5.
6. Ταύτας μὲν οὖν τὰς ἀντιδότους τὰς γεγραμμένας
7. πάσας ὁ Ἀνδρόμαχος ἔγραψεν. ἐπεὶ δὲ τὰ διὰ μέτρων
8. γεγραμμένα, καὶ πρὸς ἀκρίβειαν τῶν σταθμῶν τῶν
9. φαρμάκων, καὶ πρὸς μνήμην ἐστὶ χρησιμώτατα, διὰ τοῦτο
10. καὶ τὰς ὑπὸ Δαμοκράτους συγγεγραμμένας ἀξιολόγους ἀντιδότους
11. ἐφεξῆς ὑπέταξα, τὴν ἀρχὴν ἀπὸ τῆς Μιθριδατείου
12. ποιησάμενος.
13. Ἀντίδοτος
14. ἥν λέγουσι Μιθριδάτειόν τινες τῶν σφόδρα ἐπισήμων,
15. δραστικὸν φάρμακον πρὸς πᾶν πάθος πᾶσάν τ᾿ ἀντίδοτον
16. εἶπον ποιεῖν.
17. Σμύρνης Ἀραβικῆς Τρωγλοδύτιδος δραχ. ι΄.
18. Κρόκου ι΄. ἀγαρικοῦ ι΄. ζιγγιβέρεως
1. Ι΄. Κινναμώμου ι΄. ναρδοστάχυος
2. Ι΄. λιβάνου ι΄. θλάσπεως ι΄.
3. Καὶ σεσέλεως, ὀποβαλσάμου, σχοίνου τε καὶ
4. Στοιχάδος, κόστου, χαλβάνης, τερμινθίνης,
5. Μακροῦ πεπέρεως, καστορίου τε Ποντικοῦ,
6. Ὑποκυστίδος χυλοῦ τε, καὶ στύρακος καλοῦ,
7. Ὀποπάνακος, καὶ μαλαβάθρου φύλλων νέου,
8. Πάντων ἑκάστου τὰς ἴσας δὶς δ΄.
9. Κασίας μελαίνης ζ΄. πολίου ζ΄.
10. Λευκοῦ πεπέρεως ταὐτὸ, σκορδίου τ᾿ ἴσον,
11. Τοῦ Κρητικοῦ δαύκου τε ταὐτὸν σπέρματος.
12. Ἴσας δ᾿ ἔνι τούτων, βαλσάμου καρποῦ δραχμὰς,
13. Καὶ κύφεως τὸν αὐτὸν ἐνίοτε τούτων σταθμόν.
14. Τινὲς δὲ καὶ βδελλίου ἐπὶ τούτων ἴσον,
15. Νάρδου καθαρᾶς δὲ Κελτικῆς, καὶ κόμμεως,
16. Καὶ πετροσελίνου, καὶ ὀπίου, μηκωνείου,
17. Καὶ καρδαμώμου, καὶ μαράθρου τοῦ σπέρματος,
18. Καὶ Γεντιανῆς, καὶ ῥόδων φύλλων ἴσας,
1. Ἀνὰ ε΄. δραχμὰς μικρὸν ἐπιῤῥεπέστερον.
2. Τοῦ Κρητικοῦ τε ταὐτὸ δικτάμνου μέρος,
3. Ἀνίσου τε καὶ ἀσάρου τε γ΄. δραχ.
4. Ἀκόρου τε καὶ φοῦ, καὶ σαγαπηνοῦ τὰς ἴσας,
5. Ἀθαμαντικοῦ μήου τε καὶ τῆς ἀκακίας,
6. Σκίγκου τε γαστρὸς, ὑπερικοῦ τε σπέρματος.
7. Τούτων ἴσα πάντων ἀνὰ β΄. S".
8. Ὁλκάδας, οἴνου τὸ μέτριον, καὶ μέλιτος
9. Τὸ σύμμετρον, ὡς τάσδ᾿ ὁμοίως οὕτως σκεύασον.
10. Ἐπεὶ οὖν κύφεως ἐμνημόνευσεν ὁ Δαμοκράτης, ὃ καὶ αὐτὸς
11. κατασκευάζεται, διὰ τοῦτο καλῶς ἐποίησε, προσγράψας αὐτοῦ
12. τὴν κατασκευὴν, ἐφεξῆς γεγραμμένην.
13. Τὸ κῦφι δ᾿ οὐδέν ἐστιν οὐδὲ μίγμ᾿ ἁπλοῦν,
14. Οὐδ᾿ αὐτὸ γῆ φέρει τις, οὐδ᾿ ὀπίζεται.
15. Αἰγύπτιοι δὲ τοῦτο τῶν θεῶν τισιν
16. Ἐπιθυμιῶσι σκευάσαντες, ὡς φράσω.
17. Λευκὴν λαβόντες σταφίδα τὴν λιπαρωτάτην,
18. Αἴρουσι τὸν φλοιόν τε καὶ τὸ σπέρμ᾿ ἅπαν.
1. Τὴν σάρκα δ᾿ αὐτῆς λεοτριβήσαντες καλῶς
2.
Ἱστᾶσι δραχμὰς Ἀττικὰς δὶς δώδεκα,
3. Τερμινθίνης τε ταὐτὸ τῆς κεκαυμένης,
4. Σμύρνης τε ιβ΄. κινναμώμου δ΄.
5. Σχοίνου ιβ΄. καὶ κρόκου μία, βδελλίου
6. Ὄνυχας δραχ. γ΄. ἀσπαλάθου β΄. S".
7. Ναρδοστάχυος γ΄. καὶ κασίας γ΄. τῆς καλῆς
8. Καθαρᾶς, κυπείρου γ΄. δραχμὰς, ἀρκευθίδων
9. Ἐκ τῶν μεγίστων καὶ λιπαρῶν ταύταις ἴσας,
10. Θ΄. δὲ καλάμου τοῦ μυρεψικοῦ δραχμὰς,
11. Μέλιτος τὸ μέτριον, παντελῶς οἴνου βραχὺ,
12. Βδέλλιον, οἶνον, σμύρναν εἰς θυΐδιον
13. Βαλόντες, εὖ τρίβουσιν ὡς μέλιτος πάχος
14. Ὑγροῦ ποιῆσαι, καὶ προσαποδόντες μέλι
15. Τὴν σταφίδα συντρίβουσιν, εἶτα λεῖα δὲ
16. Ἅπαντα καταμίξαντες ἐκ τούτου κύκλους
17. Βραχεῖς ποιοῦντες θυμιῶσι τοῖς θεοῖς.
1. Ῥοῦφος μὲν οὕτω δεῖν ἔφασκε σκευάσαι,
2. Ἀνὴρ ἄριστος ἑκτικός θ᾿ ἐν τῇ τέχνῃ.
3. Ἔνιοι δὲ κιννάμωμον οὐ σχόντες βαλεῖν
4. Μίσγουσι ταὐτὸ καρδαμώμου σπέρματος.
5. Χρῶνται δ᾿ ὁμοίως τῇ πρὸ ταύτης συνθέσει.
6. Τινὲς δὲ καὶ τοῖς ἧπαρ ἢ τὸν πνεύμονα,
7. Ἥ καί τι ἕτερον σπλάγχνον ἐξηλκωμένοις
8. Πίνειν διδόασιν, ὡς δραχμὴν τοῦ φαρμάκου.