Pseudo-Galenus. De theriaca ad Pisonem (De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]

Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).

Ad Pisonem de theriaca, 1, ed. Kühn, 1827, vol. 14, p. 210-214. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΠΙΣΩΝΑ ΠΕΡΙ

ΤΗΣ ΘΗΡΙΑΚΗΣ ΒΙΒΛΙΟΝ.

1. Καὶ τοῦτόν σοι τὸν περὶ τῆς θηριακῆς
4. λόγον ἀκριβῶς ἐξετάσας ἅπαντα, ἄριστε Πίσων,
5. σπουδαίως ἐποίησα, καὶ μάλιστα ἐπεί σε κατεῖδον περὶ τὴν
6. γνῶσιν αὐτῆς μὴ παρέργως ἔχοντα. εἰσελθὼν γάρ ποτε
7. πρός σε κατὰ τὸ ἔθος, πολλὰ μὲν καὶ ἄλλα τῶν συνήθων
8. σοι παρακείμενα βιβλία εὗρον. καὶ γὰρ καὶ ἄλλως ἔστι σοι
9. φίλον, μετὰ τὰς δημοτικὰς τῶν πράξεων ἀσχολίας, τοῖς
1. παλαιοῖς τῶν φιλοσόφων ἀνδρῶν ὁμιλεῖν. γενόμενον δέ τι
2. σύγγραμμα περὶ τῆς ἀντιδότου ταύτης οὐκ ἀηδῶς ἀνεγίνωσκες
3. τότε, καί μοι παραστάντι σοι εὐθέως μὲν φιλικοῖς
4. ἐνεῖδες τοῖς ὄμμασι, δεξιῶς δὲ καὶ προσηγόρευσας, καὶ μετὰ
5. ταῦτα πάλιν ἀνεγίνωσκες τὸ βιβλίον, ἀκροατὴν ἔχων ἐμέ.
6. ἤκουον δὲ καὶ αὐτὸς, οὐκ ἀμελῶς γὰρ ἦν τὸ σύγγραμμα
7. συντεταγμένον ὑπό τινος Ἀνδρομάχου καλουμένου, ἐντελῶς
8. πεπαιδευμένου τὴν τέχνην, μὴ μόνον τῇ πείρᾳ τῶν ἔργων,
9. ἀλλὰ καὶ τοῖς λόγοις, τὸν ἐπ᾿ αὐτοῖς λογισμὸν ἀκριβῶς
10. ἠσκημένου. τὸ γοῦν ἄρχειν ἡμῶν, διὰ τὴν ἐν τούτοις ὑπεροχὴν,
11. ὑπὸ τῶν κατ᾿ ἐκεῖνον καιρὸν βασιλέων ἦν πεπιστευμένος,
12. ὡς ἔμοιγε δοκεῖ, τάχα τι καὶ τῆς πατρίδος αὐτῷ
13. εἰς τὸ ἀκριβῶς ἐκμαθεῖν τὴν ἰατρικὴν συναραμένης. Κρὴς
14. γὰρ τὸ γένος ἦν, καὶ εἰκὸς ἦν τὴν Κρήτην, ὡς ἄλλα
15. πολλὰ τῶν βοτανῶν, οὕτω καὶ εἴς τι φάρμακον ἀγαθὸν
16. τοῖς ἀνθρώποις ἐνεγκεῖν τὸν τοιοῦτον ἄνδρα. ἀναγινώσκοντος
17. δέ σου τὰ γεγραμμένα, πάνυ γε ἐγὼ ἔχαιρον, ὅτι οὕτως
18. ἀκριβῶς προσεῖχες τοῖς ὑπὸ τοῦ ἀνδρὸς λεγομένοις, καὶ ἀληθῶς
1. μέγα με θαῦμα κατεῖχε, καὶ τῇ καθ᾿ ἡμᾶς τύχῃ πολλὴν
2. τὴν χάριν εἶχον, ὅτι σε φιλοπόνως οὕτως ἔχοντα περὶ
3. τὴν τέχνην ἔβλεπον. οἱ μὲν γὰρ πολλοὶ τῶν ἄλλων ἀνθρώπων
4. μόνην τὴν ἀκοὴν ὑπὸ τῶν ταύτης λόγων εὐφραίνεσθαι
5. θέλουσι. σὺ δὲ οὐ μόνον τῶν λεγομένων ἡδέως
6. ἀκούεις, ἀλλὰ καὶ πολλὰ τῶν μὴ λεγομένων ἐξ ἐμφύτου
7. συνέσεως εὑρίσκεις εὐφυῶς. ἔνια δὲ καὶ τῶν ἔργων οὕτως
8. ἀκριβῶς ἐπίστασαι καὶ βλέπεις, ὡς οἱ φιλοπόνως μαθόντες
9. ἡμεῖς. ὅπερ ὡς ἀληθῶς ἐγὼ θεασάμενος ἐπὶ σοῦ καὶ πάνυ
10. κατεπλάγην. ὁπότε γάρ σου τῶν παίδων ὁ φίλτατος τὴν
11. περὶ τὸ περιτόναιον διάθεσιν ἔσχεν ἔκ τινος τοῦ ἱππεύειν
12. ἀνάγκης, ἐπειδή τις καὶ δημοτελὴς ἦν μυστηρίων
13. ἱερουργὸς, διὰ θρησκείαν, τὴν ὑπὲρ Ῥωμαίων θεῶν ἀναγκαίως
14. ἀγομένην τότε, ἐφ᾿ ᾧ δὴ καὶ τοὺς εὐγενεστάτους παῖδας
15. ἱππεύοντας εὐρύθμως, καὶ χορεύοντας, ὥσπερ τοῖς ἵπποις,
16. ἔδει τινὰ τῶν μυστηρίων καὶ αὐτοὺς ἐπιτελεῖν. ὅτε
17. δὴ καὶ τοῦ παιδὸς τοῦ σοῦ ἁπαλοῦ τυγχάνοντος πάνυ, ὁ
18. τόπος οὗτος περιθλασθεὶς, βιαίως ἀπέστη τε τῶν ὑποκειμένων,
1. καὶ μετ᾿ αὐτὸ πῦον συναγαγὼν, ἐδεήθη καὶ τομῆς,
2. καὶ ὁ μὲν παῖς, ὥσπερ τὶς ἀνὴρ ἤδη, τλημόνως ἀπάντων
3. ἀνεχόμενος, ἐπιεικῶς ἐθεραπεύετο, καθάπερ ἔκ τινος τοῦ
4. φιλοσοφίας λόγου, καρτερίᾳ τε καὶ ἀνδρείᾳ πρὸς τὰ παρόντα
5. εὐφυῶς συνησκημένος. σὺ δὲ ἐφεστὼς ἀκριβῶς οὕτως ἔβλεπες,
6. καὶ τοῖς γιγνομένοις ὑφ᾿ ἡμῶν ἅπασι προσεῖχες, ὡς εἴ
7. ποτέ τι καὶ παρέργως ἐγίγνετο, εὐθέως ἐφεστάναι, καὶ
8. παραινεῖν κατὰ τὸν Ἱπποκράτην, μηδὲν εἰκῇ ποιεῖν. ἐγὼ
9. δέ τι καὶ φιλοτιμότερον θεώμενος, περιεργότερον τὸ ὑπὸ
10. σοῦ γιγνόμενον ἔβλεπον. εἴ ποτε γάρ τι καὶ τῶν ἐπιθετιμένων
11. ὑπὸ τοῦ θεραπεύοντος φαρμάκων ἀτόπως ἔκειτο, τοῦτο
12. τοῖς σαυτοῦ δακτύλοις μετετίθεις τε καὶ δεόντως ἥρμοττες
13. τῷ τραύματι, ὡς θαυμαστὸν εἶναι δοκεῖν, ἐκ τῆς περὶ
14. τὸν υἱόν σου στοργῆς καὶ τῆς φυσικῆς ἐντρεχείας, αἰφνίδιόν
15. σοι οὕτω τῶν χειρῶν ἐνδεικνυμένων ἀκριβῆ τέχνην, καὶ
16. τοῦτ᾿ ἄρ᾿ ἦν ἰδεῖν ἐπὶ σοῦ φαινόμενον ἐκεῖνο, ὥσπερ δὴ
17. καὶ ὁ σοφώτατος Πλάτων, ὡς εἰκὸς ἐπὶ πολλῶν πολλάκις
18. ἰδὼν, καὶ χαίρων τῇ τῆς ἀληθείας ἀνάγκῃ, καὶ τὰς μαθήσεις
1. ἀναμνήσεις εἶναι λέγει, καὶ τὴν ψυχὴν, πάντων τὰς
2. ἐννοίας ἔχειν δοκεῖν, ἐμφαίνεσθαι δὲ αὐτὰς τότε, ὅτε ἡ
3. χρεία καλεῖ. ὥσπερ δὲ δὴ καὶ ἐπὶ σοῦ, διὰ τὴν περὶ τὸν
4. παῖδα φροντίδα, ἀπροσδόκητος ἡμῖν ἡ παροῦσά σοι τῆς
5. τέχνης ἐμπειρία κατεφαίνετο, καὶ εἰκότως φιλόκαλός τε ὢν,
6. οὕτω καὶ εὐφυής. οὐδὲ περὶ τὸ φάρμακον τοῦτο τὴν θηριακὴν
7. ἔσχες ἀμελῶς, ἀλλ᾿ ἐσπούδασας αὐτοῦ εἰδέναι τήν τε
8. δύναμιν καὶ τὴν κρᾶσιν, τόν τε καιρὸν καὶ τὸ μέτρον τῆς
9. χρήσεως ἀκριβῶς ἐκμαθεῖν.

Cliquer un n° de page pour en afficher l’image