1.
3. Ἐκεῖνο δὲ ἀναζητῆσαι τῷ λόγῳ μᾶλλόν ἐστιν
4. ἀναγκαῖον, ὅπερ καὶ τοῖς πολλοῖς θαυμασίας ἄξιον εἶναι
5. δοκεῖ. αὐτὰ γὰρ τὰ θηρία ὄντα τοῖς σώμασι πολέμια καὶ
6. οὕτω τὸν ἄνθρωπον ἀναιροῦντα ὀξέως, πῶς πάλιν αὐτὰ
7. τοῖς ὑπ᾿ αὐτῶν γενομένοις δήγμασι βοηθεῖν δύναται, καὶ
8. μόνα διασώζειν ἐκ τοῦ τοιούτου κακοῦ τὸν ἄνθρωπον; καί
9. φησί τις ἀρχαῖος λόγος ὅτι τινὰ τῶν ζώων ὁμιλήσαντα
10. μὲν ἐν τῷ δάκνειν τῷ ἐκ τοῦ δήγματος ἀποκρινομένῳ ἀνθρωπείῳ
11. αἵματι ἀναιρεῖ τοὺς δακνομένους μὴ γευσάμενα
12. δὲ τοῦ αἵματος, ἀλλ᾿ οὕτως ἐσθιόμενα, τοὺς δηχθέντας διασώζειν
13. πέφυκεν. ὥσπερ καὶ ἐπὶ τοῦ ἑλενίου μὲν ὑπὸ τῶν
14. Ἑλλήνων, ὑπὸ δὲ τῶν ἐπιχωρίων νίκου ἢ νίνου καλουμένου,
15. τὸ αὐτὸ ἱστορεῖσθαι λέγουσι. φασὶ γὰρ τοὺς Δάκας καὶ
16. τοὺς Δαλμάτας περιπάττειν αὐτὸ ταῖς ἀκίσι τῶν βελῶν, καὶ
17. οὕτως ὁμιλῆσαν μὲν τῷ αἵματι τῶν τιτρωσκομένων ἀναιρεῖν
18. δύνασθαι, ἐσθιόμενον δὲ ὑπ᾿ αὐτῶν ἀβλαβὲς εἶναι, καὶ
1. μηδὲ κακὸν αὐτοὺς ἐργάζεσθαι, καὶ τὰς ὑπ᾿ αὐτῶν γε ἀναιρουμένας
2. ἐλάφους ἐν τῷ κατατοξεύεσθαι μηδ᾿ αὐτὰς ἐσθιομένας
3. κακόν τι τοὺς ἐσθίοντας διατιθέναι λέγουσιν. ἀλλ᾿
4. οὗτος ὁ λόγος οὐ δοκεῖ μοι αὐτάρκης εἶναι πρὸς τὴν εὕρεσιν
5. τοῦ ὑφ᾿ ἡμῶν ζητουμένου, ἐμπειρικός τις ὢν καὶ μόνον
6. τὸ γενόμενον διηγούμενος. καὶ γὰρ αὐτοὺς τοὺς ἐμπειρικοὺς
7. οὐκ ἀποδέχομαι, ὅτι καὶ αὐτοὶ, ὥσπερ ἰδιῶται μόνον ὁρῶντες
8. τὸ βλεπόμενον, θαυμάζουσι μὲν τὸ γιγνόμενον, τοῦ δὲ
9. γιγνομένου τὴν αἰτίαν ἀγνοοῦσιν. οἱ μὲν μηδὲ τὴν ἀρχὴν
10. ἐπιζητοῦντες μαθεῖν, ἀλλ᾿ ἀποκνοῦντες αὐτὴν εὑρεῖν τῷ λόγῳ,
11. καὶ μόνον τῶν γιγνομένων ἀποπειρώμενοι, καὶ τὴν τῶν πολλάκις
12. ὁρωμένων ἐμπειρίαν ἀρκεῖν αὐτοῖς εἰς τὸ ἰατρεύειν
13. λέγοντες, τὸν αὐτὸν ἔχουσιν, ὡς ὁρᾷς, τοῖς ἰδιώταις τοῦ
14. θαύματος τρόπον. οἱ δὲ τούτων φιλοτιμότεροι ὁμολογοῦσι
15. μὲν ὅτι χρή τι ἐπιστημονικώτερον τῶν ἰδιωτῶν εἰς τὰ τοιαῦτα
16. ἔχειν τοὺς ἰατροὺς, εὑρεῖν δὲ ἀδυνατοῦντες, καὶ τὸ
17. ζητεῖν περιττὸν εἶναι νομίζουσιν. ἀλλ᾿ ἡμεῖς πλέον εἶναι
18. τούτων τὸ φιλότιμον εἰς τὴν τέχνην ἔχοντες, καὶ τὰ γιγνόμενα
1. μόνον βλέπειν ἰδιωτικῶς μὴ θέλοντες, οὔτε τὴν ἐμπειρίαν
2. ἐκβάλλομεν καὶ συναρμόζοντες αὐτῇ τὸν λόγον ὅταν
3. ἐνδέχηται, τελείαν οὕτω καὶ λογικὴν ἀναγκαίως ἔχομεν
4. τὴν τέχνην, οὐχ ἵνα μόνον εὕροιμεν, ὅπως γίνεται φιλοπονοῦντες
5. εὑρεῖν, ἀλλ᾿ ἵνα τι καὶ εἰς τὴν θεραπείαν εὔχρηστον
6. ἐκ τοῦ εὑρεθέντος μάθωμεν. κᾀνταῦθα οὖν ἐπαγωνισώμεθα
7. τῷ λόγῳ, ἵνα εὕρωμεν τοῦ γιγνομένου τὴν αἰτίαν. θαυμαστὸν
8. γὰρ ὡς εἵ γε ἐκ τῆς περὶ τὸ ζητεῖν αὐτὸ φιλοτιμίας,
9. ἐξ ἑτοίμου καὶ αὐτὸ, ὥσπερ ἀμειβόμενον, ταχέως εὑρίσκεται·
10. καὶ ἵνα σοι πιστότερον ποιήσω τὸν λόγον, ἀπ᾿
11. ἄλλων τινῶν ἐν τοῖς ἔργοις σαφῶς ὁρωμένων τὴν ἀπόδειξιν
12. ποιήσομαι καὶ ἔξωθέν γε ἐπιτιθεμένων μόνον καὶ διὰ τοῦ
13. στόματος λαμβανομένων. τοὺς γὰρ ὑπὸ τῶν κροκοδείλων
14. βρωθέντας ὑπ᾿ αὐτοῦ τοῦ στέατος ἐπιτιθεμένου τοῖς τραύμασιν
15. ἄκρως βοηθουμένους οἴδαμεν· καὶ τῆς μυγαλῆς τὰ
16. δήγματα καὶ αὐτὰ ἀναιροῦντα ὑπ᾿ αὐτῆς πάλιν τῆς μυγαλῆς
17. τριβομένης καὶ ἐπιτιθεμένης ἀνωδύνως θεραπεύεται.
18. ὁμοίως δὲ αὐτοὶ οἱ ἐχιόδηκτοι ἀπαλλάττονται τοῦ κινδύνου,
19. εἴ τις αὐτῶν λειώσας τὰ σώματα ἐπιθείη αὐτοῖς τοῖς τραύμασιν,
1. οὐκ ἀλόγως καθ᾿ ἡμᾶς, ὡς ἔφην, καὶ τῶν τοιούτων
2. γιγνομένων, μήτε τοσαύτην δύναμιν ἐχόντων, ὡς καὶ ἀποκτεῖναι
3. δύνασθαι, κατὰ διάδοσίν τε τῆς δυνάμεως χωρούσης
4. εἰς βάθος τῶν σωμάτων. ὥσπερ δὴ καὶ ἐπὶ τῶν καταπλασμάτων
5. καὶ αὐτὸ γιγνόμενον ὁρῶμεν, τῆς ἐν τοῖς σώμασιν
6. αὐτῶν δυνάμεως συμμέτρου γιγνομένης καὶ θεραπεύειν
7. λοιπὸν, ἀλλ᾿ οὐκ ἀναιρεῖν δυναμένης. τὸ δὲ ἐπὶ τῆς θηριακῆς
8. γιγνόμενον φανερώτερον ἔχει τὸν λογισμόν. φημὶ γὰρ
9. ὅτι διὰ τοῦτο ταῦτα ἀναιροῦντα τὰ θηρία βοηθεῖ τοῖς ὑπ᾿
10. αὐτῶν δακνομένοις, ἐπειδὴ πλείων ἐν τούτοις ἐνοῦσα ἡ φθοροποιὸς
11. δύναμις, ταῖς κεφαλαῖς ἀφαιρουμέναις συναποκόπτεται.
12. καὶ ἐπεὶ τὴν ἐν τοῖς ἄλλοις μέρεσιν αὐτῶν ὑπολειπομένην
13. δύναμιν ταῖς σκευασίαις ἡμεῖς ἀπαμβλύνομεν ἕψοντες
14. αὐτὰς, καὶ τῶν ἁλῶν καὶ τοῦ ἀνήθου οὐκ ὀλίγα τῷ ὕδατι
15. μιγνύντες, οὐχ ἡδύσματος μόνου χάριν τὴν μίξιν τῶν τοιούτων
16. ποιούμενοι, ἀλλ᾿ ἵνα ἐκτήξωμεν τὰ σώματα, καὶ οὕτως
17. αὐτὰ ὀλίγον τὸν ἰὸν, ἢ μηδ᾿ ὅλως ἔχειν ἐργασώμεθα. τὸ
18. δὲ πλεῖστον αὐτῇ τῆς δυνάμεως εἰς τὸ βοηθεῖν ἡ σκευασία
19. παρέχεται. τοσούτοις οὖν καὶ τοιούτοις μιγνύμενα φαρμάκοις
1. τὰ θηρία, πῶς ἂν ἔτι καὶ ἀναιρεῖν δύναιτο, ἐκλυομένης
2. τῆς οὔσης ἐν αὐτοῖς πρὸς τὸ διαφθεῖραι πονηρίας; ἔτι
3. δὲ καὶ ἀληθέστερος ὁ λόγος φανήσεται, εἰ καὶ ἐπί τινων ὁμοίων
4. τὴν ἀπόδειξιν αὐτοῦ ποιησόμεθα. ἡ γάρ τοι κανθαρὶς
5. μόνη μὲν διδομένη τὴν κύστιν ἑλκοῖ, καὶ πολέμιον αὐτῆς
6. ἐστι τὸ φάρμακον, καὶ ἀναιρεῖ τῇ ἰσχυρᾷ δυνάμει τὸν
7. ἅνθρωπον πολλάκις. μιχθεῖσα δ᾿ ἄλλοις τισὶ πάλιν αὐτῆς
8. τῆς κύστεως γίνεται βοήθημα, καὶ ἔστι διουρητικὴ πάνυ.
9. ὁ δὲ ὀπὸς τῆς μήκωνος ὅτι μέν ἐστιν ἀναιρετικὸς μόνος
10. ποθεὶς οὐδεὶς ἀγνοεῖν μοι δοκεῖ. οὗτος δὲ μετ᾿ ἄλλων τινῶν
11. σκευασθεὶς τοῖς νοσοῦσι βοηθεῖ πολλάκις, ὡς σωτηριωδέστατον
12. αὐτοῖς εἶναι φάρμακον. τὰς γοῦν τῶν νεφριτικῶν
13. παρακοπὰς οὐκ ὀλιγάκις ἀγωνιστικῶς ἰάσατο, καὶ
14. τοὺς ἐξ ἀγρυπνιῶν τὴν δύναμιν ἀφῃρημένους, ὕπνον ἐργασάμενον,
15. θαυμασίως ἀνεκτήσατο. τοῖς δὲ φαλαγγιοδήκτοις
16. αὐτὰ τὰ φαλάγγια λειωθέντα καὶ μετ᾿ οἴνου πινόμενα ἀπαλλακτικὰ
17. τοῦ κακοῦ γίνεται, ὡς ἐκ τούτου μάλιστά σε πιστεύειν
18. δύνασθαι τῷ ὑπ᾿ ἐμοῦ λεγομένῳ. εἰ γὰρ καὶ μόνος
1. ὁ οἶνος μιχθεὶς τοῖς θηρίοις τὸν ἀπ᾿ αὐτῶν τῶν θηρίων
2. κίνδυνον ἐκφεύγειν ποιεῖ, δηλονότι καὶ ἡ θηριακὴ ἐκ τοσούτων
3. καὶ τοιούτων τὴν σκευασίαν ἔχουσα παιώνιόν τι φάρμακον
4. μᾶλλον, ἀλλ᾿ οὐκ ἀναιρετικὸν τῶν ἀνθρώπων γίνεται.
5. ἐκεῖνο γὰρ ἐν ταῖς μίξεσι τῶν φαρμάκων γιγνόμενον εἰδέναι
6. χρὴ, ὅτι μηκέτι ἀποσώζεται ἡ ἑκάστου τῶν μιγνυμένων δύναμις,
7. ἡ αὐτὴ μένουσα καὶ ἄτρεπτος, εἰς τὸ μηδὲν ἀλλοιουμένη,
8. ἀλλ᾿ ἕνωσίς τις ἀποτελεῖται τῶν ἁπάντων, ὅλης δι᾿
9. ὅλων τῆς κράσεως αὐτῶν μιγνυμένης καὶ μιᾶς τινος
10. δυνάμεως ἄλλης ἐξ αὐτῶν γινομένης, ὅνπερ τρόπον ἐστὶν
11. ἰδεῖν καὶ ἐπὶ τοῦ οἰνομέλιτος γιγνόμενον. ὅταν γὰρ ἡ κρᾶσις
12. ἀμφοῖν ἀκριβὴς γένηται, οὔτε τὴν τοῦ μέλιτος γεῦσιν
13. τὸ μέλι μιχθὲν ὅλως ἔχει καὶ ὁ οἶνος οὐκέτ᾿ ὢν οἶνος ἐν
14. τῇ μίξει φαίνεται, ἀλλὰ παρ᾿ ἑκάτερον τῶν συνελθόντων
15. ἄλλο τι, αὐτὸ δὴ τοῦτο οἰνόμελι, γιγνόμενον ἐκ τῆς κράσεως
16. ἀποτελεῖται. τὸ αὐτὸ δή μοι νόμιζε γίγνεσθαι ἐπὶ
17. τῶν ἄλλων μὲν ἁπάντων φαρμάκων, καὶ ἐπὶ τῆς θηριακῆς
18. δὲ μάλιστα αὐτῆς, μηκέτι τὴν ἑνὸς ἑκάστου τῶν μιγνυμένων
19. δύναμίν τε καὶ ποιότητα αὐτὴν μένειν, ἀλλὰ συγκριναμένων
1. πᾶσι πάντων καὶ ἕνωσίν τινα φυσικὴν λαμβανόντων μίαν
2. μὲν καὶ λοιπὴν ἄλλην ἐξ ἁπάντων τῶν μιγνυμένων τοῦ
3. φαρμάκου γίνεσθαι τὴν φύσιν.
⟨
(De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]
De theriaca ad Pisonem
Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).
Ad Pisonem de theriaca, 10, ed. Kühn, 1827, vol. 14, p. 244-250. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩