6. Μετὰ τὰς γεγραμμένας
7. ἀντιδότους ἄχρι δεῦρο, τὴν Μιθριδάτειον ἔγραψεν
8. ὁ Δαμοκράτης, ἣν ὀλίγον ἔμπροσθεν ἐγὼ παρεθέμην.
9. ὑπερβὰς οὖν αὐτὴν, ὡς ἐφεξῆς γράφει, προσθήσω.
10. Ἀντίδοτος, ἥν φασιν οἱ νεώτεροι Χάρμην,
11. Θεραπεύει δὲ διαθέσεις κεχρονισμένας,
12. Ἃς οὐδὲν ὠφέλησεν ἕτερα φάρμακα.
13. Σμύρνης ἔχει δὲ τῆς καλῆς, ὀποβαλσάμου,
14. Ὑποκιστίδος χυλοῦ τε, καὶ λιβάνου καλοῦ,
15. Ὀποπάνακος καθαροῦ τε καὶ νέου κρόκου,
16.
Τούτων ἑκάστου μίγματος δυοκαίδεκα.
17. Κόστου δὲ λευκοῦ, καστορίου τε Ποντικοῦ,
18. Τερμινθίνης τε τῆς καθαρᾶς, σχοίνου τ᾿ ἴσον.
1. Πάλιν δ᾿ ἑκάστου μίγματος δὶς δ΄.
2. Βότρυός τ᾿ ἀμώμου τέσσαρας, πολίου τ᾿ ἴσας,
3. Καὶ κινναμώμου δ΄. πάλιν καλοῦ,
4. Δὶς τρεῖς δὲ δαύκου Κρητικοῦ τοῦ σπέρματος.
5. Τὸ δ᾿ αὐτὸ δαύκῳ σεσέλεως τοῦ σπέρματος,
6. Κασσίας δὲ κιῤῥᾶς τοῦ φλοιοῦ δὶς θ΄.
7. Καὶ πετροσελίνου σπέρματος ταύταις ἴσας,
8. Μακροῦ πεπέρεως προσφάτου δὶς δώδεκα,
9. Τὸ γὰρ παλαιὸν σητοκόπον εὑρίσκεται,
10. Λευκοῦ ι΄. δραχμὰς, χαλβάνης καθαρᾶς ι΄.
11. Ναρδοστάχυος δὲ τῆς καλῆς ἑκκαίδεκα,
12. Δὶς δ᾿ εἴκοσιν καὶ ε΄. Κρητικοῦ καλοῦ,
13. Καὶ προσφάτου. πρόσβαλλε σκορδίου δραχμὰς,
14. Τριπλοῦν δὲ μέλιτος πᾶσι τοῖς ξηροῖς βάρος.
15. Σκεύαζε δ᾿ αὐτὸν, ὡς προεῖπον σκευάσαι.
16. Ἄλλας τε δυνάμεις καὶ διδοὺς αὕτως πάλιν.
17. Ταύτην ἐπώλει Χάρμης Ἀττικῶν δραχμῶν
18. Δὶς πεντακοσίων, οὐδ᾿ ὅλην λίτραν διδοὺς,
1. Ἐδόκει δὲ χάριτα διδόναι τοῖς ὠνουμένοις.
2. Τῶν δ᾿ ἀξιοπίστων Χάρμιδός τις γνωρίμων
3. Ταύτην ἔφασκε τὴν γραφὴν δοκιμωτάτην.
4. Νάρδου δὶς η΄. στάχυος Ἰνδικῆς δραχμὰς,
5. Σμύρνης τε χρηστῆς, καὶ ὀπίου, μηκωνείου,
6. Ὑποκιστίδος τε χυλοῦ, καὶ ὀποβαλσάμου,
7. Ὀποπάνακός τε τοῦ καθαροῦ καὶ προσφάτου,
8. Καὶ καστορίου καὶ λιβάνου πάντων ἴσα,
9. Ἀνὰ ιβ΄. δραχμὰς δ΄. δὲ χαλβάνης,
10. Τερμινθίνης τε ε΄. πολίου τέσσαρας,
11. Κασίας μελαίνης τῆς καλῆς δὶς δ΄.
12. Λευκοῦ πεπέρεως β΄. δραχμὰς, μακροῦ μίαν
13. Καὶ β΄. ὀβολούς. κρόκου δὲ κωρυκίου ι΄.
14. Μίαν δὲ πρὸς ταύταισι καὶ δὶς δ΄.
15. Σχοίνου πάνυ λεπτῆς, τοῦ τ᾿ ἀμώμου δ΄.
16. Β΄. κινναμώμου, σεσέλεως δραχμὰς δύο,
17. Δαύκου δραχμὰς στ΄. σπέρματος τοῦ Κρητικοῦ,
18.
Καὶ πετροσελίνου σπέρματος δὶς θ΄.
1. Δὶς δ΄. δὲ σκορδίου κόμης δραχ. ζ΄.
2. Βδέλλης ὄνυχός τε τῆς διαυγοῦς, ὡς δραχμὴν,
3. Μέλιτός τε λίτρας ε΄. καὶ μικρῷ πλέον.
4. Σκεύαζε δ᾿ οὕτω, προδιαλύσας τοὺς ὀποὺς
5. Τῷ μέλιτι θερμῷ, τήν τε ῥητίνην καλῶς,
6. Τὰ ξηρὰ πάντα παραπλάσσεις σεσησμένα.
7. Οὕτω δ᾿ ἑνώσας πάντα, δώσεις Ποντικοῦ
8. Καρύου τὸ μέγεθος τοῖς ὀφείλουσιν λαβεῖν.