4. Εἰ μὲν
7. γὰρ ἐξ ἀτόμου καὶ τοῦ κενοῦ κατὰ τὸν Ἐπικούρου τε καὶ
8. Δημοκρίτου λόγον συνειστήκει τὰ πάντα, ἢ ἔκ τινων ὄγκων
9. καὶ πόρων κατὰ τὸν ἰατρὸν Ἀσκληπιάδην· καὶ γὰρ
10. οὕτως ἀλλάξας τὰ ὀνόματα μόνον καὶ ἀντὶ μὲν τῶν ἀτόμων
11. τοὺς ὄγκους, ἀντὶ δὲ τοῦ κενοῦ τοὺς πόρους λέγων τὴν
12. αὐτὴν ἐκείνοις τῶν ὄντων οὐσίαν εἶναι βουλόμενος· εἰκότως
13. ἂν ἔμενεν ἀναλλοίωτα τὰ φάρμακα, κατὰ μηδὲν τρέπεσθαι
14. μηδ᾿ ὅλως ἐξίστασθαι τῆς αὐτῶν ποιότητος δυνάμενα. ἐπεὶ
15. δ᾿ οὐκ ἔστιν ἀληθὴς ὁ λόγος οὗτος, ὡς δείξομεν, ἀλλ᾿ ἀλλοιοῦται,
16. ὡς ἔφην, τὰ πάντα καὶ τρέπεται ῥᾳδίως καὶ
17. εἰς ἄλληλα τὴν κρᾶσιν λαμβάνει, ἀνάγκη τῆς κράσεως δι᾿
18. ὅλων τῶν κιρναμένων γιγνομένης τὸ ἰσχυρότερον τοῦ ἥττονος
1. κρατεῖν, καὶ διὰ τοῦτο ἡμεῖς ταῖς ἐντέχνοις μίξεσι πρὸς
2. τὴν χρείαν τῆς ἐνεργείας τὰς ποιότητας τῶν φαρμάκων
3. ἐναλλάσσομεν, οὐκ ἂν δυναμένου τούτου γενέσθαι, εἰ μικρά
4. τινα ἦν καὶ ἀπαθῆ καὶ ἄτρεπτα τῆς οὐσίας τὰ σώματα.
5. διόπερ δὴ καὶ πολλάκις ἐγὼ τεθαύμακα πῶς ὁρῶντες ἐπὶ
6. τοῦ παντὸς οὕτω γενομένας ταχείας τροπὰς καὶ τὴν τοσαύτην
7. ἐν ταῖς κράσεσι μεταβολὴν, εἶθ᾿ ὑπομένουσιν ἀρχὰς
8. τῶν ὅλων τὰς τοιαύτας τίθεσθαι, καὶ μάλισθ᾿ ὁ νῦν εἰρημένος
9. ἰατρὸς Ἀσκληπιάδης· πρὸς τοῦτον γὰρ οἰκείως μᾶλλον
10. ποιήσομαι τὸν λόγον, ἐπεὶ καὶ φανερωτέρας ἐν τῷ σώματι
11. τροπάς τε καὶ μεταβολὰς οὐκ ἐνδείκνυται. τί γάρ ἐστιν
12. εἰπεῖν, ὅταν μόνου τοῦ δακτύλου εἰς ψυχρὸν ὕδωρ κατατεθέντος
13. ὅλου τοῦ σώματος ἐν τάχει ἡ τροπὴ γίνηται; ἢ
14. ὅταν ταῖς τῶν ἀνέμων μεταβολαῖς συμμεταβάλληται ἡμῶν
15. τὰ σώματα; ἔγωγ᾿ οὖν οἶδα τῶν μὲν ἑταίρων τινὰ ἐπὶ
16. τοῦ σκίμποδος ἔτι κατακείμενον ἐκ τῆς περὶ τὴν κεφαλὴν
17. ἑαυτοῦ συναισθήσεως διαγινώσκοντα τοῦ ἀνέμου τὴν πνοήν.
18. εἴ ποτε γὰρ ἐκαρηβάρει, εὐθέως ἐγίνωσκεν ὅτι νότος ὁ
1. πνέων ἄνεμος ἦν. καὶ ἀκούσασα μόνον βροντῆς γυνὴ ἐγκύμων
2. καὶ θεασαμένη φοβερόν τι θέαμα, ἐξέβαλε τὸ παιδίον.
3. ἔσθ᾿ ὅτε δὲ καὶ βοηθεῖν ὀξέως θέλοντες καὶ ταχεῖαν τῷ
4. νοσοῦντι τοῦ βοηθήματος τὴν αἴσθησιν γενέσθαι, ταχίστην
5. ὁρῶμεν γιγνομένην τῶν σωμάτων τὴν τροπήν. ἐπὶ γοῦν
6. τινων ἐκλελυμένων σφόδρα ὀξυθυμίαν τινὰ τῷ ἀῤῥώστῳ ὁ
7. θαυμάσιος Ἱπποκράτης γίνεσθαι συμβουλεύει, ἵνα τῷ εὐτόνῳ
8. τῆς ὁρμῆς τὸ ἄτονον τῆς ἐκλύσεως ἰασώμεθα. πολλάκις
9. δὲ καὶ ὀλίγη τις αὐτοῖς προσενεχθεῖσα τροφὴ εὐθέως ἀνέῤῥωσε
10. καὶ τὴν δύναμιν αὐτῶν εὐτόνωσε, τῆς τροφῆς τοῦ
11. σώματος, ὡς οἶμαι, ταχέως ἐπὶ τὸ κρεῖττον γιγνομένης,
12. ἀλλ᾿ οὐχὶ τῶν ὄγκων ἀπαθῶν ὑπαρχόντων, καὶ διὰ
13. τοῦτο τὴν αἴσθησιν ἡμῖν τῶν τοιούτων παρέχειν μὴ δυναμένων.
14. τίς γὰρ ἐν τοσούτῳ τάχει τοὺς ὄγκους συντιθέναι
15. δυνήσεται; ἢ τίς οὕτως ἐξ ἀπαθῶν τῶν ὄγκων συγκείμενος
16. ταχέως τῶν προσπιπτόντων αἰσθήσεται; ἡ γὰρ ποιὰ τῶν
17. ὄγκων μετατιθεμένων σύνθεσις τοῦ μὲν σχήματος ἀλλαγὴν
18. μόνην ἐργάζεται, ἀλλοίωσιν δὲ καὶ ποιότητα ἄλλην ἐξ ἄλλης
1. γεννῆσαι ἀδυνατεῖ. καὶ διὰ τοῦτο ἐδόκει μοι τὸν ἄνδρα
2. μὴ μόνον τὸ ἐπὶ τῶν φαρμάκων γιγνόμενον ἀκολούθως
3. ἀναιρεῖν διὰ τὴν ἀκολουθίαν τοῦ δόγματος, ἀλλὰ καὶ τὴν
4. φύσιν αὐτὴν τὴν διοικοῦσαν ἐν ἡμῖν τὰ πάντα μηδὲν εἶναι
5. οἴεσθαι. ἕκαστα γὰρ τῶν γιγνομένων ἐκ τῆς τῶν ὄγκων
6. συνθέσεως καὶ συμπλοκῆς γίγνεσθαι βούλεται. διόπερ καὶ
7. θαυμάζειν ἐπέρχεταί μοι, ὅταν αὐτὸν ὁρῶ τὰ οὕτω θαυμαστὰ
8. τῆς φύσεως ἔργα μὴ βλέποντα, καὶ μάλιστα τὰς ἐξ
9. ἀρχῆς ἐν αὐτῇ τῇ γενέσει τοῦ ἀνθρώπου γιγνομένας τέχνας,
10. ὅπως μὲν διαπλάττεται τὸ ἔμβρυον ἐν τῷ τῆς μήτρας τόπῳ,
11. ὅπως δ᾿ ἂν καὶ διαπλασθέν εὐμηχάνως τρέφεται, ὅσοις δὲ
12. καὶ οἵοις αὐτὸ τοῖς ἁπαλωτάτοις δεσμοῖς ἄχρι τοῦ ὡραίου
13. τόκου ἔνδον κρατεῖ, οἵᾳ δέ τινι θείᾳ τέχνῃ καὶ ὁμοιότητι
14. τύπον ἐν τοῖς γεννωμένοις ἐργάζεται, ἐφ᾿ οὗ μάλιστα καὶ
15. ἡ τῶν ὄγκων ὑπόθεσις αὐτοῦ ἀσχημόνως ἐλέγχεται. οὐ γὰρ
16. μόνοις τοῖς γεννῶσιν, ἀλλὰ καὶ προγόνοις τισὶ τὰ τικτόμενα
17. ὅμοια γίνεται. ἐμοὶ δὲ καὶ λόγος τὶς ἀρχαῖος ἐμήνυσεν
18. ὅτι τῶν ἀμόρφων τὶς δυνατὸς εὔμορφον θέλων γεννῆσαι
1. παῖδα, ἐποίησε γράψαι ἐν πλατεῖ ξύλῳ εὐειδὲς ἄλλο παιδίον,
2. καὶ ἔλεγε τῇ γυναικὶ συμπλεκόμενος ἐκείνῳ τῷ τύπῳ
3. τῆς γραφῆς ἐμβλέπειν. ἡ δὲ ἀτενὲς βλέπουσα καὶ ὡς ἔστιν
4. εἰπεῖν ὅλον τὸν νοῦν ἔχουσα οὐχὶ τῷ γεννήσαντι, ἀλλὰ τῷ
5. γεγραμμένῳ ὁμοίως ἀπέτεκε τὸ παιδίον, τῆς ὄψεως, οἶμαι,
6. διαπεμπούσης τῇ φύσει, ἀλλ᾿ οὐκ ὄγκοις τισὶ τοῦ γεγραμμένου
7. τοὺς τύπους. ἐπεὶ δὲ ἀμύητος τῶν τοιούτων τῆς
8. φύσεως μυστηρίων ὁ ἀνὴρ εἶναι διὰ τοὺς ὄγκους ὑπομένει
9. καὶ διὰ τὸ ἀφανές τε καὶ ἄδηλον τῆς ὄψεως τοὺς ἑαυτοῦ
10. μαθητὰς πιστεύειν τοῖς οὕτω θαυμασίοις ἔργοις οὐκ ἐᾷ, ἐπὶ
11. τὰ ἔξωθεν αὐτὸν καὶ παντάπασι φαινόμενα μεταβάλλειν
12. βούλομαι. τίς γὰρ τὰς ὑπὸ τοῦ ζώου τῆς ἀράχνης γιγνομένας
13. τέχνας βλέπων ἀπιστεῖ καὶ τὴν διὰ τῶν οὕτω διαφανῶν
14. τε καὶ λεπτῶν νημάτων γιγνομένην ὑπ᾿ αὐτῆς ὑφὴν,
15. ὡς καὶ τινας λέγειν τὴν ὑφαντικὴν τοὺς ἀνθρώπους λαβόντας
16. τὸ πρῶτον παρ᾿ αὐτῆς ἔχειν; τίνα δ᾿ οὐ πείθει λέγειν
17. θαυμάσιόν τι χρῆμα τὴν φύσιν ὑπάρχειν ὁρῶντα τὸ ὑπὸ
18. τῆς ἄρκτου γιγνόμενον ἔργον; ἀποτίκτει μὲν γὰρ ἡ ἄρκτος
1. ἅπασι τοῖς γεννωμένοις ὁμοίως ζώοις. ἔστι δὲ σὰρξ μόνη
2. γεννωμένη ἄπλαστός τε καὶ ἀδιάρθρωτος, μορφὴν μὲν οὐδεμίαν
3. ἔχουσα, εὐθὺς δὲ ὑπὸ τῆς γεννώσης τῇ φυσικῇ τέχνῃ
4. διατυπουμένη. τῇ γὰρ γλώττῃ ὥσπερ χειρί τινι χρωμένη
5. ἡ τεκοῦσα οὕτω μεμορφωμένον ζῶον τὸ τεχθὲν ἀποτελεῖν
6. ἀλλὰ πρὸς μὲν τούτους παύσομαι λέγων. καὶ γὰρ εἴωθα ἐν
7. τοῖς φιλοτίμοις λόγοις ὥσπερ τινὶ χαλινῷ, καθάπερ ἵππου
8. τινὸς γαύρου τρέχοντος τῷ μέτρῳ, τοῦ λόγου αὐτοῦ εὐτόνως
9. κρατεῖν.
⟨
(De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]
De theriaca ad Pisonem
Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).
Ad Pisonem de theriaca, 11, ed. Kühn, 1827, vol. 14, p. 250-255. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩