Galenus. De antidotis (De antid.) [n° 083 Fichtner]

Περὶ ἀντιδότων
Antidotes
Antidotes (Ant.)
De antidotis, 1827, vol. 14, p. 1-209. urn:cts:greekLit:tlg0057.tlg078.verbatim-lat1
, 1980 (deu).

De antidotis, 2.6, ed. Kühn, 1827, vol. 14, p. 135-138. urn:cts:greekLit:tlg0057.tlg078.1st1K-grc1:2.6

10.
12. Καλεῖν μὲν οὖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς ἀντιδότους
13. οὐ μόνον ὅσα πρὸς τὰ θανάσιμα φάρμακα διδόασιν, ἀλλὰ
14. καὶ πρὸς τὰ τῶν ἰοβόλων θηρίων δήγματα, καὶ προσέτι
15. πάθη, καὶ μάλιστα χρόνια, κατά τι τῶν σπλαγχνῶν, ἢ
16. ἀποστήματα. τεμὼν δὲ τριχῇ τὴν διδασκαλίαν αὐτῶν ὁ
17. Ἀσκλη πιάδης, πρῶτα μὲν ἔγραψεν ὅσα φησὶ τοῖς κατὰ
18. περίοδον πυρέττουσιν ἁρμόττειν, ἅμα τῷ καὶ συγχρίσματά
1. τινα, καλεῖ γὰρ οὕτως αὐτὸς, ἐφεξῆς προσγράψαι. ταῦτα
2. μὲν οὖν ἅπαντα ληξιφάρμακα καὶ ληξιπύρετα καλεῖ· τὸ δὲ
3. β΄. γένος αὐτῶν θηριακὰ φάρμακα, πρὸς λυσσοδήκτους καὶ
4. σκορπιοδήκτους, ἔτι τε τούς τε ὑπὸ φαλαγγίων δεδηγμένους
5. καὶ ἐχιδνῶν. τὸ δὲ τρίτον γένος τῶν φαρμάκων διχῇ τεμὼν
6. καὶ αὐτὸ, τὸ μὲν ἕτερον αὐτῶν πρὸς τοὺς τὰ θανάσιμα
7. πεπωκότας ὀνομάζει. τὸ δ᾿ ἕτερον προφυλακτικὸν θανασίμων
8. φαρμάκων, οὐ κατὰ τὴν αὐτὴν τάξιν τῷ Ἀνδρομάχῳ
9. τὴν διδασκαλίαν ποιησάμενος. ἐκεῖνος γὰρ, ὡς ἐν
10. ἀρχῇ τοῦδε τοῦ γράμματος εἴρηταί μοι κατὰ τὴν ἐντὸς ἐπιγραφομένην
11. τῶν βιβλίων αὐτοῦ, προτάξας ἀντίδοτα πάντα,
12. ἐφεξῆς γράφει τὰ πινόμενα φάρμακα πρὸς ἡντιναοῦν διάθεσιν,
13. οὐ μόνον ἀποστημάτων ἢ θανασίμων φαρμάκων ἢ
14. θηρίων ἰοβόλων, ἀλλὰ κᾂν ἔμβρυον ἐκβαλεῖν δέῃ, καὶ τοῦτο
15. τὸ φάρμακον ἀντίδοτον ὀνομάζει, καὶ πρὸς σπάσματα καὶ
16. ῥήγματα, καὶ συνελόντι φάναι πρὸς πάντα τὰ ἐντὸς πάθη,
17. περὶ ὅ τι ἂν ᾖ μέρος τοῦ σώματος ἡ σύστασις αὐτῶν γεγενημένη.
1. τὰ δὲ πρὸς τὰ τοιαῦτα πάθη πινόμενα φάρμακα
2. καὶ ποτίσματα κέκληκεν ὁ Ἀσκληπιάδης ἐν τῷ δ΄.
3. τῶν Ἄσωνος κατὰ τὸ τέλος αὐτὰ γεγραφώς. ὑστάτας μὲν
4. οὖν ἔγραψεν ἀντιδότους ὁ Ἀσκληπιάδης ἐπὶ τῇ τελευτῇ τοῦ
5. ἐν Ἄσωνος, τὰ πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας, ἢ προφυλακτικὰ
6. τοῦ μηδὲν παθεῖν ὧν πίωσιν. ἐγὼ δὲ πρώτας
7. ἐνταῦθα γράψαι τὰς τοιαύτας ἔγνωκα, διά τε τὴν πρὸς
8. τὰς γεγραμμένας κοινωνίαν καὶ ὅτι πολύχρηστοι τυγχάνουσιν
9. οὖσαι. καὶ γὰρ πρὸς τὰ ἀποστήματα καθ᾿ ὁτιοῦν σπλάγχνον
10. καὶ μόριον ἐν τῷ βάθει κείμενον ἁρμόττουσι, καὶ πρὸς
11. ἀτονίαν αὐτῶν ἔνιαι, καὶ πρὸς κακοχυμίαν, ἀνωδυνίαν τε
12. καὶ πέψιν ἀπέπτων χυμῶν, δι᾿ ὅλης τῆς ἐπιφανείας κένωσιν
13. ἄδηλον αἰσθήσει, καθάπερ καὶ τὰς αἰσθητὰς, δι᾿ οὔρων
14. καὶ διαχωρημάτων καὶ πτυσμάτων, ὅσα μετὰ βηχὸς συνεκκαθαίρει
15. πνεύμονά τε καὶ θώρακα. τὰ πλεῖστα δ᾿ αὐτῶν
16. καὶ λεπτύνειν τοὺς παχεῖς χυμοὺς πέφυκε, καὶ τέμνειν, καὶ
17. ἀποῤῥύπτειν τοὺς γλίσχρους, οἷς ἕπεται καὶ τὸ τὰς ἐμφράξεις
1. ὠφελεῖν, ὅσαι συνεχῶς μὲν καθ᾿ ἧπαρ εἰώθασι γίνεσθαι,
2. συνίστανται δὲ καὶ κατὰ τὰ ἄλλα σπλάγχνα καὶ μόρια·
3. σκοπὸς γὰρ ἐπ᾿ αὐτῶν ἐστι λεπτῦναί τε καὶ ἀποῤῥύψαι
4. τοὺς χυμοὺς, ἀναστομῶσαί τε τὰ πεφραγμένα τῶν ἀγγείων
5. πέρατα.

Cliquer un n° de page pour en afficher l’image