Pseudo-Galenus. De theriaca ad Pisonem (De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]

Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).

Ad Pisonem de theriaca, 12, ed. Kühn, 1827, vol. 14, p. 255-262. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:12

10.
12. Ἐπιδείξας δὲ, ὡς οἶμαι, σαφῶς μηκέτι εἷναί σοι θαυμαστὸν
13. τὰ θηρία αὐτὰ καὶ ἀναιρεῖν καὶ βοηθεῖν δύνασθαι, διὰ τὴν
14. ποικίλην σκευασίαν τε καὶ μίξιν τῶν συμμιγνυμένων αὐτοῖς
15. φαρμάκων, μετὰ τοῦτο λοιπὸν τὴν ἀντίδοτον σκευάζειν ἄρξομαι.
16. οὐ γάρ ἐστιν ὀλίγη καὶ ἡ ἐν τῇ σκευασίᾳ αὐτῆς
17. γιγνομένη ὑφ᾿ ἡμῶν τέχνη. ἥ τε γὰρ ἐν τοῖς θηρίοις πολλάκις
18. ὑπὸ τῶν θηρευόντων αὐτὰ γιγνομένη πανουργία καὶ ἡ
1. ἐν τοῖς ἄλλοις μίγμασι τῶν σκευαζόντων ἀπειρία ἄχρηστον·
2. πολλάκις ἐποίησε τὸ φάρμακον. πολλοὶ γὰρ αὐτῶν τὴν περὶ
3. τὸ θηρεύειν τέχνην ἐπιδείκνυσθαι βουλόμενοι, καὶ μάλισθ᾿
4. ὅσοι καὶ φάρμακά τινα πρὸς τὰ τοιαῦτα εὑρίσκειν ἐπαγγέλλονται,
5. τὸ μὲν ἔχειν τὰ φάρμακα ψεύδονται. οὐ γὰρ εὕρομέν
6. ποτε ἡμεῖς αὐτοὺς ἔχοντας, διὰ δὲ τοῦ πανουργεῖν
7. τὰ θηρία τοὺς ὁρῶντας πλανῶσι, πρῶτον μὲν αὐτὰ θηρεύοντες
8. οὐ τῷ δέοντι καιρῷ, ἀλλὰ μετὰ πολὺν τῆς φωλειᾶς
9. τὸν χρόνον, ὅτε μηκέτ᾿ ἐστὶν ἀκμαῖα. λαβόντες δὲ αὐτὰ
10. καὶ προεθίζουσιν ἑαυτοῖς πολλάκις καὶ τρέφουσιν οὐ ταῖς
11. εἰθισμέναις τροφαῖς, ἀλλὰ σάρκας αὐτοῖς ἐπιδιδόντες καὶ
12. συνεχῶς ἐνδάκνειν ἀναγκάζοντες, οὕτως ἐκ τοῦ στόματος
13. αὐτῶν κενοῦσθαι ποιοῦσι τὸν ἰὸν καὶ δὴ καὶ μάζας τινὰς
14. ἐπιδιδόντες ἐμφραττούσας τῶν ὀδόντων τὰ τρήματα καὶ
15. οὕτω τούτων ἀσθενῆ γίνεται τὰ δήγματα, ὡς θαυμάζειν
16. πάνυ τοὺς ὁρῶντας τὴν τοιαύτην αὐτῶν εἰς τὸ πανουργεῖν
17. τέχνην οὐκ εἰδότας· ὁμοίως δ᾿ αὖ καὶ ἡ περὶ τὰ φάρμακα
18. τῶν μιγνυμένων, ὡς ἔφην, ἀπειρία οὐκ ἔστιν ὀλίγη
1. αὐτίκα γέ τοι περὶ τὰ κάλλιστα τῶν ἐμβαλλομένων, κασσίαν
2. λέγω καὶ τὸ κιννάμωμον αὐτὸ, οὐκ ὀλίγη τίς ἐστι διαφορὰ,
3. καὶ πολλοὺς τῶν σκευαζόντων εἴωθε πλανᾷν. τό τε γὰρ
4. καλούμενον ψευδοκιννάμωμον ὅμοιόν ἐστι τῷ ἀληθεῖ, κατὰ
5. δὲ τὴν γεῦσιν καὶ τὴν ὀσμὴν πολὺ ἐνδεέστερον εὑρίσκεται.
6. τὸ δὲ ξυλοκιννάμωμον διαφέρει τῷ ξυλῶδες εἶναι καὶ ἰσχυρὰς
7. τὰς ῥάβδους ἔχειν καὶ οὐχ ὁμοίαν τὴν εὐωδίαν. καὶ
8. αὐτοῦ δὲ τοῦ ἀληθινοῦ κινναμώμου τὸ μὲν ἐν τοῖς ὄρεσι
9. γιγνόμενον, οὐκ ὂν λεπτὸν οὐδὲ μακρὸν, μᾶλλον κιῤῥόν ἐστι
10. τῇ χροιᾷ. ἕτερον δέ ἐστι ποσῶς μέλαν καὶ ὥσπερ ἶνας
11. ἔχον τινάς. ἄλλο τι λευκὸν εὑρίσκεται ἀκριβῶς καὶ οὐ σκληρὸν,
12. ῥᾳδίως θραυόμενον καὶ μικρὰν ἔχον τὴν ῥίζαν. ἔστι
13. δέ τι καὶ τῇ κιῤῥᾷ κασσίᾳ ὅμοιον ἕτερον λεῖον καὶ εὐῶδες.
14. τὸ δὲ πάντων κάλλιστόν ἐστι τὸ μόσυλλον ὑπὸ τῶν ἐγχωρίων
15. οὕτω καλούμενον, τεφρῶδες τῇ χροιᾷ καὶ λεπτὰ ἔχον τὰ
16. ῥαβδία καὶ τοὺς ὄζους πυκνοὺς, σφόδρα εὐῶδες, ὃ καὶ
17. μάλιστα προκρίνειν ἡμεῖς εἰώθαμεν. ἔστι γὰρ πάνυ τῇ ὀδμῇ
18. κάλλιστόν τε καὶ ἥδιστον καὶ τῇ γεύσει δριμὺ ἡμῖν καταφαίνεται
1. καὶ δηκτικὸν λίαν, καὶ διαμασώμενον πηγανίζειν
2. δοκεῖ. ἔστι δὲ καὶ λεῖον καὶ ῥᾳδίως θραύεσθαι δυνάμενον.
3. ἡ δὲ κασσία καὶ αὐτὴ, εἰ μή τις ἔμπειρος εἴη περὶ τὴν κρίσιν,
4. πλανᾷν εἴωθε πολλάκις. ἔστι γάρ τις καὶ ψευδοκασσία
5. πάνυ μὲν ἐμφερὴς τῇ ἀληθινῇ κασσίᾳ, οὐκ ἔχουσα δὲ τὴν
6. τοιαύτην εὐωδίαν, ἀλλὰ καὶ ὁ φλοιὸς αὐτῆς συνηνωμένος τῇ
7. ἐντεριώνῃ εὑρίσκεται, ὡς ἥ γε καλλίστη κιῤῥά τε καὶ ῥοδίζουσα,
8. ὥσπερ καὶ ἡδὺ τὸ γευστικὸν ἐν τῇ γεύσει ποιουμένη,
9. συριγγώδης τε οὖσα καὶ οἰνίζουσα καὶ πολὺ τὸ ἀρωματίζον
10. ἔχουσα, ζιγγίβερ ὑπὸ τῶν ἐπιχωρίων οὕτω λεγομένη.
11. εἰκὸς δέ σε καὶ τὴν περὶ τὸ μακρὸν πέπερι γιγνομένην πανουργίαν
12. μὴ ἀγνοεῖν. ἀναπλάσσοντες γάρ τινες αὐτὸ ἴσον
13. τῷ ἀληθεῖ ἔχον τὸ μῆκος καὶ ἐνθέντες αὐτῷ τοῦ πυρέθρου
14. ἢ τοῦ νάπυος ὀλίγον, οὕτω τῷ δηκτικῷ τῆς γεύσεως πλανῶσι
15. τὸν γευόμενον. ἀλλ᾿ ὁ περὶ ταῦτα τριβακὸς ὢν καὶ τὸ
16. ἥδιόν τε καὶ δριμὺ ἐν τῇ γεύσει μὴ ἀγνοῶν, ἔτι τε καὶ τὴν
17. ἀπὸ τοῦ δένδρου ῥίζαν προσκειμένην αὐτῷ περιεργότερον
18. βλέπων, εὑρίσκει τὸ ἀληθινὸν πέπερι καὶ πλανᾶσθαι ὑπ᾿
1. αὐτῶν οὐ δύναται. πολλῆς δ᾿ οὔσης καὶ ἐν τοῖς ἄλλοις ἅπασιν
2. ἀκριβείας, ὥσπερ καὶ ἐν τούτοις ἱστόρησά σοι, ἐγὼ μὲν
3. καὶ ταῦτα πρὸς τὴν τοῦ λόγου ὑπόμνησιν ἀρκεῖν νομίζω,
4. ἵνα μὴ μακρὸν τὸ βιβλίον ἡμῖν γένηται. συμβουλεύω δὲ,
5. ἕκαστον αὐτῶν ἀκριβῶς δοκιμάζοντα οὕτω σκευάζειν τὸ φάρμακον.
6. ἡ γὰρ ἑνός τινος κακία πολλάκις διαφθείρει τὰ
7. πάντα. ἔστι δὲ αὐτοῦ καὶ γραφὴ, ἵνα μηδὲ τοῦτο ἀγνοῇς,
8. διαφόρως ὑπὸ τῶν ἰατρῶν γινομένη. ὁ μὲν γὰρ Ἀνδρόμαχος,
9. ἀκριβὴς περὶ τὰ φάρμακα γενόμενος, οὗπερ καὶ πρότερον
10. ἐμνημόνευσα, κατὰ ταύτην τὴν γραφὴν ἐσκεύαζε τὸ
11. φάρμακον. ♃ Ἀρτίσκων θηριακῶν 𐅻 κδ΄. ἀρτίσκων σκιλλητικῶν
12. 𐅻 μη΄. πεπέρεως μακροῦ 𐅻 κδ΄. ὀποῦ μήκωνος
13. 𐅻 κδ΄. ἡδυχρόου μάγματος 𐅻 κδ΄. ῥόδων ξηρῶν 𐅻 ιβ΄.
14. ἴρεως Ἰλλυρικῆς, γλυκυῤῥίζης, βουνιάδος ἀγρίας σπέρματος,
15. σκορδίου, ὀποβαλσάμου, κινναμώμου, ἀγαρικοῦ ἀνὰ 𐅻 ιβ΄.
16. σμύρνης, κόστου, κρόκου, κασσίας, νάρδου, σχοίνου ἄνθους,
17. λιβάνου, πεπέρεως λευκοῦ καὶ μέλανος, δικτάμνου, πρασίου,
18. ῥήου, στοιχάδος, πετροσελίνου Μακεδονικοῦ, καλαμίνθης, 
1. τερμινθίνης, ζιγγιβέρεως, πενταφύλλου ῥίζης, ἀνὰ
2. 𐅻 στ΄. πολίου 𐅻 δ΄. χαμαιπίτυος 𐅻 δ΄. στύρακος 𐅻 δ΄.
3. ἀμώμου βότρυος, μήου, νάρδου Κελτικῆς, Λημνίας σφραγῖδος,
4. φοῦ Ποντικοῦ, χαμαίδρυος Κρητικῆς, φύλλων μαλαβάθρου,
5. χαλκίτεως ὀπτῆς, γεντιανῆς, ἀνίσου, ὑποκιστίδος
6. χυλοῦ, βαλσάμου καρποῦ, κόμμεως, μαράθρου σπέρματος,
7. καρδαμώμου, σεσέλεως, ἀκακίας, θλάσπεως, ὑπερικοῦ, σαγαπηνοῦ,
8. ἄμμεως, ἀνὰ 𐅻 δ΄. καστορίου, ἀριστολοχίας λεπτῆς,
9. δαύκου σπέρματος, ἀσφάλτου Ἰουδαϊκῆς, ὀποπάνακος,
10. κενταυρίου λεπτοῦ, χαλβάνου, ἀνὰ 𐅻 δ΄. μέλιτος λίτρας ι΄.
11. οἴνου Φαλερίνου τὸ ἀρκοῦν. Ξενοκράτης δὲ καὶ αὐτὸς σπουδὴν
12. οὐκ ὀλίγην περὶ τὰ τοιαῦτα ποιησάμενος ὁμοίως μὲν
13. τὰ ἄλλα τῷ Ἀνδρομάχῳ ἐσκεύαζε τὴν ἀντίδοτον, μόνον δὲ
14. ἀντὶ τῶν 𐅻 δ΄. τοῦ σαγαπηνοῦ αὐτὸς 𐅻 β΄. ἔμισγε τῷ
15. φαρμάκῳ. ὁ δὲ Δαμοκράτης, ἄριστος ἰατρὸς καὶ αὐτὸς
16. γενόμενος καὶ ὅλον βιβλίον φιλοτίμως συντάξας καὶ αὐτὸς
17. ἔπεσι περὶ τῆς τῶν ἀντιδότων σκευασίας, πάντα μὲν τὰ
18. μίγματα τούτοις ὁμοίως μίγνυσι ἐν τῇ σκευασίᾳ τοῦ φαρμάκου,
1. διαφωνεῖ δὲ αὐτοῖς ἐν τοῖς τῶν μεμιγμένων μέτροις.
2. τινὰ γὰρ ὦν ἐκεῖνοι πέμπουσι τῷ φαρμάκῳ, ἀνὰ 𐅻 δ΄
3. ἔχοντα, οὗτος ἀνὰ 𐅻 β΄. μίγνυσι τῷ φαρμάκῳ, καὶ πάλιν
4. τῶν ἀνὰ 𐅻 β΄. τὴν συσταθμίαν ἐχόντων, αὐτὸς ταῦθ᾿ ἵστησιν
5. ἀνὰ 𐅻 α΄. ἔχοντα. Μάγνος δὲ, ὁ καθ᾿ ἡμᾶς ἀρχίατρος
6. γενόμενος, τὰ ἄλλα πάντα ὁμοίως τοῖς ἀνδράσι τούτοις
7. ἐν τῆ σκευασίᾳ φυλάττων, ἐν τῷ κινναμώμῳ μόνον αὐτοῖς
8. διαφωνεῖ. τὸ γὰρ διπλοῦν τῆς περὶ τούτων συσταθμίας
9. μίγνυσιν αὐτὸς τῷ φαρμάκῳ, οὕτως δὲ καὶ περὶ τῆς χαλκίτεως,
10. οὕτως δὲ καὶ περὶ τοῦ σαγαπηνοῦ τῷ Ἀνδρομάχῳ
11. διαφωνεῖ. τὰς γὰρ 𐅻 β΄. ὁμοίως τῷ Ξενοκράτει μίγνυσιν εἰς τὸ
12. φάρμακον, τοῦ Ἀνδρομάχου 𐅻 δ΄. βάλλοντος· κατὰ δὲ τὸ σαγαπηνὸν
13. καὶ τῷ Δαμοκράτει. μίαν μὲν γὰρ δραχμὴν ὁ
14. Δαμοκράτης μίγνυσι τῷ φαρμάκῳ, ὁ δὲ Μάγνος β΄. προστίθησι
15. δὲ καὶ τῷ μιγνυμένῳ οἴνῳ ὁ Μάγνος τὸ μέτρον. δύο
16. γὰρ ξέστας τοῦ βαλλομένου εἷναι βούλεται, τῶν ἄλλων, ὡς
17. εἰκὸς πρὸς τὴν χρείαν, ὁπόσῳ μέτρῳ τοῦ οἴνου χρωμένων.
18. Δημήτριος δὲ, καὶ αὐτὸς καθ᾿ ἡμᾶς ἀρχίατρος γενόμενος,
19. τῷ μὲν Ἀνδρομάχῳ ὁμοίως κατὰ πάντα τὰ ἄλλα
1. συμφώνως σκευάζει τὸ φάρμακον, μόνῃ δὲ τῇ τῶν σκιλλητικῶν
2. ἀρτίσκων συσταθμίᾳ τῷ Ἀνδρομάχῳ διαφωνεῖ καὶ
3. τοῖς ἄλλοις πᾶσιν. ἐκείνων γὰρ μη΄. δραχμὰς βαλλόντων
4. μέτρον, οὗτος μόνος μστ΄. δραχμὰς μόνας μίγνυσι τῇ ἀντιδότῳ.
5. τοσαύτης γὰρ οὔσης τῆς περὶ τὰς γραφὰς διαφορᾶς,
6. ἡμεῖς τῇ Ἀνδρομάχου ὡς ἀρίστῃ χρώμεθα, καὶ εἴς γε τὰς
7. βασιλικὰς χρείας οὕτως σκευάζομεν. γίνεται δὲ αὐτῆς ἡ
8. σκευασία τὸν τρόπον τοῦτον. καὶ γὰρ εὔχρηστον νομίζω
9. σκευάσαι σοι αὐτὴν τῷ λόγῳ, ἵνα ἤν ποτε καὶ μὴ παρόντος
10. ἰατροῦ εὐφυὴς ὢν σκευάζειν αὐτὴν ἐθέλῃς, ὡς ἄριστα
11. σκευάσῃς, διδάσκαλον τῆς σκευασίας ἔχων αὐτὸν τὸν λόγον.

Cliquer un n° de page pour en afficher l’image