4. ♃ Σπονδυλίου καρποῦ, καλαμινθίνης τὸ ἴσον,
7. τρίψας ὁμοῦ, δίδου ὅσον 𐅻 α΄. μετ᾿ οἴνου κυάθων β΄.
8. πλεονάκις τῆς ἡμέρας. ταύτῃ Χαρίτων χρώμενος περιήκει
9. τὰς πανηγύρεις, ἀρήγειν βουλόμενος τοῖς δακνομένοις.
10. ♃ Ὀποῦ Κυρηναϊκοῦ,
11. δαύκου Κρητικοῦ σπέρματος, ἡδυόσμου ξηροῦ, νάρδου
12. Ἰνδικῆς, ἑκάστου τὸ ἴσον, ἀνάπλασσε δι᾿ ὄξους, καὶ δίδου
13. 𐅻 α΄. μετ᾿ ὄξους κυάθων δ΄. καὶ πιόντα εἰς θερμὸν ὕδωρ
14. κάθιε.
15. ♃ Ἀσταφίδος
16. ἀγρίας, πυρέθρου, σμύρνης, ὀπίου, βρυωνίας, χαλβάνης
17. ἴσον ἑκάστου, ἀνάπλασσε μετ᾿ οἴνου εὐώδους, καὶ διδοὺς
18. 𐅻 α΄. μετὰ γλυκέος κοτύλης μιᾶς.
1. ♃ Κάγχρυος, πηγάνου
2. ἀγρίου καρποῦ, πεπέρεως λευκοῦ, ἀσταφίδος ἀγρίας, σμύρνης,
3. ἑκάστου 𐅻 α΄. κυπρίου ῥίζης 𐅻 β΄. ἀνάπλαττε μετ᾿
4. οἴνου εὐώδους κυάθων δ΄. καὶ μέλιτος κύαθον α΄.
5. ♃ Καστορίου, πεπέρεως
7. λευκοῦ, σμύρνης, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, οἴνῳ
8. διαλύσας ἀνάπλαττε τροχίσκους καὶ διδοὺς τριώβολον μετ᾿
9. οἴνου ἀκράτου κυάθων γ΄. ὡς Διόφαντος.
10. ♃ Μανδραγόρου φλοιοῦ ῥίζης, πεπέρεως
11. λευκοῦ, καστορίου, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον,
12. σκεύαζε, καὶ δίδου καθὰ προείρηται. Ἄλλη ἐκ τῶν Ἀπολλοδώρου,
13. ἣν καὶ ὁ Ταραντῖνος ἐν τῷ πρὸς Ἀστυδάμαντα
14. ἀναγράφει, πρὸς παντὸς θηρίου πληγὴν, καὶ τὰ σφοδρότατα
15. τῶν ἀλγημάτων, καὶ πνίγας ὑστερικάς. ♃ Κωνείου
16. χυλοῦ, ὑοσκυάμου, ἀνὰ 𐅻 δ΄. καστορίου, πεπέρεως λευκοῦ,
17. κόστου, σμύρνης, ὀπίου, ἀνὰ 𐅻 α΄. ταῦτα λεάνας καὶ ἐπιβαλὼν
18. κυάθους β΄. γλυκέος, τρῖβε ἡλιάζων, ἕως συστραφῇ,
1. καὶ ἀνάπλαττε τροχίσκους κυάμου Ἑλληνικοῦ τὸ μέγεθος,
2. καὶ δίδου μετ᾿ οἴνου κυάθων β΄.
3.
5. ♃ Κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, πεπέρεως λευκοῦ,
6. σμύρνης, κόκκου κνιδίου, κόστου, πυρέθρου, ἀσταφίδος
7. ἀγρίας, ἑκάστου τὸ ἴσον, κυπέρου διπλοῦν, ὄξει διαλύσας
8. καὶ μέλιτι ἀναλαβὼν, ἐπιτίθει.
9. ♃ Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀποῦ
11. Λιβυκοῦ, ἀνὰ 𐅻 δ΄. βρυωνίας ῥίζης, χαλβάνης ἴσον, ὄξει
12. διαλύσας, καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει. τὸ δ᾿ αὐτὸ καὶ
13. πινόμενον σφόδρα βοηθεῖ. ἐπίθεμα πρὸς φαλαγγίων πληγὰς
14. καὶ παντὸς ἑρπετοῦ. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον βοηθεῖ.
15. τούτῳ Σιμμίας ὁ ὀχλαγωγὸς ἐχρήσατο. ♃ Θείου ἀπύρου,
16. χαλβάνης ἀνὰ 𐅻 δ΄. ὀποῦ Λιβυκοῦ, καρύων Ποντικῶν κεκαθαρμένων,
17. ἀνὰ 𐅻 β΄. οἴνῳ διαλύσας καὶ μέλιτι ἀναλαβὼν
18. ἐπιτίθει.
1. ♃ Πηγάνου ἀγρίου σπέρματος, ἀγρίας ἀσταφίδος,
2. εὐζώμου σπέρματος, κάγ χρυος, ἄγνου καρποῦ,
3. κυπαρίσσου τῶν σφαιρίων, ἀνὰ ὀξύβαφον. ὄξει διαλύσας
4. καὶ μέλιτι ἀναλαβὼν, ἐπίθες. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον
5. βοηθεῖ.