1. Ἐπεὶ δὲ τὰ ἔμμετρα τό τ᾿ εὐμνημόνευτον
3. ἔχει καὶ τὸ ἀναμάρτητον ἐν τῇ συμμετρίᾳ τῶν φαρμάκων,
4. ἄμεινον ἔδοξεν εἶναί μοι καὶ τὰ Δαμοκράτους ἐνταῦθα γράψαι
5. μέτρα, τόνδε τὸν τρόπον ἔχοντα.
6. Νυνὶ δ᾿ ἀποδοῦναι βούλομαι τὰς δυνάμεις,
7. Μόνον θεραπεύειν ἰοβόλων δήγματα,
8. Ἔχεων, κεραστῶν, ἀσπίδων, καὶ χερσύδρων,
9. Πληγάς τε θηρίων, καὶ δήγματα
10. Σφηκῶν, μελιττῶν, σκορπίων, φαλαγγίων.
11. Σκεύαζε δ᾿ οὕτως. ἴρεως δὶς δ΄.
12. Τῆς Ἰλλυρικῆς. τὸ δ᾿ ἀπὸ ζιγγιβέρεως
13. Ὀποπάνακός τε καὶ ὀπίου, μηκωνίου,
14. Λιβανωτίδος ῥίζης τε, καὶ τοῦ Κρητικοῦ
15. Παντὸς τριφύλλου σπέρματος δὶς δ΄.
16. Ἀριστολοχίας τῆς μακρᾶς, καὶ πηγάνου
17. Σπέρματος ἀγρίου τε, τὰς ἴσας ἀνὰ δώδεκα,
18. Ἑκκαίδεκα ῥίζης λευκοτάτης βρυωνίας.
1. Ἑρπυλλαρίου δὲ τῆς πόας καὶ σμυρνίου,
2. Καστορίοιό τε Ποντικοῦ πάντων ἴσα.
3. Ἠρυγγίου δὲ καὶ σελίνου σπέρματος
4. Αἰθιοπικοῦ μάλιστα, καί τι ἐπὶ προσφάτου
5. Δραχμὰς ἑκάστου γ΄. δύο ἐκ πάντων σταθμῶν,
6. Ὀρόβου τε λευκοῦ, τοῦ καθαροῦ δύο δώδεκα.
7. Ἅπαντα ταῦτα ξηρὰ καὶ σεσησμένα,
8. Ἀναλάμβαν᾿ οἴνῳ καὶ ποιήσας σφαιρία,
9. Ἢ καὶ τροχίσκους, δὸς δραχμὴν πιεῖν μίαν,
10. Τοῦ φαρμάκου κοτύλην τε μὴ κεκραμένην,
11. Οἴνου λιπαροῦ, καλοῦ τε καὶ μὴ προσφάτου.
12. Ποιεῖ δὲ καὶ δι᾿ ὕδατος ἀνεθὲν ἥμισυ
13. Τοῖς πνευματουμένοισι κῶλον, ἢ γαστέρα,
14. Δίχ᾿ αἰτίας φανερᾶς τε τοῖς πονοῦσί τι.
15. Ἄλλη.
16. Σφόδρα ἀγαθὴ δύναμις, ᾗ καὶ χρωμένους
17. Πίνοντας αὐτοὺς οἶδα, δηχθέντας κακῶς
1. Τοῖς ἀρτιθήροις ἔχεσι, τοῖς καλουμένοις
2. Ψυλλίοις. ἔθνος δέ φασι τοῦτο δυσπαθὲς
3. Φύσει νενομίσθαι πρὸς τῶν δακετῶν φόβους.
4. Ἑτέροις δὲ δόντας, σφόδρα κακῶς δεδηγμένοις.
5. Μελισσόφυλλον μαλακὸν ἐν σκιᾷ ψυγὲν,
6. Ξηρὸν γενόμενον κόψον, ἐκ τούτου λαβὼν
7. Δραχμὰς δὶς ὀκτὼ, πρόσβαλ᾿ αὐτῷ στρογγύλης
8. Ἀριστολοχίας, ἢ μακρᾶς, δραχμὰς δέκα
9. Ξηρᾶς, χαμαίδρυος δὲ τὰς αὐτὰς δέκα,
10. Σμύρνης τε χρηστῆς Τρωγλοδύτιδος δραχμὰς δέκα.
11. Ταῦτ᾿ ὁλμοκοπήσας, σῆθε λεπτῷ κοσκίνῳ,
12. Μέλιτός τε μέτριον προσβαλὼν αὐτοῖς, ἑνοῦ.
13. Δίδου τε δραχμῆς πλῆθος, ἢ μικρῷ πλέον
14. Ἐν ζωροτέροις κυάθοισι κράματα δέκα.
15. Τινὲς δὲ φύλλων τῶν μακρῶν καὶ προσφάτων
16. Τὸν χυλὸν ἀποθλίψαντες, ἶσον αὖ καλῷ
17. Οἴνῳ κατέμιξαν, καὶ ἔδοσαν πιεῖν αὐτίκα.
18. Πλῆθος τὸ πᾶν δὶς ε΄. κυάθους, ἢ βραχὺ
1. Ἐλαττόνων, βραχύ τε δαψιλέστερον,
2. Τά τε φύλλα λεῖα κατέπλασαν τοῖς δήγμασι.
13. Ἄλλη.
4.
Πρὸς θηρίων μὲν πάντων ἰὸν ἑρπετῶν
5. Μάλιστα δ᾿ ἔχεων φάρμακον δραστήριον.
6. Ἔχε δὲ διὰ παντὸς πιτυὰν ἀποκειμένην
7. Νεβρῶν ἐλάφου, καὶ μὲν ἂν τὴν πρόσφατον.
8. Τῆς γὰρ παλαιᾶς ἐστὶν εὐστομαχωτέρα,
9. Ταύτης δραχμῶν τὸ πλῆθος ἐν κυάθοις δυσὶν
10. Οἴνου Φαλερίνου καὶ ὕδατος τοῦ συμμέτρου
11. Κεράσας, προσένεγκε τοῖς σφόδρα δεδηγμένοις,
12. Κέλευε τούτοις γρηγορεῖν, καὶ περιπατεῖν.
13. Ἂν ἐπιτρέπωσιν οἱ δεδηγμένοι τόποι,
14. Εἰς τὰ βαλανεῖά τ᾿ εἰσιέναι χρόνους τινὰς
15. Μένοντας ἐν τούτοισι, καὶ μετ᾿ οὐ πολὺ
16. Πάλιν ὡς προεῖπον, λαμβάνειν τὴν πιτυάν.
17. Ἐκ τοῦ γένους τε τῶν πρὸς τοὺς θανασίμους.
1. Ἄλλη.
2. Ἀντίδοτός ἐστι πρὸς τὰ τῶν λυσσώντων κυνῶν,
3. Δήγματα φέροντα παρακοπὰς ὑλακτικὰς,
4. Φόβους ἀλόγους τε παντὸς ὑγροῦ καὶ ποτοῦ,
5. Ὡς κᾂν ἴδωσι παντελῶς ὕδωρ βραχὺ,
6. Τρόμοισι καὶ σπασμοῖσι κατέχοντ᾿ αὐτίκα,
7. Ἐν ἀγρυπνίαις τε καὶ παρακοπαῖς συνεχέσι
8. Διάγοντες, ἀποθνήσκουσι συντομώτατα.
9. Κἂν τῷ παραχρῆμα δ᾿ ἐκφύγωσι τοὺς φόβους,
10. Μένει τὰ τοιαῦτα κατὰ χρόνους συμπτώματα
11. Ἄφνω γενόμενα τοῖς πάλαι δεδηγμένοις.
12. Πρὸς τοὺς φόβους οὖν τῶν τοιούτων δηγμάτων
13. Ἱερὰν ἔχε πάντως ἀντίδοτον παρακειμένην.
14. Οἱ γὰρ πιόντες, ὡς ἐρῶ, ταύτην ἐγὼ,
15. Εἰς οὐδὲν ἄτοπον ἐμπεσοῦνται ῥᾳδίως.
16. Σκεύαζε δ᾿ αὐτὴν, καρκίνους τοὺς ποταμίους
17.
Ἐπὶ κληματίδων κατάκαιε λευκῆς ἀμπέλου,
18. Τήρει τε λειῶν ἐπιμελῶς ἐν πυξίδι,
1. Καὶ γεντιανῆς τὴν ῥίζαν εὖ σεσησμένην
2. Ἐν πυξίδι δ᾿ ἑτέρᾳ τῆς δὲ χρείας γενομένης
3. Κατάπασον οἴνου τρισὶ κυάθοις ἡδέος,
4. Μύστρα δὲ β΄. μακρὰ τῆς σποδοῦ τῶν καρκίνων,
5. Τῆς γεντιανῆς δ᾿ , ὡς ἔφην, λελεασμένης
6. Ἓν μύστρον, οὕτως ἐκπιεῖν κέλευ᾿ ἄθρουν
7. Τρισὶν καθεξῆς ἡμέρας νήστει διδούς.
8. Πρώτην κατὰ τύχην δ᾿ ὑστερήσας ἡμέραν,
9. Ἄλλαις δυσίν τε προσφέρων ἁπλοῦν μέτρον
10. Διπλοῦν προσοίσεις δεύτερον τῷ φαρμάκῳ,
11. Εἰς τρεῖς δὲ κυάθους, ὡς ἔφην, οἴνου βαλὼν
12. Ἥ κᾀν τρισὶν γε τοῖς σφοδρῶς δεδηγμένοις,
13. Τῆς γεντιανῆς δ᾿ αὖ μόνοις τρισὶν δοκεῖ
14. Τριωβόλου τὸ πλῆθος ὁλκῆς προσφέρειν
15. Λείας ἐπιμελῶς ἡμέραις δυσὶν εἴκοσιν
16. Ἐν ζωροτέροις κυάθοις τρισὶν, ἤ μικρῷ πλέον.
17. Ἄλλη.
18. Καὶ τοῦτο πρὸς τοὺς ὑδροφόβους δεδοικότας
1. Ἔλεγε διὰ πείρας γεγονέναι Νικήρατος.
2. Αὐτῷ τε καὶ φίλοις κρίνειν δυναμένοις,
3. Τὰ τῶν παραδόξων φαρμάκων ἰδιώματα.
4. Λυκίου κρατίστου Παταρικοῦ τριώβολον,
5. Τοῦ δ᾿ Ἰνδικοῦ βέλτιστον ἄν ᾖ σοι παρὸν,
6. Διδόναι προσέταττεν ἡμέρας δυσὶν εἴκοσι,
7. Νήστεσι δι᾿ ὕδατος, ὥσπερ εἶπον ἀρτίως.
8. Λέγεται δὲ ποιεῖν ταῦτα καὶ Βρεττανικῆς
9. Δοθεὶς ὁμοίως χυλὸς, ὥσπερ τὸ Λύκιον.
10. Καὶ τοῦτο δ᾿ ἱκανῶς παρ᾿ ἐνίοις θαυμάζεται,
11. Ἄρκτου χολῆς β΄. μύστρα καταμίξας δυσὶν
12. Ὕδατος κυάθοις, πρόσφερ᾿ ἐπὶ τρεῖς ἡμέρας,
13. Μήπω λαβοῦσι τὴν τροφὴν, ὄρθρον τ᾿ ἄγαν.
14. Πρὸς λυσσοδήκτους ἔχε μάλισθ᾿ ὅπου πολὺς
15. Εἰς τὸ πάθος ἐμπίπτει καὶ λυσσᾷ κύων.
16.
Ἔμπλαστρος ᾖ χρῶμαι πρὸς τὸν τῶν δηγμάτων
17. Ἰχῶρ᾿, ἀρέσκει τὶ πέλιόν τ᾿, ἢ καὶ μέλαν
18. Τοῖς τραύμασιν πρόσεστι, τοῦτο περικνίσας
1. Ἐπίβαλλε τὴν ἔμπλαστρον ἐπὶ χρόνον πολὺν,
2. Δι᾿ ἡμερῶν τὸ τραῦμα πλατύτερον ποιῶν,
3. Ἑλκοῦν δυναμένῳ φαρμάκῳ ἐσχαρωτικῷ,
4. Ποιοῦσαν ἀμέλει καὶ πρὸς ἄλλων θηρίων
5. Τῶν ἰοβόλων πληγάς τε καὶ τὰ δήγματα,
6. Ἀκίδων τε φαύλοις φαρμάκοις βεβλαμμένων,
7. Καὶ πρὸς κακοήθη πάντα ἐξηλκωμένα,
8. Τῆς γῆς μελαίνης κᾀμπελίτιδος δραχμὰς
9. Δὶς κέ. καὶ λιθαργύρου καλῆς
10. Σταθμὸν τὸν αὐτὸν, ταὐτό τ᾿ ἀσφάλτου βάρος
11. Ἴσας τ᾿ ἐλαίου. τοῖς τρισὶν τούτοις δραχμὰς
12. Τῆς Ἀττικῆς τε προπόλεως δὶς εἴκοσι,
13. Ἀριστολοχίας, συμφύτου τ᾿ ἀνὰ τέσσαρας,
14. Δὶς δύο πρασίου, καὶ ἑλενίου τὰς ἴσας,
15. Χαμαιλέοντος τέσσαρας, τρεῖς σμυρνίου.
16. Τὸ δ᾿ αὐτὸ λευκῆς ἴρεως ξηρᾶς καλῆς.
17. Τρεῖς δ᾿ ὀμφακίνης κηκίδος, ἕξ στυπτηρίας,
18. Πολίου τε ταὐτὸ, χαλβάνης τ᾿ ὀβολοῦ πλέον,
1. Λιβάνου τ᾿ ἀτμήτου ιβ΄. ὁλκῆς ἥμισυ,
2. Χαλκίτεως ὀπτῆς τε τέσσαρας δραχμὰς,
3. Κενταυρίου λεπτοῦ τε δραχμὰς τρὶς β΄.
4. Δὶς πέντε καὶ δέκα μέλιτος Ἀττικοῦ νέου.
5. Σκεύαζε δ᾿ αὐτὴν ἐπιμελῶς αὐτὸς παρών.
6. Καὶ γὰρ σφόδρ᾿ εἰ καὶ κατακαίεται ταχὺ,
7. Τὴν ἀμπελῖτιν καὶ λιθάργυρον βαλὼν,
8. Εἰς λοπάδα καινὴν εὐμεγέθη προσέμβαλε,
9. Λεῖον ἔλαιον ἕψε μαλθακῷ πυρὶ,
10. Ὅταν δ᾿ ἴδῃς ῥυπῶδες, ἔμπασον τότε
11. Στυπτηρίαν, χαλκῖτιν, ἑτέραν δῆτ᾿ ἔχων
12. Χύτραν τε, τῆκε τὸ μέλι καὶ τὴν χαλβάνην,
13. Πρόπολίν τε καὶ τὰ λοιπὰ τηκτὰ μίγματα
14. Κατάχει μετρίως ζέοντα τῆς λιθαργύρου,
15. Καὶ συζέσας ἐπ᾿ ὀλίγον, ὅταν ἴδῃς ὅτι
16. Ἔμπλαστρος ἔσται ἀμόλυντος, ἐμπάσσεις τότε
17. Τὰς πόας τε καὶ τὰ λοιπὰ ῥιζία,
18. Ἄρας τε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
1. Ψῦξον, διακινῶν ἐπ᾿ ὀλίγον τὸ φάρμακον,
2. Συνεκμαλάσσων χερσὶν εὐτονωτέραις,
3. Ἀπόθου, φυλάττων δέρματ᾿ ἐσκεπασμένην,
4. Καὶ τῶν ἀκίδων τῶν πεφαρμακευμένων,
5. Τὰ τραύματ᾿ ἔγνω ταὐτὰ ποιεῖν ἑρπετοῖς
6. Τῶν ἰοβόλων τε θηρίων τοῖς δήγμασι.
7. Διὸ καὶ θεραπείας ἐστὶν ὁμογενὴς τρόπος,
8. Καὶ γὰρ ἐπὶ τούτοις σάρκα τὴν τετρωμένην
9. Ταχέως περικόπτειν σμιλίῳ δεῖ, καὶ πυρὶ
10. Συκίας τ᾿ ἐπιβάλλειν εἰ δυνατὸν τοῖς τραύμασι,
11. Τοῖς δριμέσιν τε φαρμάκοις καὶ καυστικοῖς,
12. Τηρεῖν τὸ τραῦμα πλείονας χρόνους πλατὺ,
13. Ὥσπερ ὑπέδειξα θᾶττον ἐν συντάγματι
14. Ἑτέρῳ, γραφέντι τοῖς θέλουσι φάρμακα
15. Ποιεῖν ὅσα καύσοις σμιλίῳ τε γίγνεται.
16. Χρῆσθαι δὲ καὶ ταῖς ἀντιδότοις ποτήμασι
17. Τοῖς ἐχιοδήκτοις, ἅς ἐκέλευσα προσφέρειν,
18. Καὶ πητύας δὲ τῶν νεβρῶν αὐτοῖς δίδου,
19. Καὶ γεντιανῆς, ὡς ἔφην, δεῖ προσφέρειν
1. Τοῖς λυσσοδήκτοις, καὶ τὰ λοίφ᾿, ὡς εἴπομεν
2. Ποεῖν ἐπ᾿ ἐκείνων ταῦτα, καὶ τοῖς δ᾿ ἁρμόττει
3. Ὀπόν τε Κυρηναῖον αὐτοῖς προσφέρειν.
4. Οὗ μὴ παρόντος δὲ, διδόναι καὶ Μηδικὸν
5. Ὀβολοῦ τὸ πλῆθος μεθ᾿ ὕδατος κυάθων δυοῖν,
6. Τῆς γεντιανῆς δ᾿ ὅσον ἄγει τριώβολον,
7. Χυλὸς δ᾿ ἀμείνων ἐστὶ τῆς ῥίζης πολύ.