12. Καὶ λοιπὸν τῶν ἄλλων ὅσα καὶ κόπτεσθαι
14. καὶ σήθεσθαι χρὴ, κοσκινέειν κοσκίνῳ, ὡς ἔνι μάλιστα
15. λεπτοτρήτῳ γενομένῳ. πάνυ γὰρ τὸ λεῖον πρὸς τὴν ὠφέλειαν
16. εἶναί μοι δοκεῖ χρήσιμον, διὰ τὸ μᾶλλον εὐπρόσθετον
17. εἶναι τοῖς σώμασιν. ὅσα δὲ διαβρέχειν τε καὶ λειοῦν χρὴ,
18. καὶ ταῦτα λείου καὶ τῷ οἴνῳ βρέχε. ἔστω δὲ ὁ οἶνος κάλλιστος,
19. οἷος ὁ Φαλερῖνος γλυκὺς, ὁ μὴ Φαυστιανὸς, ἀλλ᾿
1. ὁ δριμύς τε καὶ πᾶσι καλούμενος ἄκτος. εἶθ᾿ οὕτως πάντα λειώσας
2. πρόσβαλε τὸ αὔταρκες μέλι· ἔστω δὲ τὸ αὔταρκες,
3. ὥσπερ αἱ γραφαὶ ἔχουσι, λίτραι δέκα ἀφηψημέναι μετρίως,
4. ὥστε ἐν τῇ ἑψήσει πᾶν αὐτοῦ τὸ κηρῶδες καὶ πνευματῶδες
5. χωρισθῆναι. ἔστω δὲ καὶ τὸ μέλι τὸ καλούμενον Ὑμήττιον.
6. τὸν γὰρ θύμον τὸν ἐν τούτῳ τῷ ὄρει τῷ καλουμένῳ Ὑμηττῷ
7. γινόμενον νέμονται αἱ μέλισσαι, καὶ οὕτω κάλλιστον
8. ποιοῦσι τὸ μέλι. πειρῶ δὲ καὶ τὴν ῥητίνην καὶ χαλβάνην
9. προαποτήξας ἰδίᾳ, οὕτω πρὸς τὴν θυείαν ἐπιβάλλειν τῷ φαρμάκῳ,
10. καὶ λοιπὸν ἑνώσας τὰ πάντα καὶ λειώσας ἐπιμελῶς,
11. πάλιν παραπτόμενος τοῦ ὀποβαλσάμου συμμέτρως, οὕτως
12. ἀποτίθεσο τὴν ἀντίδοτον εἰς ὑάλινα ἢ ἀργυρᾶ σκεύη, μὴ
13. πάνυ πληρῶν αὐτὰ, ἀλλὰ καταλιπών τινα τόπον εἰς διαπνοὴν
14. τῷ φαρμάκῳ, καὶ συνεχῶς γε ἀποπωμάτιζε αὐτὰ, ἵνα
15. μᾶλλον διαπνέηται, καὶ ταχυτέρα σοι αὐτῆς ἡ χρῆσις γενήσεται.
16. χρόνου γὰρ εἰς πέψιν οὐκ ὀλίγου χρείαν ἔχεν, ἵνα
17. πρὸς τὴν χρῆσιν ἡ ἀντίδοτος πεφθῇ καλῶς. πέσσεται δὲ
18. ὡς ἐπὶ τὸ πλεῖστον τῷ μὲν ιβ΄. ἐτῶν χρόνῳ. οἱ δὲ ἀκμαιοτέρᾳ
1. τε αὐτῇ καὶ ἰσχυροτέρᾳ χρῆσθαι θέλοντες, καὶ
2. ἐτῶν που πέντε καὶ ἑπτὰ τὸν χρόνον ἐχούσῃ, οὕτως ἐχρήσαντο,
3. καὶ μάλιστα ἐπὶ τῶν θηριοδήκτων τε καὶ λυσσοδήκτων
4. καὶ τῶν φαρμάκων τῶν δηλητηρίων. ἰσχυρὰν γὰρ
5. οὗτοι τὴν ἀπὸ τῶν τοιούτων βλάβην ἔχοντες, δυνατωτέρας
6. καὶ τῆς ἀπὸ τοῦ φαρμάκου βοηθείας χρείαν ἔχουσιν. ἔστι
7. δὲ δυνατὸν τὸ φάρμακον ἕως ἐτῶν τριάκοντα. ὡς ἐπί γε
8. τῶν ἄλλων παθῶν, ὅπου μὴ τηλικαύτη ἐστὶν ἡ τοῦ βλάπτειν
9. αἰτία, αὐτάρκης εἶναι δοκεῖ καὶ ἐτῶν ἑξήκοντα χρόνος
10. εἰς τὴν χρῆσιν τοῦ φαρμάκου. πάνυ γὰρ τὸ πέρας τοῦ
11. τοσούτου διαστήματος ἐξίτηλόν τε καὶ ἄτονον πρὸς τὸ βοηθῆσαι
12. ποιεῖ τὸ φάρμακον. πολλοὶ γοῦν τινές αὐτῆς τὴν
13. δύναμιν κρῖναι θέλοντες πρῶτον διδόντες τὶ τῶν καθαρτικῶν
14. φαρμάκων, εἶτα ἐπιδιδόντες τὶ τῆς ἀντιδότου πιεῖν,
15. οὕτως αὐτῆς ποιοῦνται τὴν κρίσιν. εἰ μὲν γὰρ εὔτονος καὶ
16. ἀκμαία εἴη οὐδ᾿ ὅλως ἀφίησι τὴν κάθαρσιν γενέσθαι, ἐκνικῶσα
17. τῷ ἑαυτῆς δυνατῷ τοῦ καθαρτικοῦ φαρμάκου
18. τὴν ἰσχύν. εἰ δὲ οὕτως καθαρθείη, ὡς μηδὲ τὴν ἀντίδοτον
1. λαβὼν, κατάδηλος γίγνεται ὅτι ἄτονός τε καὶ ἐξίτηλός ἐστιν
2. ἡ ἰσχὺς, ὡς μηδὲ κρατῆσαι τῆς τοῦ φαρμάκου δυνάμεως.
3. ἔστι δὲ αὐτῆς τὸ μέτρον τῆς πόσεως οὐκ ἐπὶ πάντων τὸ
4. αὐτὸ, ὥσπερ οὐδὲ τὸ ὑγρὸν, ᾧ διαλύοντες αὐτὴν δίδομεν.
5. ἐπὶ μὲν γὰρ τῶν προειρημένων Ποντικοῦ καρύου τὸ μέγεθος
6. ἀνιέντες μετ᾿ οἴνου κυάθων τριῶν οὕτως αὐτὴν διδόναι
7. πίνειν τοῖς λαμβάνουσιν εἰώθαμεν. ἐπὶ δὲ τῶν ἄλλων
8. παθῶν καὶ τῷ μέτρῳ καὶ τῷ ὑγρῷ διαφόρως χρώμεθα.
9. πρὸς γὰρ τὴν τῶν παθῶν διαφορὰν ἁρμοζόμενοι καὶ τὴν
10. ποσότητα τοῦ φαρμάκου μετροῦμεν καὶ τὸ κατάλληλον ὑγρὸν
11. τῆς μίξεως κρίνομεν. οὐ γὰρ μόνον πρὸς τὰ τῶν θηρίων
12. δήγματα καὶ τὰ δηλητήρια φάρμακα βοηθεῖν ἡ ἀντίδοτος
13. πέφυκεν, ἀλλὰ καὶ πρὸς τὰ μέγιστα τῶν ἄλλων παθῶν ἀλεξητήριον
14. φάρμακον ἐκ τῆς ἐν πείρᾳ χρήσεως ὑφ᾿ ὑμῶν
15. οὖσα εὑρέθη.
⟨
(De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]
De theriaca ad Pisonem
Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).
Ad Pisonem de theriaca, 14, ed. Kühn, 1827, vol. 14, p. 267-270. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩