύ γέ τοι βλάπτονται, κᾂν
5. μετ' ἐνιαυτὸν ἐμβληθῶσι, κᾂν μετὰ πλείονα χρόνον ἔτι
6. τοῦδε. καλῶς γὰρ ξηρανθέντες ἐν ἀρχῇ καὶ τριῶν ἐτῶν
7. καὶ τεττάρων ἀκμαῖοι παραμένουσιν, ἐάν γε καλῶς ὦσιν
8. ἀποκείμενοι, καὶ καθαροῖς ὀθονίοις δι' ἡμερῶν τινων ἀπομάττοιτο
9. τὸ ἐπιτρεφόμενον αὐτοῖς κονιορτῶδες. ἐὰν γὰρ
10. προσμείνῃ τοῦτο χρόνῳ πλέονι, διατίτρησιν αὐτούς. εὔδηλον
11. δ' ὅτι τοῦτο παθόντες ἄχρηστοι γίνονται, ὡς πρίν γε
12. τοῦτο παθεῖν αὐτοὺς, κᾂν χρονίσωσιν ἱκανῶς διαμένουσι
13. χρήσιμοι.
⟨
(De antid.) [n° 083 Fichtner]
De antidotis
Περὶ ἀντιδότων
Antidotes
Antidotes (Ant.)
De antidotis, 1827, vol. 14, p. 1-209. urn:cts:greekLit:tlg0057.tlg078.verbatim-lat1
, 1980 (deu).
De antidotis, 1.8, ed. Kühn, 1827, vol. 14, p. 45-49. urn:cts:greekLit:tlg0057.tlg078.1st1K-grc1:1.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩