Galenus. De antidotis (De antid.) [n° 083 Fichtner]

Περὶ ἀντιδότων
Antidotes
Antidotes (Ant.)
De antidotis, 1827, vol. 14, p. 1-209. urn:cts:greekLit:tlg0057.tlg078.verbatim-lat1
, 1980 (deu).

De antidotis, 2.5, ed. Kühn, 1827, vol. 14, p. 129-135. urn:cts:greekLit:tlg0057.tlg078.1st1K-grc1:2.5

9.

11. Ἐφεκτικὴν δ᾿ ἀντίδοτον εἰ βούλει ποιεῖν,
12. Αἵματος ἄνω τε καὶ κάτω πολλοῦ φορᾶς,
13. Ταύτην ἀκριβῶς σκευάσας, ἕξεις καλὴν,
14. Κρόκου Κιλικίου τοῦ καλοῦ καὶ προσφάτου
15. Δραχμὰς δὶς η΄. καὶ ὀπίου, μηκωνείου,
16. Λιβάνου τ᾿ ἀτμήτου, καὶ καθαρᾶς σμύρνης ἴσον,
17. Πάντων ἑκάστου πάλιν δραχμὰς ιστ΄.
18. Φλοιοῦ δὲ ῥίζης μανδραγόρου δὶς δ΄.
1. Ὑοσκυάμου δὲ σπέρματος τρὶς δ΄.
2. Τρὶς β΄. δραχ. μηκωναρίου τοῦ σπέρματος,
3. Τρεῖς κινναμώμου τοῦ καλοῦ δραχμὰς σταθμῷ.
4. Ῥοὸς δὲ χυλοῦ Παταρικῆς ἢ Συριακῆς
5. Τρὶς κε΄. καὶ ἑτέρας δὶς δώδεκα.
6. Σκεύαζε δ᾿ οὕτω, τὸν κρόκον κεκαθαρμένον,
7. Ἀπόβρεχε δ᾿ οἴνῳ Κρητικῷ λευκῷ γλυκεῖ
8. Δίδου β΄. τὸ πλεῖστον ἡμέρας. ὅταν ἴδῃς
9. Μαλακὸν ἄγαν εὔτριπτον εἰς ἴγδην βαλὼν,
10. Λέαινε τῷ δοίδυκι, καὶ λεῖον ποιῶν,
11. Πρόσβαλλε τὸν ὀπὸν τὸν λίβανον τῇ σμύρνῃ.
12. Χυλὸν δ᾿ ὁμοίως κατ᾿ ἰδίαν τὸν τῆς ῥοὸς
13. Διάβρεχε καὶ πρόσβαλλε τοῖς εἰρημένοις,
14. Καὶ πάλιν ἑνώσας λεῖα καὶ σεσησμένα,
15. Τὰ λοιπὰ πάντα προσαποδώσεις μίγματα,
16. Ἑφθοῦ τε μέλιτος Ἀττικοῦ βαλὼν βραχὺ,
17. Πάλιν λέανον ὡς γενέσθ᾿ ἓν φάρμακον
18. Ἐκ τῆς θυΐδος εἰς ὑαλοῦν ἀγγεῖον,
1. Καὶ κασσιτερινὸν μετακόμιζ᾿ ἡνωμένον.
2. Δίδου δὲ τοῖς μὲν ἐκ φάρυγγος καὶ γαστέρος
3. Ἀνάγουσι καὶ θώρακος, ἔτι δὲ πνεύμονος,
4. Τριωβόλου τὸ πλῆθος, ἢ μικρῷ πλέον
5. Ἐν τρισὶ κυάθοις κράματος κεκραμένου.
6. Οἴνου δ᾿ ἀπὸ μύρτων καὶ ὕδατος τοῦ ἀπολύτου,
7. Τοῖς ἀπὸ νεφρῶν οὐροῦσιν, ἢ τῆς κύστεως,
8. Δίδου λέον τε φαρμάκου κεκραμένου.
9. Ἀπὸ νήστεως τε καταφέρει καὶ κώλου,
10. Λεπτῶν τε πάντων ἐντέρων τῆς θ᾿ ὑστέρας,
11. Τοῦ φαρμάκου δίδου μὲν ὡς δραχμὴν μίαν.
12. Δι᾿ ὕδατος ὀμβρίου δὲ τοῖς πυρουμένοις,
13. Ἀπυρέτοισι δὲ καὶ διὰ κράματος δίδου,
14. Ἤτοι δ᾿ ἀπὸ μύρτων ἢ γλυκέος τοῦ Κρητικοῦ.
15. Εἰ δέ τις ἔχειν βούλοιτο μὴ πολυμίγματον
16. Ἀντίδοτον, ἀλλ᾿ ἔχουσαν ὀλίγα μίγματα
17. Ταύτην ἀκριβῶς σκευάσας, ἕξει καλὴν
18. Πρὸς τοὺς ἀτόνους στομάχους τε καὶ ἀνορέκτους,
1. Καὶ τοὺς καχέκτας, τούς τ᾿ ἀπεπτοῦντας ταχύ.
2. Πρὸς πάνθ᾿ ἁπλῶς ἀλγήματα, κύτος
3. Κεχρονισμένον τε καὶ κατασκευὴν ἔχον.
4. Ταύτῃ Τιβέριον τὸν Σεβαστὸν χρώμενον
5. Λέγουσιν, ἄλλην μὴ πεπωκέναι ποτέ.
6. Ἔχει δὲ μέλανος πεπέρεως πέντ᾿ οὐγγίας,
7. Κροκομάγματος ιε΄. καὶ ῥόδων ι΄.
8. Σεσησμένα ταῦτα πάντα μέλιτ᾿ ἀναλάμβανε.

9. Ἄλλη ποιοῦσα ταὐτὰ τῇ προγεγραμμένῃ.

10. Ἔχει δὲ ῥόδων μὲν οὐγγίας δὶς τέσσαρας,
11. Κεκομμένα ταῦτα πάντα καὶ σεσησμένα,
12. Ἀναλάμβαν᾿ ἑφθῷ μέλιτι τῷ λίαν καλῷ,
13. Δίδου καρύου τὸ μέγεθος τοῦ Ποντικοῦ,
14. Μετ᾿ οἰνομέλιτος ἢ μελικράτου προσφάτου,
15. Ἑψημένου καλῶς τε καὶ πεφρισμένου,
16. Τοῖς θηριοδήκτοις, ἢ τὰ δηλητήρια
17. Πεπωκόσι προσένεγκε καρύου τὸ μέγεθος
18. Τοῦ βασιλικοῦ μεθ᾿ ἑπτὰ κυάθων κράματος.

1. Ῥοδίδος σκευή.

2. Αὐτὸν δ᾿ ἐπιμελῶς δεῖ σε προδιασκευάσαι
3. Οὕτως ἀκριβῶς, ῥόδα λαβὼν τὰ πρόσφατα,
4. Τὸ φύλλον αὐτῶν ἐν σκιαῖς δυσὶ ψῦξον,
5. Ἢ τρισὶ τὸ πλεῖστον ἡμέραις, σήσας τε τρεῖς
6. Λίτρας, ἀπ᾿ αὐτῶν ὅλμῳ κόπτων συμμέτρως,
7. Σχοίνου τε δραχ. κ΄. εὖ κεκομμένης
8. Σμύρνης δέκα δύο καὶ κρόκου δὶς τέσσαρας,
9. Προσέμπασον, καὶ κόπτε πάνθ᾿ ὁμοῦ πάλιν
10. Ποιῶν κυκλίσκους εὐμεγέθεις, ψῦξον καλῶς,
11. Οὕτω θ᾿ ὅσον δεῖ λάμβαν᾿ εἰς τὸ φάρμακον.

12. Κροκομάγματος σκευασία.

13. Κροκόμαγμα δ᾿ εἰ βούλοιο καλὸν ἔχειν ἄγαν,
14. Σκεύαζ᾿ ἐπιμελῶς, Κιλικίου κρόκου δραχμὰς
15. Ἑκατὸν καταμίξεις, τῆς λιπαρᾶς σμύρνης ἅμα
16. Δὶς κε΄. καὶ ῥόδων ξηρῶν ἴσον,
17. Ἀμύλου δὲ ν΄. λευκοῦ κόμμεως
18. Ἴσας, ἄμυλον δὲ κόπτε σήσας ἐπιμελῶς,
1. Πρόσβαλλ᾿ ἀθάλασσον οἶνον εὐώδη βραχὺν,
2. Δεύσας ἐπιμελῶς κᾀναπλάσας ψῦξον κύκλους
3. Καὶ χρῶ δεόντως ὡς καλῷ κροκομάγματι.

4. Ἀντίδοτος προγνωστική.

5. Προγνωστικὴν δ᾿ ἀντίδοτον οὕτως σκευάσεις,
6. Ἣν οἱ προλαβόντες ἂν λάβωσι θανάσιμον,
7. Ἐμέσουσιν αὐτὸν μετὰ τροφῆς παραυτίκα.
8. Οἱ δ᾿ εὐλαβῶς ἔχοντες ὡς εἰληφότες,
9. Ἂν ἐπιλάβωσιν, ἐξεμοῦσι τὴν τροφὴν,
10. Σὺν τῷ μετ᾿ αὐτῆς καταποθέντι φαρμάκῳ.
11. Ὁ δὲ μηδὲν ἄτοπον, μηδὲ δηλητήριον,
12. Συγκαταπεπωκὼς τοῖς δοθεῖσι σιτίοις,
13. Οὐ ναυτιάσει, καὶ καθέξει τὴν τροφήν.
14. Ποιεῖ δὲ ταὐτὸ φάρμακον καὶ πρὸς πόνους
15. Πλευρῶν, μεταφρένων, κύστεως, καὶ τῶν νεφρῶν,
16. Ἐπέχει τ᾿ ἀλύπως αἷμα φερόμενον πολὺ
17. Ὅθεν ἂν ἐκφέρεται τοῦτο, κᾂν ἐκ πνεύμονος.
18. Σκεύαζε δ᾿ οὕτω, Λημνίαν· ἔχων καλὴν
1. Ἀπαραχάρακτον, τὴν ὁμοίως εἰρημένην
2. Στήσας ἀπ᾿ αὐτῆς δύ᾿ ὀβολοὺς δραχμὴν μίαν,
3. Ἀρκευθίδων τε τῶν λιπαρῶν δραχ. β΄.
4. Λέαιν᾿ ἐπὶ πολὺ, παραχέων χρηστὸν βραχὺ
5. Ἔλαιον ἱκανῶς πρόσφατόν τε καὶ γλυκὺ,
6. Διὰ μελικράτου δ᾿ ὡς καρύου τοῦ Ποντικοῦ
7. Μέγεθος προσοίσεις, οἷς ἐχρῆν σε προσφέρειν.
8. Ἐπέχειν δὲ πλεῖον αἷμα φερόμενον θέλων,
9. Δι᾿ ὀξυμέλιτος σφόδρα καθέφθου πρόσφερε.

Cliquer un n° de page pour en afficher l’image