3.
4. ♃ Λυκίου Ἰνδικοῦ ὡς καλλίστου δίδου ὀβολοὺς γ΄.
5. μεθ᾿ ὕδατος, καὶ ἱερᾶς βοτάνης μικρόν τι παραπλέκων, δίδου
6. ἐφ᾿ ἡμέρας ἱκανάς. δίδου δὲ καὶ χωρὶς ὕδατος εἰς ὠὸν
7. ῥοφητὸν βαλὼν τὸ λύκιον.
8. ♃ Καστορίου 𐅻 α΄. ῥοδίνου λευκοῦ κύαθον,
9. δίδου πίνειν δεύτερον τῆς ἡμέρας καὶ διαλείπων, κενοῦ
10. ἀψινθίου ἀφεψήματι ἁλῶν ἐπεμβεβλημένων τοσούτων, ὥστε
11. τὸ ἐνειμένον σφοδρότερον εἶναι. Ἀντωνίνου Κώου. Ἄλυσσον
12. βοτάνην κόψας καὶ σήσας, ἀπόθου, ἐν τῇ χρήσει δίδου
13. κοχλιάριον λυσσοδήκτοις, μεθ᾿ ὕδατος καὶ ὑδρομέλιτος κυάθων
14. γ΄. ἀπὸ α΄. ἡμέρας, καλὸν μὲν εἰ ἐπὶ ἡμέρας μ΄. εἰ δὲ
15. μή γε, ἐπὶ τὰς πρώτας ἡμέρας ζ΄. ἄλυσσος δέ ἐστι βοτάνη
16. τῷ πρασίῳ παρεμφέρουσα, τραχυτέρα δὲ, καὶ μᾶλλον ἀκανθώδης
17. περὶ τὰ σφαιρία, ἄνθος δὲ φέρει κυανίζον. ταύτην
18. χρὴ συλλέγειν ἐν τοῖς ὑπὸ κύνα καύμασι, καὶ ξηράναντος
1. κόπτειν, καὶ σήθειν, καὶ φυλάττειν ἀδιάπνευστον. Ἄλλη
2. ἔνδοξος πάνυ. ♃ Μιθρέου καρκίνων ποταμίων ἐπὶ κλημάτων
3. λευκῆς ἀμπέλου κεκαυμένων καὶ τετριμμένων μύστρα ι΄.
4. ῥίζης γεντιανῆς μύστρα γ΄. τερμινθίνης μύστρα β΄. δίδου
5. δηχθεῖσιν εὐθέως μετ᾿ οἴνου ἀκράτου παλαιοῦ κυάθων γ΄.
6. ἢ ὀλίγῳ πλέονος, ἢ ἐλάττονος. δεῖ γὰρ παραμετρεῖν ταῖς
7. ἡλικίαις καὶ τὴν δύναμιν τῶν δηχθέντων· δίδου ἐπὶ ἡμέρας
8. γ΄. τοῖς δὲ ὕστερον τῆς α΄. ἡμέρας, ἢ τῆς β΄. ἢ καὶ
9. τῆς γ΄. μέλλουσι λαμβάνειν τὸ φάρμακον, ἐπιμηχανητέον, ὥστε
10. τὸ ἅπαξ διδόμενον τῆς ἡμέρας, τοῦτο τριπλοῦν, καὶ διπλοῦν
11. τοῦ φαρμάκου διδόναι, ὁ γὰρ οἶνος αὐτάρκης. ἐκπληρώσαντα
12. δὲ τὸ ἐλλεῖπον τῶν ἡμερῶν, διδόναι καρκίνων
13. ποταμίων μύστρον ἓν, καὶ γεντιανῆς μύστρα β΄. ἐπ᾿ ἄλλας
14. ἡμέρας γ΄. μετ᾿ οἴνου κυάθων γ΄. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον.
15. τοῖς μὲν εὐθέως δηχθεῖσι διδόναι καρκίνων μύστρον,
16. καὶ γεντιανῆς μύστρα β΄. καὶ οἴνου ἀκράτου κυάθους γ΄.
17. καθ᾿ ἑκάστην ἐπὶ ἡμέρας στ΄. εἰ δέ τις ἀφυστερήσει
18. τῆς θεραπείας, εἰ μὲν δευτεραῖος εἴη, λαμβάνειν τοῦ φαρμάκου
1. τὸ διπλοῦν, ὁ γὰρ οἶνος αὐτάρκης. εἰ δὲ τριταῖος,
2. λαμβανέτω τριπλοῦν. μετὰ δὲ ταῦτα τρὶς ἐπ᾿ ἄλλας ἡμέρας
3. λαμβανέτω, ὅπερ ἔθος ἔχει, καθ᾿ ἑκάστην ἡμέραν λαμβάνειν.
4. τὸ φάρμακον ποθὲν, ἱκανὴν ἀσφάλειαν ποιεῖ, ὥστε
5. μὴ περιπεσεῖν τῷ ὑδροφόβῳ.
6.
7. ♃ Καρκίνων 𐅻 κ΄. σμύρνης 𐅻 β΄. κρόκου 𐅻 α΄. S". γεντιανῆς
8. 𐅻 α΄. πεπέρεως λευκοῦ κόκκους ι΄. οἴνου ὅσον ἐξαρκεῖ
9. εἰς ἀνάληψιν. ἡ δόσις 𐅻 α΄. μετ᾿ οἴνου κυάθων γ΄. κεκραμένου.
10. ♃ Σκορδίου
11. 𐅻 β΄. πεπέρεως λευκοῦ 𐅻 β΄. S". ὀπίου 𐅻 γ΄. ὀποῦ
12. Κυρηναϊκοῦ 𐅻 γ΄. S". κάγχρυος 𐅻 δ΄. γεντιανῆς, πηγάνου
13. ἀγρίου σπέρματος, μίλτου Λημνίας, ἀνὰ 𐅻 ε΄. σμύρνης 𐅻
14. ζ΄. ὀποβαλσάμου 𐅻 η΄. σκεύαζε οἴνῳ, καὶ ἀναλάμβανε μέλιτι
15. ἑφθῷ, ὕστερον ἐπιβαλὼν τὸ ὀποβάλσαμον, καὶ δίδου εὐτονωτέροις
16. κυάμου Αἰγυπτίου τὸ διπλοῦν, καὶ ὕδατος θερμοῦ
17. κυάθους γ΄.
18. ♃ Πολίου, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ 𐅻
2. γ΄ S". κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, ἀνὰ 𐅻 δ΄.
3. γεντιανῆς, μίλτου Λημνίας, ἀνὰ 𐅻 ε΄. σμύρνης 𐅻 στ΄. ἢ ζ΄.
4. ὀποβαλσάμου 𐅻 η΄. σκορδίου, πεπέρεως, ἀνὰ 𐅻 ιβ΄. μέλιτι
5. ἀναλάμβανε.
6. ♃ Πετροσελίνου σπέρματος, ἄμμεως,
8. ἀνίσου, ἑρπύλλου, βρυωνίας ῥίζης, μαράθρου σπέρματος,
9. ὀροβίνου ἀλεύρου, ἀριστολοχίας μακρᾶς, τριφύλλου σπέρματος,
10. ὀποπάνακος, καρδαμώμου τῶν λοβῶν χωρὶς τῆς ἐντεριώνης,
11. ἀνὰ 𐅻 δ΄. τὸν ὀποπάνακα οἴνῳ διαλύσας, ἔχε ἐν
12. ἑτοίμῳ· τὰ δὲ ξηρὰ κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ, φυράσας
13. καὶ τῷ ὀποπάνακι μίξας, ἀνάπλασσε τροχίσκους, καὶ
14. ξήραινε ἐν σκιᾷ, καὶ δίδου λυσσοδήκτοις 𐅻 α΄. μετ᾿ οἴνου
15. ἀκράτου κυάθων γ΄. ἐπὶ ἡμέρας γ΄. τοῖς δὲ ἤδη κατισχομένοις
16. δίδου μετὰ ὕδατος ψυχροῦ. τὸ φάρμακον εἰς Διόνυσον
17. ἀναφέρεται τὸν Μιλήσιον.
18. ♃ Τριφύλλου σπέρματος,
2. μαράθρου ῥίζης, ἀνὰ 𐅻 στ΄. σκίλλης τῶν φύλλων ξηρῶν,
3. ἀριστολοχίας μακρᾶς, ἀνὰ 𐅻 ε΄. σκίγκου, ἑρπύλλου κλάδων,
4. ἀνὰ 𐅻 δ΄. καρδαμώμου κεκαθαρμένου, γλυκυῤῥίζης, ἀνὰ
5. 𐅻 γ΄. ἄμμεως, πηγάνου ῥίζης, ἀνὰ 𐅻 β΄. ὀποπάνακος,
6. ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ 𐅻 α΄. οἴνου Φαλερίνου ξέστας γ΄.
7. καὶ καρκίνων θαλασσίων κεκαυμένων λίτρας γ΄. εἰς τὸν οἶνον
8. ἔα βρέχεσθαι, καὶ ὅταν συμπίωσι, λεάνας ἐπιμελῶς, ἔχε ἐν
9. ἑτοίμῳ. τὰ δὲ ξηρὰ κόψας, καὶ σήσας λεπτῷ κοσκίνῳ,
10. μίξας τοῖς καρκίνοις, ἀνάπλασσε τροχίσκους, καὶ δίδου
11. τριώβολον μετ᾿ οἴνου ἀκράτου κυάθου α΄ S". ἐπὶ ἡμέρας γ΄.
12. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. συναπτέον δὴ τούτοις
13. καὶ τὰς τῶν ἔξωθεν ἐπιτιθεμένας σκευασίας.
14.
15. ♃ Πίσσης Βρυττίας λίτραν α΄. ὀποπάνακος γο δ΄. ὄξους ξέστην
16. ἕνα. διάλυε τὸν ὀποπάνακα καὶ ὄξους κυάθοις δ΄. καὶ τὸ
17. λειπόμενον ὑγρὸν μετὰ τῆς πίσσης ἕψε, καὶ ὅταν ἀναλωθῇ
18. ἐπίβαλλε τὸν ὀποπάνακα, καὶ τήρει μὴ ἀναζέσῃ· καὶ
1. ὅταν εὖ ἔχῃ, ἐμπλάσας ποίει σπλήνια εὐμεγέθη, καὶ κατὰ
2. τοῦ δήγματος ἐπιτίθει. δεῖ δὲ τὸ ἕλκος παραφυλάττειν ἐπὶ
3. ἡμέρας μ΄.
4. ♃ Νίτρου ἐρυθροῦ 𐅻 β΄.
6. τρυγὸς οἴνου κεκαυμένης 𐅻 ζ΄. ἀμμωνιακοῦ θυμιάματος
7. 𐅻 ζ΄. στέατος αἰγείου λίτραν α΄. ἐλαίου λίτραν α΄ S". κηροῦ
8. λίτρας β΄. ὕδατος ξέστην ἕνα. τρῖβε ἀμμωνιακὸν μεθ᾿
9. ὕδατος, ὥστε γλοιοῦ σχεῖν τὸ πάθος· τὸ δ᾿ ὑπολειπόμενον
10. τοῦ ὕδατος ἕψε μετὰ νίτρου καὶ τῆς τρυγός. καὶ ὅταν
11. συστῇ, ἐπίβαλλε τὰ τηκτά. καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ
12. τοῦ πυρὸς, ἐπίβαλλε ἀμμωνιακὸν, καὶ ἑκάτερα εἰς θυείαν,
13. καὶ καταμαλάξας ἐπιμελῶς ἀνελόμενος χρῷ. Λευκὴ Βαφούλλου,
14. ἢ Ἥρα πρὸς λυσσοδήκτους ἔξωθεν ἐπιτιθεμένη,
15. δίδοται καὶ καταπότιον ἐξ αὐτῆς καρύου Ποντικοῦ τὸ μέγεθός,
16. καὶ καταπίνεται ἐπὶ ἡμέρας μ΄. καὶ μάλιστα τοῖς
17. κεκρατημένοις, ῥύεται γὰρ τοῦ κινδύνου. ἐπιτίθεται δὲ τῷ
18. τραύματι, καὶ παρὰ μίαν ἡ λύσις γίνεται, καὶ διὰ τοῦτο
1. δεῖ λύειν παρὰ μίαν, καὶ ἀποσπογγίζειν τὴν ἀπὸ τοῦ ἕλκους
2. μελανίαν, καὶ τοῦτο ποιεῖν, ἄχρις οὗ λευκὸν παραμείνῃ τὸ
3. φάρμακον. ἔχει δὲ οὕτως. ♃ Κηροῦ Ποντικοῦ λίτρας β΄.
4. λιθαργύρου, ψιμυθίου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ
5. ξέστην ἕνα, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ 𐅻 β΄. λιβάνου
6. ἄῤῥενος 𐅻 α΄. ἕψε τὴν λιθάργυρον ἐλαίῳ, καὶ ὅταν μεταβάλλῃ,
7. κατάπασσε τὸ ψιμύθιον, καὶ ἐπίβαλλε κηρόν· καὶ
8. ὅταν ἀμόλυντος γένηται, ὑφελὼν τὸ πῦρ, ἀποδίδου τὸν
9. μυελὸν, ἐπιπάσσων σμύρναν, καὶ λιβανωτὸν, καὶ μαλάσσων
10. χρῶ. ἐν ἄλλαις γραφαῖς οὕτως ἔχει. ♃ Κηροῦ λίτρας β΄.
11. ψιμυθίου, λιθαργύρου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ
12. ξέστην ἕνα, σμύρνης, λιβανωτοῦ, μυελοῦ ἐλαφείου, ἀνὰ 𐅻 α΄.
13. ἐλαίου παλαιοῦ κοτύλην α΄.
14. ♃ Κηροῦ Ποντικοῦ λίτραν
15. α΄. ψιμυθίου, λιθαργύρου, ἀνὰ 𐅻 γ΄. λιβάνου, σμύρνης,
16. μυελοῦ ἐλαφείου, ἀνὰ γο S". 𐅻 α΄. ἐλαίου παλαιοῦ 𐅻 δ΄.
17. ♃ Ἁλὸς ἀμμωνιακοῦ,
3. ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ 𐅻 β΄. ἐὰν δὲ μὴ παρῇ Κυρηναϊκὸς,
4. τοῦ Συριακοῦ τὸ διπλοῦν. πιτυᾶς βάλλε λαγωοῦ 𐅻 δ΄.
5. ἴρεως Ἰλλυρικῆς, καστορίου Κοντικοῦ, ἀνὰ 𐅻 ε΄. σύκων
6. ὀλύνθων ὀποῦ πεπηγότος ξηροῦ, τὸ ἴσον. εἰ δὲ μὴ, ὑγροῦ
7. τὸ διπλοῦν· στέατος ὑαίνης 𐅻 η΄. ῥητίνης τερμινθίνης 𐅻
8. θ΄. κυνὸς μελαίνης, ὑαίνης, ἀνὰ 𐅻 ια΄. κηροῦ Ποντικοῦ
9. 𐅻 λστ΄. ἐλαίου παλαιοῦ κυάθους δύο, ὄξους σκιλλητικοῦ
10. κυάθους γ΄. τὰ ξηρὰ τρῖβε μετ᾿ ὄξους, τὰ δὲ τηκτὰ τήκεται,
11. εἶτα ἐπιβάλλεται τοῖς τετριμμένοις, καὶ εἰς χρῆσιν ἐπιτήδειον
12. γίνεται.