6. Τοῖς μὲν οὖν τὸν τῆς μήκωνος ὀπὸν
9. πιοῦσι συνοίσει ὑδρέλαιον συνεχῶς θερμὸν διδόμενον πίνειν,
10. καὶ ἀναγκαζόμενον ἐμεῖσθαι· ἢ θερμὸν ὕδωρ μετ᾿ ὀξυμέλιτος
11. διδόναι καὶ ἀναγκάζειν ἐμεῖν· ἁρμόσει δὲ καὶ διὰ κλυστῆρος
12. τὴν κοιλίαν κενοῦν.
13. Τοῖς δὲ μηκώνειον πίνουσιν ἁρμόσει
14. ἄκρατον πολὺ παραχρῆμα διδόμενον· ἢ πέπερι μετὰ
15. οἴνου, ἢ κάρδαμον, ἢ καρδάμωμον. ἁρμόσει δὲ καὶ γάλα
16. πίνειν ὄνειον ἢ βόειον καὶ τὰ περὶ τὴν κοιλίαν καταπλάττειν
17. ἀλεύρῳ πυρίνῳ ἢ κριθίνῳ ἡψημένῳ μετ᾿ οἴνου,
18. καὶ κλύσμασι χρῆσθαι πρᾳοτέροις.
1. Τοῖς δὲ ἀκόνιτον πεπωκόσι
2. βοηθεῖ ποθὲν πήγανον χειροπληθὲς, λεανθὲν μὲν μετ᾿ οἴνου
3. ἀκράτου, καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς.
4. Τοῖς δὲ τὸν ὑοσκύαμον πιοῦσι
5. συμφέρει γάλα ποθὲν, μάλιστα μὲν ὄνειον· εἰ δὲ μὴ, ἄλλο
6. κατ᾿ ἰδίαν, καὶ μετὰ μελικράτου θερμοῦ.
7. Τοῖς δὲ χλωρὸν κορίανον πιοῦσι·
8. βοηθεῖ οἶνος ἄκρατος ποθεὶς καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς.
9. Τοῖς δὲ λαγωὸν θαλάττιον
10. εἰληφόσιν ἁρμόττει γάλα πίνειν μάλιστα μὲν ὄνειον, εἰ δὲ
11. μή γε, βόειον ἢ αἴγειον. δοτέον δὲ καὶ καυλοὺς μαλάχης
12. ἡψημένους ἐπιμελῶς φαγεῖν, ἢ γλήχωνος χειροπληθοῦς
13. μετὰ γλυκέος τριβέντος πίνειν, ἢ κυκλαμίνου ῥίζαν τριβεῖσαν
14. μετ᾿ οἴνου· ἢ κεδρίας ὅσον ὀβολοῦ ἑνὸς, ἢ ἡμιώβολον,
15. γλυκεῖ διεὶς πότιζε.
16. Τοῖς δὲ τοξικὸν πιοῦσι βοηθεῖ οἶνος
1. πινόμενος γλυκύς, καὶ ῥόδινον ἔλαιον, καὶ αἴγειον αἷμα, καὶ
2. σπέρμα βουνιάδος τριβὲν μετ᾿ οἴνου.
3. Τοῖς δ᾿ ἐφήμερον πεπωκόσι βοηθεῖ
4. χυλὸς πολυγόνου, ἢ ἀρνογλώσσου, ἢ ὀριγάνου,
5. ἢ θύμου μέρος τι οἴνῳ διαλυθέν.
6. Τοῖς δὲ δορύκνιον πιοῦσι βοηθεῖ
7. γάλα βόειον ποθὲν, καὶ γλυκὺ, καὶ ζωμὸς κογχυλίων.
8. Τοῖς δὲ μύκητας εἰληφόσι δοτέον
9. ῥαφάνους ὠμὰς, ὥστε πλείστας ἐσθίειν· δοτέον καὶ οἶνον
10. ἄκρατον καὶ κονίας κληματίνης ἀφέψημα, καὶ νίτρον λεανθὲν
11. μετ᾿ ὄξους· ἢ τρύγα οἴνου καύσας, καὶ τρίψας μεθ᾿
12. ὕδατος δίδου πίνειν· ἢ ἀψίνθιον μετ᾿ ὄξους· ἢ πήγανον
13. λεῖον μετ᾿ ὄξους· ποιεῖ δὲ καὶ αὐτὸ καθ᾿ αὑτὸ ἐσθιόμενον
14. πήγανον.
15. Τοῖς δὲ τὴν ἰξίαν πεπωκόσι βοηθεῖ
16. ἀψίνθιον πινόμενον μετ᾿ οἴνου καὶ καστορίου καὶ πηγάνου.
17. συνοίσει δὲ καὶ ὀξύμελι ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει
18. δὲ καὶ ὀρίγανον μετ᾿ οἴνου. χρηστέον δὲ καὶ τῇ τοιαύτῃ
1. σκευασίᾳ. ♃ πηγάνου 𐅻 στ΄. ῥητίνης 𐅻 δ΄. καστορίου
2. 𐅻 β΄. χαμαιλέοντος κοχλιάρια γ΄. ταῦτα τρίψας καὶ
3. ὄξει θερμῷ διαλύσας, πότιζε.
4. Τοῖς δὲ τὴν βουπρήστην πεπωκόσι
5. βοηθεῖ διδόναι γλυκὺ πλεῖστον πίνειν, καὶ ἀναγκάζειν
6. ἐμεῖν· καὶ ζωμὸν καθηψημένον κρεῶν ὑῶν, καὶ θερμὸν
7. γάλα, καὶ οὐκ ἄπληστα φαγεῖν. καὶ ἀφέψημα σύκων δοτέον
8. πίνειν, ἢ νίτρου ἐρυθροῦ 𐅻 δ΄. λεάνας καὶ μίξας ὕδατι
9. δίδου πίνειν.
10. Τοῖς δὲ κανθαρίδας πεπωκόσι
11. συμφέρει πίνειν γλυκὺ μετ᾿ ἐλαίου, καὶ στέαρ ἑφθὸν ὕδατι
12. διηθημένον, καὶ ἀναγκάζειν ἐμεῖν. συμφέρει δὲ καὶ γάλακτι
13. πολλῷ ποτίζειν καὶ κώνους πλείονας τρώγειν· ἢ κώνους
14. πλείστας τρίψας μετὰ μελικράτου δίδου πίνειν· ἢ πήγανον
15. λεάνας καὶ ἰρίνῳ μύρῳ μίξας δίδου πίνειν· ἢ τῶν
16. κανθαρίδων τὰ πτερὰ καὶ τοὺς πόδας σὺν μέλιτι τρίψας
17. ἐκλείχειν δίδου.
1. Τοῖς δὲ ψίλωθρον πιοῦσι συμφέρει
2. θερμῷ ἐλαίῳ ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει
3. δὲ καὶ γάλα αἴγειον πίνειν, καὶ μαλάχης ἑφθῆς χυλὸν μετὰ
4. μελικράτου θερμοῦ, ἢ μετ᾿ ἐλαίου· ἢ ἰσχάδων ἀφέψημα μετ᾿
5. ἐλαίου, ἢ σήσαμον μετ᾿ οἴνου τρίψας δίδου πίνειν· ἢ κάρυα
6. βασιλικὰ ε΄. λεάνας μετ᾿ ἐλαίου δίδου· ἢ τέφρας κληματίνης
7. ἀπήθημα δίδου πίνειν.
8. Τοῖς δὲ λιθάργυρον πεπωκόσι
9. βοηθεῖ πέπερι, σέλινον, σμύρνα μετ᾿ οἴνου λειωθέντα, καὶ
10. πινόμενα.
11. Τοῖς δὲ γύψον πιοῦσι δοτέον πίνειν
12. τέφρας κληματίνης ἀπήθημα, καὶ θύμον μεθ᾿ ὕδατος
13. τριβέντα.
14. Πρὸς δὲ
15. τὰς τοῦ γάλακτος ἐκθρομβώσεις συμφέρει ποτίζειν ὄξος·
16. διδόναι δὲ χρὴ καὶ πητυὰν μεθ᾿ ὕδατος κρηναίου ἢ σιλφίου
17. καὶ θείου τὸ ἴσον λεανθέντα μετ᾿ ὀξυκράτου διδόναι
18. πίνειν.
1. Τοῖς δὲ ταύρειον αἷμα πιοῦσι
2. συμφέρει ὄξος θερμὸν διδόναι πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν,
3. ἢ σιλφίου ὀβολὸν, ἢ ἡμιωβόλιον, ἢ νίτρου διώβολον, διέντας
4. οἴνῳ διδόναι πίνειν, ἢ ἐρινεῶν καρπὸν τρίψας μετ᾿ ὄξους
5. δίδου. ἁρμόσει δὲ καὶ τὴν κοιλίαν κενοῦν, καὶ θερμίνῳ
6. ἀλεύρῳ, καὶ νίτρῳ, ἡψημένοις μετ᾿ ὀξυμέλιτος
7. καταπλάττειν.
8. Τοῖς δὲ βδέλλας καταπιοῦσιν οἱ
9. μὲν ἅλμην παρῄνουν πίνειν, οἱ δὲ χιόνα. ὁ δὲ Ἀσκληπιάδης
10. λούειν παρῄνει, καὶ σπόγγον ἁπαλὸν ψυχρῷ δεύσαντα
11. καθιέναι, ὥστε τὴν βδέλλαν ἐπιβᾶσαν τῷ σπόγγῳ κομίζεσθαι,
12. καὶ ἔπειτα φακῆς χυλὸν ἐδίδου· τοὺς δὲ ἔξωθεν
13. τοῦ τραχήλου τόπους τοῖς ψύχουσι καταπλάττειν παρῄνει.
14. ὁ δὲ Μῦς Ἀπολλώνιος ὄξει δριμυτάτῳ ἐπότιζε, καὶ μετὰ
15. ἅλμης ἐχρήσατο. ὁ δὲ χιόνα θερμήνας καὶ λύσας ἐχρήσατο,
16. καὶ τοῖς κατὰ καιρὸν τὴν κοιλίαν καθαίρουσιν, ἐδεστοῖς τε
17. καὶ ποτοῖς, πρὸς τὴν τῶν βδελλῶν ἔκκρισιν· συγκαταφέρεσθαι
1. γάρ φησι ταύτας τοῖς κατὰ τὴν κοιλίαν ἐκκρινομένοις
2. πολλάκις.
3. Τοῖς δὲ ψιμύθιον πιοῦσι συνοίσει
4. ἐλαίῳ θερμῷ ποτίζεσθαι καὶ ἀναγκάζειν ἐμέσαι.
5. συνοίσει δὲ καὶ γλυκὺ καὶ θερμὸν ποτίζεσθαι ὕδωρ, καὶ
6. ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ γάλα ὄνειον πίνειν διδόναι,
7. καὶ μαλάχης ἑφθῆς χυλὸν, καὶ μελίκρατον θερμὸν,
8. μετ᾿ ἐλαίου ἀνακόψας δίδου πίνειν· ἢ ἀφέψημα ἰσχάδων
9. μετ᾿ ἄλλων δίδου πίνειν, κάρυα βασιλικὰ ε΄. λεάνας μετ᾿
10. ἐλαίου, δίδου πίνειν· ἢ τέφρας κληματίνης ἀπήθημα δίδου.
11. καὶ περὶ μὲν τῶν ἁπλῶν θανασίμων ἐπὶ τοσοῦτον εἰρήσθω.
12. περὶ δὲ τῶν συνθέτων λεχθήσεται. ἐκτίθεσθαι δὲ τὰς
13. τούτων σκευασίας μοχθηρόν μοι δοκεῖ, καίπερ πολλῶν ἐπιχειρησάντων
14. ταῖς τούτων συγγραφαῖς, ὧς ἐστιν Ὀρφεὺς ὁ
15. ἐπικληθεὶς Θεολόγος καὶ Ὦρος ὁ Μενδήσιος ὁ νεώτερος
16. καὶ Ἡλιόδωρος ὁ Ἀθηναῖος τραγῳδιῶν ποιητὴς,
17. καὶ Ἄρατος, καὶ ἄλλοι τινὲς τῶν τοιούτων συγγραφεῖς.
18. τούτους μὲν οὖν ἄν τις θαυμάσειεν ἐμμέτρως ἐπιχειρήσαντας
1. ταῖς περὶ τούτων πραγματείαις· μέμψαιτο δ᾿ ἂν εὐλόγως
2. διὰ τὰ πράγματα. διδάσκειν γὰρ μᾶλλόν ἐστι καὶ προσάγειν
3. τοὺς βουλομένους ἐπὶ κακῷ, τὸ πλησίον ἐπιχειρεῖν ταῖς
4. τούτων σκευασίαις. οἱ γοῦν τῶν καλῶν τούτων ποιημάτων
5. συγγραφεῖς τὴν παρὰ τοῖς πολλοῖς εὐλαβούμενοι καταδρομὴν,
6. ἐναρχόμενοι τῆς τούτων παραδόσεως, τοὺς ἐντευξομένους
7. πείθειν ἐπιχειροῦσιν ὡς οὐκ |ἂν εἴησαν φαῦλοι τὸ
8. ἦθος, οὐδὲ τῶν τοιούτων φθοροποιῶν διδάσκαλοι, ὥσπερ
9. καὶ Ἡλιόδωρον ἐν τοῖς πρὸς Νικόμαχον ἀπολυτικοῖς ἐναρχόμενόν
10. ἐστιν εὑρεῖν οὕτω γράφοντα.
1. Ἐκ τῶν λεγομένων πείθειν ἐπιχειροῦσι τοὺς ἐντευξομένους
2. ταῖς τοιαύταις πραγματείαις, τὴν παρὰ τοῖς πολλοῖς
3. καταδρομὴν εὐλαβούμενοι. ἀλλ᾿ οὐδέ ἐστιν εἰπεῖν ὅτι διὰ
4. τοῦτο χρὴ τὰς τῶν τοιούτων θανασίμων φαρμάκων σκευασίας
5. εἰδέναι, πρὸς εὐχερῆ εὕρεσιν τοῦ βοηθηθῆναι τοῖς
6. δυναμένοις· τοῦτο γάρ ἐστι ψεῦδος. ὁ γὰρ δυνάμενος τοῖς
7. ὑπὸ τῶν ἁπλῶν θανασίμων βλαπτομένοις βοηθεῖν, ἕκαστον
8. τῶν κατὰ μέρος ἐπὶ συμβαινόντων ἐποπτεύων, οὗτος ἂν εἴη
9. ἄριστος προστάτης, καὶ τῶν ὑπὸ τῶν συνθέτων βλαπτομένων,
10. εὐμηχάνως ἐκλαμβάνων ἕκαστον τῶν κατὰ τὴν τῶν
11. συμπτωμάτων ἐπιπλοκὴν ἐξεχόντων. ἀνιτέον δὲ ἐπὶ τὸ προκείμενον.
12. ἀδήλων γὰρ ὄντων τῶν βρωθέντων ἢ πωθέντων
13. δηλητηρίων, χρὴ ὑδρέλαιον θερμὸν διδόναι, καὶ πολὺ πίνειν,
14. καὶ ἀναγκάζειν ἐμεῖν. χρήσιμον δ᾿ ἂν εἴη καὶ τοὺς ὕπνους
15. περιγράφειν, οὐ μὴν ἀλλὰ καὶ εἰς τὴν τούτων φυλακὴν χρηστέον
16. ταῖς ὑπογεγραμμέναις σκευασίαις.