Pseudo-Galenus. De theriaca ad Pisonem (De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]

Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).

Ad Pisonem de theriaca, 13, ed. Kühn, 1827, vol. 14, p. 262-267. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:13

12. Πρὸ δὲ τῆς κατασκευῆς
14. αὐτῆς ἐχρῆν σε καὶ τὴν ἐμβαλλομένου εἰς αὐτὴν ἡδυχρόου
15. μάγματος γραφὴν εἰδέναι. ἔστιν οὖν ἡ ἀρίστη σκευασία ἡ
16. παρὰ Μάγνῳ, ἧς ἡ γραφὴ αὕτη. ♃ Ἀσπαλάθου ῥίζης
17. φλοιοῦ, καλάμου ἀρωματικοῦ, σχοίνου ἄνθους, φοῦ, κόστου,
18. ἀσάρου, ξυλοβαλσάμου, ἀσίας, ἀνὰ 𐅻 στ΄. κινναμώμου,
1. 𐅻 κδ΄. ἀμώμου 𐅻 κδ΄. ἀμαράκου 𐅻 κ΄. νάρδου Ἰνδικῆς
2. 𐅻 ιστ΄. μαλαβάθρου φύλλων 𐅻 στ΄. σμύρνης 𐅻 κδ΄. μαστίχης
3. 𐅻 στ΄. κρόκου 𐅻 ιθ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε,
4. ὀποβαλσάμου παραπτόμενος ἐν τῷ ἀναλαμβάνειν, καὶ ψῦχε
5. τοὺς τροχίσκους ἐν σκιᾷ. ὁμοίως δὲ καὶ τοὺς σκιλλητικοὺς
6. ἀρτίσκους σκεύαζε οὕτως. λαβόντα χρὴ σκίλλαν νεαρὰν
7. καὶ μὴ πάνυ μεγάλην περιπλάττειν, μὴ ὥς τινες πηλῷ, ῥυπαρὸν
8. γὰρ εἶναί μοι δοκεῖ, ἀλλὰ ζύμῃ, ὀπτᾶται γὰρ
9. ῥᾳδίως τῇ ἁπαλωτάτῃ, ἵνα ἐν τῇ ὀπτήσει καὶ αὐτοῦ τι
10. μεταλαμβάνῃ. εἶτα ὅταν ὀπτήσῃ καλῶς ἐν τῷ καλουμένῳ
11. ἴπνῳ, ἢ ἐν τοῖς κλιβάνοις, ἢ κακάβοις ἐν οἷς οἱ ἄρτοι ὀπτῶνται,
12. ἵνα ὁμαλὴ ἡ ὄπτησις γένηται, λαβόντα χρὴ τὰ ἔνδον
13. αὐτῆς μέρη τὰ ἁπαλώτατα λειοῦν ἐπιμελῶς, μίσγοντα
14. καὶ ὀροβίνου ἀλεύρου καλλίστου καὶ νεαρωτάτου τὸ ἴσον,
15. ὡς ὁ Δαμοκράτης βούλεται. ὁ γὰρ Μάγνος τὸ ἥμισυ πέμπων
16. ὀλίγον μοι μιγνύναι δοκεῖ, καὶ ὁ Ἀνδρόμαχος δὲ δύο
17. πέμπων μέρη πολύ μοι πέμπειν δοκεῖ. τὸ δ᾿ ἴσον ἐστὶ
18. τὸ πρὸς ἀνάπλασιν σύμμετρον, καὶ οὕτως συλλειώσαντα αὐτῷ
1. τοσοῦτον, ἀναπλάττειν τροχίσκους συμμέτρους χρὴ, καὶ ἐν
2. σκιᾷ ἀποτιθεμένους εἰς τὴν χρῆσιν φυλάττειν, εἶτα μετὰ
3. ταῦτα χρὴ λαμβάνειν αὐτὰς τὰς ἐχίδνας πρὸς τὸ πλῆθος
4. τῆς ὅλης σκευασίας αὐτάρκεις, μὴ ἐν παντὶ καιρῷ τεθηραμένας,
5. ἀλλὰ μάλιστα περὶ τὴν ἀρχὴν τοῦ ἔαρος, ὅταν τῆς
6. μὲν φωλείας παύονται, προέρχονται δὲ λοιπὸν ἔξω εἰς τοὺς
7. ὑπαίθρους τόπους, καὶ οὐκέθ᾿ οὕτως ἔχουσι πονηρὸν τὸν
8. ἰόν. ἔνδον γὰρ φωλεύοντα, καὶ κατὰ μηδὲν διαφορούμενα
9. πονηροτέραν συνάγει καὶ τὴν ἐν αὐτοῖς φθοροποιὸν δύναμιν,
10. ὅτε καὶ τὸ καλούμενον γῆρας συλλέγειν εἴωθε πᾶς ὄφις,
11. ὅπερ ἐστὶν ἐπίπαγός τις παχύτατος, συναγόμενος ἐν τῷ τῆς
12. φωλείας χρόνῳ, καὶ τῷ χρόνῳ τῆς φωλείας μᾶλλον ἤπερ
13. τῆς ἡλικίας τοῦ ζώου γῆρας τυγχάνον. διόπερ χρὴ μὴ εὐθέως
14. αὐτὰ λαμβάνειν, ἀλλὰ ἐᾷν τινα χρόνον ἀπολαῦσαί τε
15. τοῦ ἀέρος καὶ τραφῆναι τὴν συνήθη νομήν. νέμεται δὲ
16. ταῦτα τὰ θηρία καὶ βοτάνης μέν τινας καὶ ζῶα καὶ τὰ
17. συνήθως αὐτὰ τρέφειν δυνάμενα, ὥσπερ τὰς βουπρήστεις
18. καὶ κανθαρίδας καὶ τὰς καλουμένας πιτυοκάμπας.
19. αὗται γὰρ αὐτῶν εἰσιν αἱ κατάλληλοι τροφαί. ἔστω δὲ καὶ 
1. ὑπόξανθα τὰ ζῶα καὶ εὐκίνητα σφόδρα, καὶ μάλιστα ἐπανατείνοντα
2. τὸν τράχηλον, καὶ τοὺς ὀφθαλμοὺς ὑπερύθρους
3. ἔχοντα, καὶ ἀναιδεῖς καὶ θηριῶδες βλέποντα, καὶ τὰς κεφαλὰς
4. πλατυτέρας καὶ τὸ πᾶν σῶμα, καὶ τὴν γαστέρα προκολπότερον,
5. καὶ τὸν πόρον πρὸς ἄκρᾳ μᾶλλον τῇ οὐρᾷ ἔχοντα,
6. καὶ τὴν οὐρὰν μὴ περιειλημένην, ἀλλὰ μᾶλλον συστρέφοντα,
7. καὶ ἠρεμαῖον τὸν περίπατον ποιούμενα. τούτῳ γὰρ
8. τοῦ ἄῤῥενος ἡ ἔχιδνα διήνεγκε καὶ τῷ πλέονας τῶν δύο
9. κυνοδόντων ἔχειν, ὥσπερ δὴ καὶ Νίκανδρος διὰ τῶν ἐπῶν
10. τούτων λέγει

11. Τοῦ μὲν ὑπὲρ κυνόδοντε δύο χροῒ τεκμαίρονται,
12. ἰὸν ἐρευγόμενοι, πλέονες δέ τοι αἰὲν ἐχίδνης.

13. καὶ δὴ λαβόντα αὐτὰ τῷ καιρῷ τούτῳ πρῶτον μὲν αὐτῶν
14. χρὴ ἀποκόπτειν τὰς κεφαλάς τε καὶ τὰς οὐρὰς, τοσοῦτον
15. ἀποκόπτοντας, ὡς εἶναι τὸ μέτρον τῆς ἀποκοπῆς τεσσάρων
16. δακτύλων. ἐπιβλέπειν δὲ καὶ ἐν τῷ ἀποκόπτειν τὰ μέρη
17. ταῦτα ἀκριβῶς παραινῶ, εἰ μετὰ τὴν ἀποκοπὴν ἄναιμά τε
18. εὐθέως καὶ ἀκίνητα καὶ πάντῃ νεκρὰ τὰ ζῶα εἶναι φαίνοιτο
1. εἰ γὰρ τοιαῦτα εὑρίσκοιτο τὰ θηρία, ἄχρηστα αὐτὰ
2. πρὸς τὴν τοῦ φαρμάκου μίξιν εἶναι νόμιζε. εἰ δὲ βλέποις
3. ἐν αὐτοῖς ἀποκοπέντων τῶν μερῶν ὑπολειπομένην κίνησίν
4. τινα καὶ τὸ ἔναιμον ἐπί τινα χρόνον ἀποσώζειν δυνάμενα,
5. ταῦτα ὡς ἄριστα ὄντα, μιγνύναι τῇ σκευασίᾳ τῆς ἀντιδότου,
6. οὐ γὰρ ἐξίτηλον, ἀλλὰ ἰσχυρὰν πρὸς τὸ σώζειν ἔχοντα δύναμιν
7. φαίνεται. εἶτα μετὰ τοῦτο ἀποδέρειν αὐτῶν ὅλον ἀκριβῶς
8. τὸ δέρμα, ἐξαίρειν δὲ καὶ τὸ στέαρ ὡς ἄχρηστον καὶ
9. τὰ ἐντόσθια ἅπαντα, ἔστι γὰρ τῶν περιττωμάτων δοχεῖα.
10. καὶ μετὰ τοῦτο ἐμβάλλειν αὐτὰ λοιπὸν εἴς τι κεραμοῦν ἀγγεῖον,
11. ὡς κάλλιστα κατασκευασθὲν, ἢ εἰς λέβητα γεγανωμένον
12. καλῶς, καὶ τοῖς ἄνθραξιν ἀνακεκαυμένοις ἐπικείμενον,
13. ἵνα ἀκνίστως ἡ ἕψησις αὐτῶν γένηται. ἑψήσθωσαν δὲ
14. ἐν ὕδατι πηγαίῳ καὶ προσεμβαλέσθωσαν ἅλες νεαροὶ, καὶ
15. ἀνήθου μὴ ξηροῦ κλῶνες σύμμετροι. εἶθ᾿ ὅταν ἑψηθῶσιν
16. αἱ σάρκες καλῶς, τὸ μέτρον δὲ τῆς ἑψήσεως ἔστω σοι, ὅταν
17. αἱ ἄκανθαι χωρισθῶσι τῆς σαρκὸς τῶν θηρίων, τότε ἀνελόμενος
18. τὸν λέβητα ἀπὸ τοῦ πυρὸς ἀκριβῶς χώριζε τὰς
1. σάρκας τῶν ἀκανθῶν, καὶ λειώσας αὐτὰς, ἄρτου ὡς μάλιστα
2. τοῦ καθαρωτάτου καὶ ἀπὸ σεμιδάλεως τῆς καθαρωτάτης
3. γενομένου μίσγε τὸ σύμμετρον πρὸς τὴν ἀνάπλασιν,
4. ὥσπερ καὶ ὁ Ἀνδρόμαχος βούλεται. ὁ γὰρ Μάγνος, καὶ ὁ
5. Δαμοκράτης καὶ μέτρον τὶ ὡρισμένον αὐτοῖς μίγνυσθαι
6. θέλουσιν· ἴσον γὰρ τοῦ ἄρτου πρὸς ἴσον τῶν σαρκῶν ἀποστήσαντες,
7. οὕτως αὐτὰς συλλειοῦσι τῷ ἄρτῳ· εἶτα παραχέας
8. τὸ αὔταρκες τοῦ ζωμοῦ, οὕτως ἀνάπλασσε συμμέτρους
9. τροχίσκους, παραπτόμενος ἐν τῇ ἀναπλάσει, ὀποβαλσάμου
10. ὀλίγου, καὶ ἐν σκιᾷ ἀποτιθέμενος εἰς τὴν τοῦ ὅλου φαρμάκου
11. σκευασίαν φύλαττε.

Cliquer un n° de page pour en afficher l’image