9. Μεμνημένου
11. δὲ τοῦ Δαμοκράτους καὶ ἄλλων ἀντιδότων ἀξιολόγων,
12. ἄμεινον ἔδοξέ μοι κᾀκείνας διὰ τὴν αὐτὴν χρείαν ἐν μέτρῳ
13. γεγραμμένας ὑπ᾿ αὐτοῦ παραθέσθαι. τὴν μὲν οὖν θηριακὴν
14. ὀνομαζομένην ὅπως συντίθησιν ἐν τῷ πρὸ τούτου λόγῳ
15. δεδήλωκα· νυνὶ δὲ τὰς ἐφεξῆς αὐτῆς γεγραμμένας
16. παραθήσομαι.
17. Ἄλλη σφόδρα καλὴ πρὸς φθισικοὺς κεχρονισμένους
18. Τοὺς θ᾿ αἷμ᾿ ἀνάγοντας, καὶ πυρέσσοντας λάθρα,
1. Καὶ τοὺς ἔχοντας ἀσθενῆ θώρηκα,
2. Καὶ τοὺς στομαχικοὺς, ἡπατικοὺς, νεφριτικοὺς,
3. Καὶ πρὸς ἅ προεῖπον πάντα. τοῖς τρυφερωτέροις
4. Μᾶλλον προσηνὴς, ἀλλ᾿ ἔλαττον δραστική.
5. Ταύτῃ λέγουσι τὸν Σεβαστὸν ἡδέως
6. Χρησάμενον ὑγιᾶ γεγονέναι ἐν βραχεῖ χρόνῳ,
7. Πλευροῖς τε καὶ θώρακι δυσχρηστούμενον.
8.
Ἔχει δὲ ψυλλίου τε καὶ κασίας κιῤῥᾶς,
9. Ναρδοστάχυός τε, καὶ καθαρᾶς τῆς Κελτικῆς,
10. Καὶ κινναμώμου, καὶ κρόκου τοῦ προσφάτου,
11. Ἀνὰ ιβ΄. δραχμὰς, καὶ ὀποβαλσάμου δέκα,
12. Στακτῆς Ἀραβικῆς παχυτάτης ιστ΄.
13. Σχοίνου τε λεπτῆς, Λημνίας τε τῆς καλῆς,
14. Ῥᾶ Ποντικοῦ τε, πηγάνου τε σπέρματος,
15. Τὸ δ᾿ ἄγριόν ἐστι πήγανον κρεῖττον πολὺ,
16. Καλοῦ τ᾿ ἀμώμου καὶ ῥόδων ξηρῶν ἴσον,
17. Λευκοῦ τε πεπέρεως, βουνιάδος τοῦ σπέρματος.
18. Ἔστω δ᾿ ἀγρίας τοῦτο, μὴ τῆς ἡμέρου,
1. Τούτων ἀνὰ δραχμὰς δ΄. λιβάνου τε γ΄.
2. Ἴσον τε λιβάνῳ προσβαλεῖς τὸ Κρητικὸν
3. Δίκταμνον, ἱκανῶς ξηρὸν ἀλλὰ πρόσφατον.
4. Ταὐτό τε κυμίνου Θηβαϊκοῦ τοῦ σπέρματος.
5. Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ,
6. Μόνον δὲ τὸ ψύλλιον εἰς ὅλμον βαλὼν,
7. Κόψον πολὺ πλέον, ἵνα λάβῃς ὅσον θέλῃς.
8. Ἅπαν γὰρ αὐτὸ λεπτὸν ἀδύνατον ποιεῖν.
9. Σκεύαζε δ᾿ οὕτω, τὴν καλὴν στακτὴν βαλὼν
10. Εἰς πλατυτέραν θυείαν, οἴνου παραχέων
11. Λιπαροῦ Φαλερίνου τὸ μέτριον, λέαινέ τε
12.
Ἐπ᾿ ὀλίγον αὐτὰ, καὶ ὀποβάλσαμον τότε
13. Μιγνὺς, δίϋγρον τοῦτο δ᾿ ἐστὶ χρήσιμον,
14. Παρεμπάσσων τε τὰ ξηρὰ πάντα μίγματα,
15. Ἄφες δ᾿ ὀλίγον συμπιεῖν τὸ φάρμακον,
16. Τό, τε μέλι ζέσας, δὶς ἢ τρὶς αὐτῶν καταχέαι,
17. Ἑνῶν τε τὴν ἀντίδοτον ἀποθήσεις τότε,
18. Εἰς πυξίδ᾿ οἵαν εἶπον ἔμπροσθεν βραχὺ,
1. Διδοὺς ὁμοίως κᾀπὶ τῶν αὐτῶν παθῶν.
2. Ἄλλη σφόδρα καλὴ πρὸς ἃ εἶπον πάνθ᾿ ἁπλῶς.
3. Φασὶν δ᾿ ἀμείνω τήνδε πρὸς τὰ πνεύματα
4. Πολλοῖς χρόνοις λυποῦντα τὸν στόμαχον, ποιεῖν,
5. Καὶ βορβορυγμοὺς τοὺς ἐνοχλουμένους ἀεὶ,
6. Τῶν ἐντέρων, κώλου τε, καὶ τῆς γαστέρος.
7. Ποιεῖ δὲ καὶ γέρουσιν ὀξυωπίαν.
8. Τοῖς θηριοδήκτοις δ᾿ ἐστὶ συμφορωτάτη.
9. Σκεύαζε δ᾿ αὐτὴν, ταῦτ᾿ ἔχων τὰ μίγματα.
10. Κυρηναϊκοῦ τοῦ καλοῦ δραχμὴν ὀποῦ,
11. Ἀκόρου τε καὶ φοῦ καστορίου τε καὶ ἀσάρου,
12. Καὶ καρδαμώμου σπέρματος καὶ κόμμεως,
13. Χυλοῦ τ᾿ ἀκακίας, τῆς ἀρίστης ἴρεως,
14. Καθαροῦ σαγαπηνοῦ, ὑπερικοῦ τοῦ Κρητικοῦ,
15. Τούτων ἑκάστου β΄. δραχμὰς ῥεπέστερον,
16. Ὀποβαλσάμου τε τοῦ διαυγοῦς γ΄. δραχμὰς,
17. Ὀποβαλσάμῳ δὲ ταὐτὸ ψυλλίου βάρος,
18. Λευκοῦ τε πεπέρεως, πετροσελίνου, Κελτικῆς
1. Στάχυός τε νάρδου, μαλαβάθρου φύλλου νέου
2. Αἰθιοπικοῦ τε, καὶ κυμίνου σπέρματος,
3. Ἀθαμαντικοῦ μήου τε, κἀμώμου καλοῦ,
4. Μήκωνος, ὀπίου, γεντιανῆς καὶ βαλσάμου,
5. Στήσας ἑκάστου δραχμὰς δ΄. σταθμῷ,
6. Στύρακος σταγόνας δὲ ε΄. καὶ τριώβολον.
7. Κόστου δὲ λευκοῦ καὶ σεσέλεως, θλάσπεως,
8. Κασίας μελαίνης ε΄. ἑκάστου β΄. ὀβολοὺς,
9. Σχοίνου τε, πολίου ἀνὰ ε΄. τριώβολον,
10. Καὶ Κρητικοῦ δὲ ταὐτὸ, δικτάμνου πόας
11. Ταύτης ἴσον, πρόσβαλλε σκορδίου σταθμόν.
12. Μακροῦ πεπέρεως καὶ λιβάνου καὶ Λημνίας
13. Σμύρνης, γλυκυῤῥίζης, χαλβάνης, τερμινθίνης,
14. Ξηροῦ τε νήσσης αἵματος, τοῦ προσφάτου,
15. Ὀποπάνακός τε καὶ μαράθρου τοῦ σπέρματος,
16. Ξηρῶν ῥόδων φύλλων, καὶ τῆς ὑποκιστίδος
17. Χυλοῦ καλῶς γεγονότος, ἀγαρικοῦ τ᾿ ἴσα,
18. Τοῦ Κρητικοῦ δαύκου τε καθαροῦ σπέρματος,
1. Ἀνισαρίου τε σπέρματος, σκίγκου τ᾿ ἴσον,
2. Δὶς τρὶς ἑκάστου μίγματος βαλεῖς σταθμὸν,
3. Καὶ ζιγγιβέρεως τε τοῦ ξηροῦ καλῶς,
4. Καὶ κινναμώμου καὶ κρόκου δὶς τέσσαρας,
5. Μέλιτός τε χρηστοῦ τὸν διπλοῦν πᾶσι σταθμὸν,
6. Οἴνου τε Χίου τοῦ καλοῦ τὸ σύμμετρον.
7. Ἡ τοῦ Φαλερίνου ταὐτὸ τοῦ κεχρονισμένου.
8. Σκεύαζε δ᾿ αὐτὴν, ὡς προεῖπον δεῖν ποιεῖν,
9. Τὴν θηριακὴν ἀντίδοτον ἔμπροσθεν βραχὺ,
10. Διδόναι θ᾿ ὁμοίως πᾶσιν, ὡς ἐκείνην ἔφην.
11. Ἄλλη δι᾿ αἱμάτων ἀντίδοτος, ἥν φασίν τινες
12. Ποιεῖν ἄμεινον πρὸς τὰ δηλητήρια.
13. Ἔχει δὲ χηνὸς αἵματος ξηροῦ δύο,
14. Καὶ τρεῖς χελώνης τῆς θαλασσίας δραχμὰς,
15. Τὸ δ᾿ αὐτὸ νήσσης, καὶ ἐρίφου γ΄. τὰς ἴσας.
16. Νήσσης δ᾿ ἄμεινον αἷμα θηλείας δοκεῖ,
17. Στακτῆς Ἀραβικῆς παχυτάτης δραχμὰς ι΄.
18. Ναρδοστάχυός τε τὰς ἴσας σμύρνης δραχμὰς,
1. Καὶ κινναμώμου τοῦ καλοῦ δὶς τρεῖς δραχμάς.
2. Ῥόδων δὲ φύλλων ξηροτάτων δὶς τέσσαρας,
3. Σχοίνου, λιβάνου, κόστου, μία ἑκάστου δραχμὴ,
4. Καὶ τρεῖς ἀμώμου, πεπέρεως λευκοῦ τὰς ἴσας,
5. Καὶ τοῦ μακροῦ δὲ πεπέρεως μίαν ἥμισυ,
6. Κρόκου δὲ δώδεκα καὶ κασίας δὶς δ΄.
7. Ῥίζης τριφύλλου ε΄. πολίου τὰς ἴσας,
8. Ὀποβαλσάμου τρεῖς, πετροσελίνου δ΄.
9.
Ἀρκευθίδων τῶν λιπαρῶν, καὶ ἀκόρου δύο,
10. Ῥᾶ Ποντικοῦ, μήου τε, δικτάμνου δύο,
11. Τουτέστι ἀνὰ δύο, φοῦ τε τὰς αὐτὰς β΄.
12. Ἀμμωνιακοῦ τε ὡσαύτως θυμιάματος,
13. Μαράθρου δραχμὰς β΄. ἀγαρικοῦ δύο ἥμισυ,
14. Τρεῖς τοῦ πετραίου πηγάνου, δαύκου β΄.
15. Ἀνισαρίου τε καὶ ἀσάρου μίαν ἥμισυ,
16. Ἴσον δὲ τούτοις, τούτοις πάλιν
17. Ἴσον κυμίνου Θηβαϊκοῦ τοῦ σπέρματος,
18. Καὶ γ΄. δραχμὰς βουνιάδος ἀγρίας σπέρματος,
1. Τούτοις προσαπόδος ε΄. σκορδίου δραχμὰς,
2. Τὸ Κρητικὸν δ᾿ ἄμεινον ὡς προείπομεν,
3. Μέλιτος ἅπασι τοῦ καλοῦ διπλοῦν σταθμόν.
4. Ἅπαντα λεπτὰ λεῖα τὰ προειρημένα,
5. Ἑφθῷ τε τῷ μέλιτι δεύσας ἀποτίθου.