Pseudo-Galenus. De theriaca ad Pisonem (De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]

Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).

Ad Pisonem de theriaca, 15, ed. Kühn, 1827, vol. 14, p. 270-277. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:15

16. Γαλήνην γοῦν αὐτὴν ἐν τοῖς προκειμένοις ἔπεσιν
18. ὁ Ἀνδρόμαχος διὰ τοῦτο, οἶμαι, κέκληκεν, ἐπειδὴ ὥσπερ
1. ἔκ τινος τοῦ κατὰ τὰ πάθη χειμῶνος καθάπερ τινὰ γαλήνην
2. τὴν ὑγείαν τοῖς σώμασιν ἐργάζεται. κεφαλαίας γοῦν
3. τὰς χρονίας καὶ τὰ σκοτώματα ἰᾶσθαι πέφυκε καὶ δυσηκοΐας
4. καὶ ἀμβλυωπίας παύειν. ἐνίοτε δὲ καὶ τὸ τῆς
5. γεύσεως ὄργανον ἀσθενοῦν καθίστησι. πολλάκις δὲ καὶ τὰς
6. ἐπὶ τῶν φρενιτικῶν παρακοπὰς γενναίως ἔπαυσεν,
7. ὕπνον ἐπιφέρουσα· ἀπ᾿ αὐτοῦ δὲ καὶ τὰς τῆς γνώμης ταραχάς
8. τε καὶ τὰς περιπλοκὰς φαντασίας παύουσα τοῖς
9. ὕπνοις. καὶ ταῖς ἐπιληψίαις δὲ αὐταῖς ἀγωνιστικῶς εἴωθε
10. βοηθεῖν, ἀναπίνουσα τὴν πολλὴν ἐκ τῆς κεφαλῆς ὑγρασίαν
11. καὶ ἀνεμπόδιστον ποιοῦσα τὴν ὁδὸν τῷ πνεύματι. βοηθεῖ
12. δὲ καὶ τοῖς δυσπνοοῦσιν, ὅταν ἐγκείμενά τινα παχέα φλέγματα
13. εἰς τὰς σήραγγας τοῦ πνεύμονός, ἀναπνεῖν κωλύωνται
14. τὸν ἄνθρωπον, εὐκόλως τέμνουσα καὶ εὐανάγωγα ποιοῦσα
15. καὶ λεπτύνουσα τὰ συνεστῶτα, καὶ γλίσχρα τῶν ὑγρῶν.
16. καὶ τοὺς αἷμα δὲ ἀνάγοντας πάνυ ὠφελεῖ, εἴ τις αὐτὴν
17. σύμφυτον ἐφεψήσας καὶ ἀνιεὶς τῷ ὕδατι οὕτως ἐπιδῴη.
18. πολλάκις δὲ καὶ τὰς περὶ τὸν στόμαχον κακώσεις θεραπεύειν
1. πεύειν εἴωθε καὶ ἀνόρεκτον αὐτὸν ὄντα καὶ τὰς τροφὰς
2. λαμβάνειν μὴ δυνάμενον εἰς τὸ προσίεσθαι αὐτὰς ἡδέως
3. κατέστησεν. ἐνίοτε δὲ καὶ τὴν ἐπιτεταμένην ἀλόγως ὄρεξιν
4. ἔκ τινος παρακειμένης αὐτῷ δριμυτέρας καὶ δακνώδους
5. οὐσίας ἀγωνιστικῶς ἔπαυσε, καὶ ἑλμίνθων τοῖς ἐντέροις
6. ἐγκειμένων, καὶ διὰ τοῦτο αὐτοῦ τοῦ στομάχου ἀπλήστως
7. τῆς τροφῆς ὀρεγομένου πνῖγον τὰ θηρία τὸ φάρμακον τῆς
8. πολλῆς πείνης γενναίως ἀπήλλαξεν. ἔτι καὶ τὴν μεγίστην,
9. καὶ πλατεῖαν ἕλμινθα γενομένην καὶ πᾶσαν τὴν εἰσφερομένην
10. τροφὴν ἐκνεμομένην, καὶ διὰ τοῦτ᾿ ἐκτήκουσαν τὸ
11. ἄλλο πᾶν σῶμα, θαυμασίως ἐξάγει τῶν ἐντέρων. καὶ τὰς
12. ἡπατικὰς καὶ σπληνικὰς διαθέσει ἰᾶται πολλάκις, ἐκλύουσα
13. τὰς ἐμφράξεις καὶ τὰς περὶ τὸ ἧπαρ διαθέσεις καὶ σπλῆνα
14. ἰωμένη. καὶ τὸν ἴκτερον διά τινα παρὰ τὸ ἧπαρ διάθεσιν
15. γιγνόμενον γενναίως θεραπεύει, ἀποκαθαίρουσα τὴν χολὴν
16. καὶ ὥσπερ ἀπομάττουσα καὶ ποιοῦσα τὸ ἧπαρ διακρίνειν αὐτὴν
17. ἀκριβῶς ἀπὸ τοῦ αἵματος. τήκει δὲ ἐνίοτε καὶ τοὺς σπλῆνας
18. τοῖς ἐσκιῤῥωμένους, κατ᾿ ὀλίγον ἀναλίσκουσα τὴν ἐν αὐτοῖς ῥυπαρίαν
1. καὶ περιττὴν οὐσίαν. θρύπτει δὲ καὶ τοὺς ἐν νεφροῖς
2. λίθους, καὶ πᾶν τὸ γεῶδες ἐν αὐτοῖς καὶ ῥυπαρὸν
3. ἀποκαθαίρει ῥᾳδίως, καὶ τὰς τῆς κύστεως δυσουρίας παύει,
4. καὶ τὰς ἐν αὐτῇ ἑλκώσεις ἰᾶται πολλάκις, καὶ τὰς περὶ τὴν
5. κοιλίαν δυσπεψίας τε καὶ ἀτονίας θεραπεύει, θερμαίνουσα
6. καὶ τονοῦσα τῆς γαστρὸς τὸ σῶμα, καὶ τῶν ἐντέρων τὰς
7. ἑλκώσεις καὶ τὰς δυσεντερίας αὐτὰς καὶ τὰς λειεντερίας
8. ἀπαλλάττειν εἴωθε. ὠφελεῖ δὲ καὶ τοὺς εἰλεωδῶς τὰ ἔντερα
9. διατιθεμένους καὶ τοὺς χρονίως τῇ κωλικῇ διαθέσει περιπεπτωκότας,
10. μάλιστα ὅταν ἀφλέγμαντα ᾖ τὰ ἔντερα, ἐξαναλίσκουσα
11. τὰς ἐν αὐτοῖς δριμύτητας τῶν ὑγρῶν καὶ διατμίζουσα
12. τὰς πνευματώσεις τῶν ἐντέρων. ἐνίοτε δὲ καὶ τοῖς
13. χολεριῶσι γενναίως βοηθεῖ, τονοῦσα τὴν σύγκρισιν καὶ ἐπέχουσα
14. τὰ πολλὰ τῶν ῥευμάτων. τὸ μέγιστον δ᾿ αὐτῆς ἔργον
15. πολλάκις ἐπὶ τῶν καρδιακῶν φαίνεται. ῥεομένου γὰρ
16. τοῖς πολλοῖς καὶ συνεχέσιν ἱδρῶσι τοῦ σώματος καὶ τῶν
17. τόνων λελυμένων, μηδὲ τοῦ οἴνου πολλάκις κρατεῖν τοῦ πάθους
18. δυναμένου, ἡ ἀντίδοτος πινομένη καὶ τοὺς ἱδρῶτας
19. ἵστησι καὶ τὴν δύναμιν πίπτουσαν ὥσπερ ἐξανίστησι καὶ
1. ἰσχυρὰν ἀπεργάζεται. ἔστι δὲ ἐπὶ τῶν γυναικῶν καὶ τῶν
2. καταμηνίων αἱμάτων ἀγωγὸς καὶ τὰς ἐν τῇ μήτρᾳ καὶ ἕδρᾳ
3. γιγνομένας αἱμοῤῥοΐδας ἐπισχεθείσας πολλάκις ἀναστομοῖ.
4. θαυμασίως δὲ καὶ τὰς ἀμέτρους τῶν αἱμάτων ἀποκρίσεις
5. εἴωθεν ἐπέχειν. μέμνησαι γὰρ ὅτι μικτὴν καὶ ποικίλην τὴν
6. δύναμιν αὐτῆς ἐν τοῖς ἔμπροσθεν εἴπομεν καὶ διὰ τοῦτο τὰ
7. μὲν διαχέουσα καὶ λεπτύνουσα ἐκκρίνεσθαι ποιεῖ, τὰ δὲ
8. δι᾿ ἀτονίαν τῆς ἐμφύτου δυνάμεως ἀποκρινόμενα περιττῶς,
9. ταῦτα τονοῦσα τὴν δύναμιν τῶν σωμάτων εἴωθεν ἐπέχειν.
10. καὶ τοὺς ποδαγριῶντας δὲ καὶ τοὺς πάντα τὰ ἄρθρα ῥευματιζομένους
11. ὠφελεῖ μάλιστα τότε, ὅταν ὁ τῆς ἐπιδόσεως
12. καιρὸς παρέλθῃ καὶ ἡ στάσις τῆς ἀκμῆς γένηται. παραμυθούμενον
13. γὰρ τὰ ἀλγήματα τοῖς παρηγορεῖν δυναμένοις
14. ἐπιθέμασι διδόναι πίνειν χρὴ τοῦ φαρμάκου, ἵνα
15. ἐπέχηται τὰ ῥεύματα. ἐξαναλίσκει γὰρ ἡ ἀντίδοτος τὰ ἤδη
16. ἐπενεχθέντα καὶ ἄλλα κωλύει φέρεσθαι. μάλιστα δὲ ὀνίνησιν
17. ὅταν τις αὐτὴν καὶ ὑγιαίνων συνεχῶς λαμβάνῃ, ἐκδαπανᾶται
18. γὰρ τὰ περιττὰ τῶν ὑγρῶν καὶ τὴν ὅλην ἀλλοιοῖ
19. σύγκρισιν. τὰ μὲν γὰρ ἄλλα τῶν φαρμάκων, ὅσα εἰς ἀπαλλαγὴν 
1. τοῦ νοσήματος οἱ ποδαγριῶντες πίνουσι, τὴν μὲν ἐπὶ
2. τοὺς πόδας τοῦ ῥεύματος φορὰν κωλύει γίγνεσθαι, οὐκ
3. ἐξαναλίσκοντα δὲ τὴν περιττὴν τούτων ὑγρασίαν ἄλλου τινὸς
4. μείζονος νοσήματος γένεσιν ἐργάζεται. πλανωμένου γὰρ
5. ἐν τῷ σώματι τοῦ ῥεύματος ὁ πνεύμων ἀεὶ κινούμενος διὰ
6. τὴν τῆς ἀναπνοῆς ἀνάγκην, καὶ διὰ τὸ μανὸν τοῦ σώματος
7. δέξασθαι τὸ ῥεῦμα ῥᾳδίως δυνάμενος, τὸ πᾶν αὐτὸς ἐφ᾿
8. ἑαυτὸν ἕλκων, οὕτω πνίγει τὸν ἄνθρωπον, ὅπερ ἱστορικῶς
9. ἐπὶ πολλῶν ἐγὼ τῇ πείρᾳ κατέμαθον, καὶ διὰ τοῦτο ἀποσυμβουλεύω
10. μηδ᾿ ὅλως πίνειν ταῦτα τὰ φάρμακα. τῇ δὲ
11. θηριακῇ ἐν τοῖς τοιούτοις χρῆσθαι καὶ πάνυ παραινῶ· καὶ
12. γὰρ ξηραίνουσα τὰ περιττὰ τῶν ὑγρῶν ὠφελεῖ καὶ ἕτερα
13. συλλέγεσθαι οὐκ ἐᾷ. πολλοὶ γοῦν ἐν ἀρχῇ συνεχῶς πίνειν
14. ἀρξάμενοι ἀπηλλάγησαν τελέως τοῦ πάθους, καὶ τούτῳ γε
15. οἶμαι τῷ λόγῳ καὶ τοὺς ὑδεριῶντας πολλάκις μεγάλως
16. ὠφέλησεν, ἐκδαπανῶσα τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ κατεψυγμένον,
17. τὸ ἔμφυτον θερμὸν ἀναθερμαίνειν δυναμένη, καὶ μάλιστα
18. τοὺς ἀνασάρκας καὶ λευκοφλεγματίας λεγομένους ὕδρωπας
1. γενναίως εἴωθεν ὠφελεῖν, εἰς ὅλον τὸ σῶμα ἀναδιδομένη
2. καὶ πολλαχόθι ἐκθλίβουσα τῶν σαρκῶν τὴν ὑγρασίαν.
3. διόπερ καὶ τῆς καχεξίας λεγομένης ἄριστόν ἐστι φάρμακον;
4. μετασυγκρίνουσα τὴν ἔξιν τοῦ σώματος, καὶ τὰ μὲν περιττὰ
5. διαφοροῦσα, τὴν δὲ φύσιν ἐνεργεῖν εὐτόνως τὰς φυσικὰς
6. ἐνεργείας παρασκευάζειν δυναμένη. τούτῳ δὲ τῷ τρόπῳ
7. τῆς βοηθείας καὶ τοῖς ἐλεφαντιῶσι πολλάκις ἐπικουρεῖν
8. πέφυκε. πολλοῦ γὰρ ὄντος τοῦ διεφθορότος ῥεύματος
9. καὶ σηπούσης τῆς τούτου δυνάμεως τὴν ὅλην σύγκρισιν,
10. ἐκνικᾷν εἴωθεν ἡ ἀντίδοτος τὸ νόσημα, ἐπέχουσα μὲν
11. τοὺς ῥευματισμοὺς, κωλύουσα δὲ τὴν διαφθορὰν γίγνεσθαι
12. τοῦ αἵματος. τοὺς δὲ τετανικῶς σπωμένους καὶ αὐτοὺς
13. πολλάκις ἐθεράπευσε, θερμαίνουσα τὰ νεῦρα καὶ τὰς τάσεις
14. αὐτῶν χαλῶσα, ὥσπερ δὴ καὶ τὰς παραλύσεις τῶν μερῶν
15. ἐξιωμένη πολλάκις καὶ ἀναζωπυρεῖν ποιοῦσα τὸ πνεῦμα εἰς
16. τὸ κατὰ φύσιν ἤγαγε καὶ τὰς κινήσεις τοῖς μέρεσιν ἐνεργεῖν
17. ἀπέδωκε. θαυμάζειν δὲ ἔστι τὴν ἀντίδοτον, ὅταν μὴ μόνον
18. αὐτὴν πάσχον θεραπεύουσαν βλέπωμεν, ἀλλὰ καὶ αὐτὴν
19. τὴν ψυχὴν πολλάκις ὑπὸ τῶν παθῶν διατιθεμένην
1. κακῶς ὠφελεῖν δυναμένην. τὰς γοῦν ἐκ τῆς μελαγχολίας
2. γινομένας αὐτῇ κακώσεις παύει διδόμενον συνεχῶς τὸ φάρμακον,
3. ὥσπερ ἐκπῖνον καὶ ἐξαναλίσκον ἐκ τῶν ἀγγείων καὶ
4. ἐκ τοῦ σπληνὸς τὴν μέλαιναν χολὴν, καθάπερ καὶ τὸν ἰὸν
5. τῶν θηρίων, διόπερ καὶ πρὸς τὸν πυρετὸν τὸν τεταρταῖον
6. μάλιστα ἁρμόζει καλῶς. ὑπὸ γὰρ τῆς μελαίνης χολῆς γενόμενος
7. ὁ πυρετὸς οὗτος εὐκόλως ὑπὸ τῆς ἀντιδότου ἀπαλλάττεται,
8. μάλισθ᾿ ὅταν τὶς αὐτῇ τεχνικῶς ᾖ χρώμενος. ἔγωγ᾿
9. οὖν πολλοὺς τῶν τεταρταιζόντων τῇ ἀγωγῇ ταύτῃ χρησάμενος
10. ἀπήλλαξα ῥᾳδίως τοῦ νοσήματος, προκενώσας αὐτοὺς
11. τῷ ἀπὸ δείπνου ἐμέτῳ, εἶτα τῇ ἑξῆς ἐπιδοὺς τὸν χυλὸν τοῦ
12. ἀψινθίου, ἵνα ἐπιγλυκάνω καὶ κατακεράσω τὴν χολὴν, οὕτως
13. πρὸ ὡρῶν δύο τῆς ἐπισημασίας τὴν ἀντίδοτον δίδωμι. καὶ
14. θαυμαστῶς οἶδα πολλάκις ἐπιτυχοῦσαν αὐτὴν, ὡς ταχέως
15. ἀνεπισήμαντον μεῖναι τὸν λαμβάνοντα.

Cliquer un n° de page pour en afficher l’image