6. Καὶ ταῦτα μὲν ἐπὶ
9. τοσοῦτον. ἐπὶ δὲ τῶν ἐχιοδήκτων χρηστέον ταῖς ὑπογεγραμμέναις
10. σκευασίαις.
11. Λέγει δὲ οὕτως.
12. ποτήμασι μὲν οὖν ἐχρησάμην ἁπλοῖς τοῖς δι᾿ ὄξους·
13. ὄξος γὰρ ὅσον ἡμικοτύλιον θερμανθὲν καὶ ποθὲν ὠφελεῖ.
14. ♃ Ἀριστολοχίας ὅσον 𐅻 β΄. τοῦ φλοιοῦ ἐν οἴνῳ, ἢ ὄξει
15. κοτύλας ἡμισείας. καὶ ♃ Τριφύλλου καρποῦ ὅσον τριώβολον
16. ἐν οἴνῳ κυάθου ἥμισυ. καὶ πάνακος τοῦ χειρωνείου
17. 𐅻 β΄. ἐν ὄξει. καὶ πιτυᾶς νεβρείας 𐅻 α΄. ἐν οἴνῳ. καὶ
18. χελώνης θαλασσίας ἐξηραμμένου αἵματος 𐅻 β΄. ἐν ὄξει.
1. ♃ Κυμίνου ἀγρίου σπέρματος ὀξύβαφον, χελώνης
5. θαλασσίας αἵματος ξηροῦ 𐅻 δ΄. στατῆρας β΄. πιτυᾶς
6. νεβροῦ, εἰ δὲ μὴ, λαγωοῦ 𐅻 γ΄. ἐριφείου αἵματος 𐅻 δ΄.
7. πάντα μίξας, καὶ οἴνῳ βελτίστῳ ἀναλαβὼν, ἀπόθου.
8. ἐν δὲ τῇ χρήσει λαβὼν ἐλαίας τὸ μέγεθος, τρίψας μετ᾿
9. οἴνου, ὡς βελτίστου, κυάθου· ἥμισυ δίδου πίνειν. ἐὰν δὲ
10. ἀπεμέσει τὸ φάρμακον, πάλιν δίδου ἐλαίας τὸ ἥμισυ, καθὰ
11. προείρηται, καὶ πάλιν εἰ ἀποβάλλειν, ἐκ τρίτου δίδου κυάμου
12. Αἰγυπτίου τὸ μέγεθος, καθὰ προείρηται.
13. ♃ Τριφύλλου, στάχυος,
14. ὀρόβου ἠλεσμένου, πηγάνου ἀγρίου σπέρματος, ἀριστολοχίας
15. στρογγύλης, ἀνὰ 𐅻 η΄. οἴνῳ διαλύσας ἀνάπλαττε
16. τροχίσκους, καὶ δίδου 𐅻 α΄. μετ᾿ οἴνου κυάθων γ΄. δὶς καὶ
17. τρὶς τῆς ἡμέρας.
[Sectio 5]
5. Τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως.
3. Τὰ δὲ κατὰ μέρος ἐστὶ ταῦτα. ♃ Μήου ῥίζης, ἑρπύλλου,
4. ὀποπάνακος, ἀνὰ 𐅻 β΄. τριφύλλου σπέρματος 𐅻 α΄.
5. ἀνίσου, μαράθρου, ἄμμεως, σελίνου σπέρματος, ἀνὰ ὀξύβαφον,
6. ἀλεύρου ὀροβίνου λεπτοτάτου ὀξύβαφα β΄. οἴνου
7. παλαιοῦ εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ, ἀνάπλασσε τροχίσκους,
8. καὶ ξήρανε ἐν σκιᾷ, καὶ δίδου τριώβολον μετ᾿ οἴνου
9. κυάθων γ΄.
10.
12. ♃ Σμύρνης τρωγλοδύτιδος, ὀποπάνακος, ὀποῦ μήκωνος,
13. ἀνὰ 𐅻 β΄. βρυωνίας ῥίζης 𐅻 δ΄. ταύτην οἱ μὲν ψίλωθρον,
14. οἱ δὲ ἄμπελον ἀγρίαν, οἱ δὲ μάδον, οἱ δὲ χειρωνείαν, οἱ
15. δὲ κερκίδα καλοῦσιν. ἀριστολοχίας μακρᾶς τοῦ φλοιοῦ 𐅻
16. δ΄. καθόλου γὰρ τῶν ῥιζῶν χρησιμώτεροί εἰσιν οἱ φλοιοὶ
17. μᾶλλον, ἤπερ ἐντεριῶναι. πυρέθρου ῥίζης 𐅻 δ΄. πηγάνου
18. ἀγρίου σπέρματος, κυμίνου Αἰθιοπικοῦ, τριφύλλου σπέρματος,
1. ἀνὰ ὀξύβαφον, πάντα κόψας καὶ σήσας, ἀναλάμβανε
2. ὄξει, ἐναποβεβρεγμένου κόμμεως, ὥστ᾿ ἔχειν τι κολλῶδες,
3. καὶ ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ
4. χρήσει δίδου τροχίσκου ἥμισυ, ἤτοι μετ᾿ οἴνου, ἢ μετ᾿ ὄξους
5. ἐναφηψημένων πηγάνου φύλλων. ποίει τοῦτο πολλάκις τῆς
6. ἡμέρας, ὥστε εἶναι τὴν τελείαν δόσιν τοῦ φαρμάκου 𐅻 β΄.
7. πλεῖον γὰρ διδόμενον ἔμετον κινεῖ, ὥστε μὴ πλέον διδόναι
8. παραινοῦμεν. ἐμέτου δὲ γενομένου πάλιν δοτέον πολλάκις
9. τὸ φάρμακον τῆς ἡμέρας. δεῖ δὲ καὶ τρέφειν τὸν πεπονθότα,
10. καὶ οἴνῳ κεκραμένῳ ποτίζειν, καὶ πολλάκις τοῦτο
11. ποιεῖν. ἀλλὰ καὶ πυριᾷν ὕδατι πολλῷ, καὶ καταντλεῖν τοῖς
12. ὠφελεῖν δυναμένοις. ἡ δὲ κατάκλυσις ἔστω τοῦ πεπονθότος
13. τόπου κατάῤῥοπος.
14. ♃ Ῥίζης φλόμου θήλεως τοῦ φλοιοῦ,
16. τριφύλλου καρποῦ, ἀνὰ 𐅻 α΄. ὀποπάνακος, ἑρπύλλου, μήου,
17. νεβροῦ πιτυᾶς, ἀνὰ 𐅻 β΄. σελίνου σπέρματος, ἄμμεως,
18. μαράθρου σπέρματος, ἀνίσου σπέρματος, ἀνὰ ὀξύβαφον,
1. ὀρόβων ἠλεσμένων 𐅻 β΄. τὰ ξηρὰ κόψας καὶ σήσας ἀναλάμβανε
2. οἴνῳ Ἀριουσίῳ· ἐν τούτῳ διαλυθείσης τῆς πιτυᾶς
3. καὶ τοῦ ὀποπάνακος, ἀνάπλαττε τροχίσκους, καὶ δίδου πρὸς
4. δύναμιν· τοῖς μὲν ἤδη συντόνως κατεχομένοις 𐅻 α΄. καὶ
5. οἴνου κοτύλην α΄. τοῖς δὲ ἄλλοις τριώβολον. ἐχρήσατο δὲ
6. τῷ φαρμάκῳ καὶ πρὸς τὰς περὶ ἔντερα διαθέσεις, καὶ ὧν
7. ἐβούλετο τὴν κύστιν ῥευματίζειν, καὶ πρὸς βῆχας, καὶ ἄλλας
8. περιστάσεις, ὡς σφόδρα γενναίῳ. ἡ χρῆσις ἐπὶ μὲν τῶν
9. ἰοβόλων μετ᾿ οἴνου, ἐπὶ δὲ τῶν ἄλλων μεθ᾿ ὕδατος. Ἄλλη
10. Ὑβριστοῦ Ὀξυῤῥυγχίτου, φάρμακον ἐπιτετευγμένον πρὸς
11. παντὸς ἰοβόλου πληγήν. ἀνεγράφη ὑπὸ Ἀπολλωνίου τοῦ
12. Μεμφίτου. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ Ἀριστολοχίας,
13. πάνακος, ἄγνου σπέρματος, ἀνὰ 𐅻 δ΄. κάγχρυος
14. καὶ σμύρνης, πεπέρεως, σεσέλεως Μασσαλεωτικοῦ, νάρδου
15. Ἰνδικῆς, καστορίου, κινναμώμου μέλανος, ὡς λεπτοτάτου,
16. πεπέρεως μακροῦ, Κυρηναϊκοῦ ὀποῦ, ἴριδος, πηγάνου
17. ἀγρίου σπέρματος, ἀνὰ 𐅻 β΄. ὑπερικοῦ 𐅻 α΄. πάντα κόψας,
18. καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ, ἀνάπλασσε τροχίσκους,
1. οἴνῳ ἀθαλάσσῳ φυράσας, ξήραινε ἐν σκιᾷ, καὶ δίδου 𐅻 α΄.
2. ἐν οἴνῳ ἀκράτῳ κοτύλης α΄. καὶ ὕδατος δ΄. ἐπιτίθει δὲ καὶ
3. ἐπὶ τὸ δῆγμα θλάσας ἔνα τῶν τροχίσκων, καὶ οἴνῳ διαλύσας,
4. καὶ προσβαλὼν ἀριστολοχίας τῆς καλῆς λείας, ὅσον
5. 𐅻 β΄. καὶ ἀλφίτου πάλιν 𐅻 δ΄. ταῦτα συλλεάνας καὶ τρίψας
6. ἐπιμελῶς, ἐπιτίθει ἔξωθεν σκεπάσας συκῆς φύλλῳ, καὶ
7. ταινιδίῳ καταδήσας. Ἀντίδοτος θηριακὴ ἐχιοδήκτοις.
8. ποιεῖ δὲ καὶ πρὸς παντὸς ἑρπετοῦ πληγήν. ταύτην
9. Γάλλος παραγενόμενος ἐκ τῆς Ἀραβίας ἔδωκε Καίσαρι,
10. πολλοὺς τῶν συστρατευσαμένων αὐτῷ πληγέντας ἀπό τε λυσσοδήκτων
11. καὶ σκορπίων, καὶ φαλαγγίων, καὶ τῶν ἄλλων
12. ἑρπετῶν διασώσας. ἔχει δὲ οὕτως. ♃ Ὀρόβων ἠλεσμένων
13. 𐅻 κε΄. βρυωνίας ῥίζας 𐅻 ιστ΄. πηγάνου ἀγρίου σπέρματος
14. 𐅻 ιβ΄. τριφύλλου καρποῦ, ἴρεως Καρχηδονίας, ὀποπάνακος,
15. ἀριστολοχίας μακρᾶς, ὀποῦ μήκωνος, ζιγγιβέρεως, ἑκάστου
16. 𐅻 η΄. κυμίνου Αἰθιοπικοῦ, σμύρνης, ἠρυγγίου, ὀποῦ
17. Κυρηναϊκοῦ, κρόκου, ἑρπύλλου, κόστου, σαγαπηνοῦ, ἑκάστου
18. 𐅻 στ΄. οἴνῳ Ἀμιναίῳ φυράσας, ἀνάπλαττε τροχίσκους,
1. καὶ δίδου πρὸς δύναμιν. ἔστω δὲ ἡ τελεία δόσις
2. τριώβολον ἐξ οἴνου κοτύλης α΄. πρὸς δὲ τὰς λοιπὰς διαθέσεις
3. μετ᾿ οἰνομέλιτος.
4. ♃ Σαγαπηνοῦ, πεπέρεως,
5. ὀποῦ Κυρηναϊκοῦ, ὀποπάνακος ἀνὰ μέρος ἓν, χαλβάνης,
6. θείου ἀπύρου, ἀνὰ 𐅻 β΄. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ
7. κοσκίνῳ, τοὺς δ᾿ ὀποὺς διαλύσας, ἐπίβαλλε τοῖς ξηροῖς,
8. καὶ ποίει ἐμπλάστρου τὸ πάχος, καὶ ἐπιτίθει κατὰ τῶν
9. πληγῶν, ἔξωθεν δὲ τούτων φύλλα συκῆς ἢ κνίδης.
10. ♃ Καρδαμώμου, ἠρυγγίου ῥίζης, θείου
11. ἀπύρου, πεπέρεως, ἑκάστου μέρος ἓν, σμύρνης, χαλβάνης,
12. ἀνὰ β΄. μέρη, σκεύαζε καθὰ προείρηται.
13. ♃ Κενταυρίου, ἀριστολοχίας, πευκεδανοῦ
14. ῥίζης, ἴσον ἑκάστου, κόψας, καὶ σήσας, καὶ ὄξει φυράσας,
15. ἀναλάμβανε χαλβάνῃ, καὶ χρῶ καθὰ προείρηται.
16. [Ἄλλο.] Κάγχρυος, σταφίδος ἀγρίας, βρυωνίας
17. ῥίζης, ἀριστολοχίας, ἑκάστου μέρος ἓν, σμύρνης, ὀποπάνακος,
18. ἀνὰ μέρη β΄. ὄξει φυράσας ἀναλάμβανε, καθὰ προείρηται.