Pseudo-Galenus. De theriaca ad Pisonem (De ther. ad Pis.) [n° 084 Fichtner] [GalLat]

Πρὸς Πίσωνα περὶ τῆς θηριακῆς
Thériaque à Pison
Theriac, to Piso (Ther. Pis.)
Boudon-Millot, 2016.
Ad Pisonem de theriaca, 1827, vol. 14, p. 210-294. urn:cts:greekLit:tlg0057.tlg079.verbatim-lat1
Coturri, 1959 (ita); Boudon-Millot, 2016 (fra).

Ad Pisonem de theriaca, 16, ed. Kühn, 1827, vol. 14, p. 277-284. urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1:16

16. Καὶ τὸν ὑδροφόβον δὲ,
19. τὸν κάκιστον τῶν νοσημάτων, τοῦτο τὸ φάρμακον πολλάκις
1. ἀπαλλάττειν εἴωθε καὶ θαυμασίως ἀνταγωνίζεσθαι τῇ τῶν
2. τοσούτων κακῶν συνδρομῇ. οὐ γὰρ μόνον αὐτοῖς τὸ σῶμα
3. ξηραίνεται καὶ σπώμενον γίνεται ἐνίοτε καὶ πυρετὸν δριμέως
4. ἔνδοθεν καίεται, ἀλλὰ καὶ γνώμῃ παρανοεῖ καὶ τὸ χαλεπώτατον
5. αὐτοῖς φέρει σύμπτωμα. τὸ γὰρ ὕδωρ φοβοῦνται
6. καὶ διὰ μὲν τὴν πολλὴν ξηρότητα τοῦ ὑγροῦ ἐπιθυμίαν
7. ἔχουσι καὶ τοῦ πιεῖν ἀπέχονται, διὰ δὲ τὴν παρακοπὴν
8. τὸ ὠφελῆσαι δυνάμενον οὐκ ἐπινοοῦσι. φεύγοντες γὰρ τὸ
9. ὕδωρ καὶ φοβούμενοι τῷ οἰκτίστῳ θανάτῳ ἀποθνήσκουσι
10. κακῶς, ἐφ᾿ ὦν μάλιστα ἐγὼ καὶ τοὺς μεθοδικοὺς τεθαύμακα,
11. ἀχρήστους γὰρ αἰτίας πρὸς τὰς θεραπείας εἶναι λέγοντες
12. οὐκ οἶδ᾿ ὅπως καὶ θεραπεύειν ποτὲ τούτους δύνανται, ἁπλοῦ
13. τοῦ δήγματος ὄντος καὶ ὁμοίου φαινομένου τῷ ὑπὸ τοῦ μὴ
14. λυσσῶντος δεδηγμένῳ κυνός. τίνα γὰρ καὶ θεραπείας τρόπον
15. αὐτοῖς ἐνδείξεται, ἀπερισκέπτως ὁρώμενον τὸ τραῦμα
16. τοῦ σώματος, μὴ ἐξεταζομένης ὑπ᾿ αὐτῶν τῆς ἔνδον αἰτίας
17. οὔσης καὶ τοῖς μὲν ὀφθαλμοῖς τοῦ μεθοδικοῦ μὴ ὁρωμένης,
18. ὑπὸ δὲ τοῦ λογικοῦ ἰατροῦ μόνῳ τῷ λογισμῷ καὶ τῇ ἐξετάσει
1. ἀκριβῶς ἐξευρισκομένης; διὸ καὶ ὁ μεθοδικῷ θεραπεύοντι
2. κακῶς ἐμπεσὼν ἄθλιος, ὥσπερ ἀλόγῳ τινὶ καὶ αὐτῷ
3. ὄντι θηρίῳ, πάντως τεθνήξεται, ἀκολούθως ἀπολλύμενος
4. αὐτοῦ τῇ αἱρέσει, ἐπεὶ διὰ τὴν ἀκολουθίαν τοῦ δόγματος
5. ἐξετάζειν τὴν αἰτίαν οὐ βούλεται. ὁ δὲ εὐτυχῶς τῷ μετὰ
6. λόγου θεραπεύοντι προσελθὼν οὔτε τοῖς οὕτω πονηροῖς
7. συμπτώμασιν ἁλώσεται ῥᾳδίως καὶ τὸν θάνατον ἐκφεύξεται
8. διὰ τὴν τοῦ λογικοῦ ἰατροῦ τέχνην. παραλαβὼν γὰρ αὐτὸν
9. ὁ τοιοῦτος ἰατρὸς εὐθέως ἀκριβῶς ἐξετάσει ὁποῖός τις
10. ἦν αὐτὸν ὁ κατεδηδοκὼς κύων. εἰ γὰρ ἀκούσεις ὅτι ἰσχνὸς
11. μὲν καὶ κατάξηρος τῷ σώματι, καὶ τοῖς ὄμμασιν ἐξέρυθρος,
12. καὶ τὴν οὐρὰν παρειμένος καὶ τὸν ἀφρὸν ἐκ τοῦ στόματος
13. ἔχων ῥέοντα, μάθοις δὲ ὅτι καὶ τὴν γλῶτταν ἔξω εἶχε προβεβλημένην
14. καὶ ὥσπερ χολὴν κεχρωσμένην, ἐμπίπτων τε τοῖς
15. ἐντυγχάνουσι καὶ ἀλόγως τρέχων, εἶτα πάλιν αἰφνίδιον ἑστάναι
16. θέλων καὶ δάκνων μετ᾿ ὀργῆς τινος μανικωτέρας ἀπροοράτους
17. αὐτοῦ γενομένους, εἰ ταῦτα ἀκούσῃς οὕτως ἔχοντα,
18. εὐθέως μὲν συνήσεις λυττῶντα γεγονέναι τὸν κύνα. θεραπεύσεις 
1. δὲ οὐχ ἁπλῶς οὕτως ὥσπερ ὁ μεθοδικὸς τὸ τραῦμα,
2. ἀλλ᾿ εὐθέως μὲν αὐτὸ καὶ μεῖζον ἐργάσῃ, περιτεμὼν τὴν
3. σάρκα, ἐκ πολλοῦ τοῦ διαστήματος καὶ κυκλοτερὲς αὐτοῦ τὸ
4. σχῆμα ποιῶν, ἵνα μὴ ῥᾳδίως ἐπουλοῦσθαι δύναται, ἀλλ᾿
5. ἔχοι ἀνεῳγότα τὸν πόρον, εἰς πολὺ τοῦ χρόνου τὸ μῆκος
6. τοὐλάχιστον εἰς τὰς τετταράκοντα ἡμέρας, καὶ ἐξέλθοι διὰ
7. τούτου ἰὸς τοῦ κυνός. καυτηρίοις γοῦν εἰώθαμεν πάνυ πεπυρακτωμένοις
8. ἐπικαίειν τὸν τόπον καὶ κεχρῆσθαι τοῖς
9. ἄλλοις φαρμάκοις ὅσα ἐπισπαστικά ἐστι, καὶ ἔνδον τῆς σαρκὸς
10. τὸν ἰὸν μένειν οὐκ ἐᾷ. ἐγὼ δὲ ἐπινοήσας ποτὲ, καὶ
11. τὴν ἀντίδοτον αὐτὴν ἀνῆκα τῷ ἀπὸ τῶν ῥόδων σκευαζομένῳ
12. ἐλαίῳ, καὶ ὥς τι φάρμακον ἔμμοτον ἐπέθηκα τῷ τραύματι,
13. ἵνα ὥσπερ τὶς σικύα ἐκμυζήσῃ καὶ ἐκ τοῦ βάθους ἐπισπάσηται
14. τὸ διαφθεῖραι δυνάμενον· καὶ ὅλως καθάπερ τι
15. παιώνειον φάρμακον ἡ θηριακὴ καὶ ἔξωθεν ἐπιτιθεμένη
16. καὶ πινομένη τοῖς λυσσοδήκτοις ἀκριβῶς βοηθεῖ. ἐφάνη δὲ
17. ἡμῖν ἡ ἀντίδοτος αὕτη καὶ ἐν ταῖς λοιμικαῖς καταστάσεσι
18. μόνη τοῖς ἁλισκομένοις βοηθεῖν δυναμένη, μηδενὸς
1. ἄλλου βοηθήματος τῷ μεγέθει τοῦ κακοῦ ἀντιστῆναι οὕτως
2. πεφυκότος. ὥσπερ γάρ τι θηρίον καὶ αὐτὸς ὁ λοιμὸς οὐκ
3. ὀλίγους τινὰς, ἀλλὰ καὶ πόλεις ὅλας ἐπινεμόμενος διαφθείρει
4. κακῶς, τροπῆς τινος μοχθηρᾶς εἰς τὸ διαφθείρειν δύνασθαι
5. περὶ τὸν ἀέρα γιγνομένης, καὶ τῶν ἀνθρώπων τῇ
6. τῆς ἀναπνοῆς ἀνάγκῃ τὸ δεινὸν φεύγειν μὴ δυναμένων, ἀλλὰ
7. αὐτὸν εἰς αὑτοὺς ὥσπερ τι δηλητήριον διὰ στόματος ἑλκόντων
8. τὸν ἀέρα. διόπερ ἐπαινῶ καὶ τὸν θαυμασιώτατον Ἱπποκράτην,
9. ὅτι τὸν λοιμὸν ἐκεῖνον τὸν ἐκ τῆς Αἰθιοπίας εἰς
10. τοὺς Ἕλληνας φθάσαντα οὐκ ἄλλως ἐθεράπευσεν ἀλλ᾿ ἢ
11. τρέψας τὸν ἀέρα καὶ ἀλλοιώσας, ἵνα μηκέτι τοιοῦτος ὢν
12. ἀναπνέηται. κελεύσας οὖν ἀνὰ τὴν πόλιν ὅλην ἐξάπτεσθαι
13. τὸ πῦρ, οὐχ ἁπλῆν τῆς ἀνάψεως τὴν ὕλην ἔχον, ἀλλὰ στεφάνων
14. τε καὶ τῶν ἀνθῶν τὰ εὐωδέστατα, τοιαῦτα συνεβούλευσεν
15. εἶναι τοῦ πυρὸς τὴν τροφὴν, καὶ ἐπισπεύδειν αὐτῷ
16. τῶν μόρων τὰ λιπαρώτατα, καὶ ἡδεῖαν τὴν ὀδμὴν ἔχοντα,
17. ῖν᾿ οὕτω καθαρὸν γενόμενον οἱ ἄνθρωποι ἀναπνεύσωσιν εἰς
18. τὴν ἀπαλλαγὴν τὸν ἀέρα. τὸν αὐτὸν τρόπον νομίζω καὶ
1. τὴν θηριακὴν, ὥσπερ τι καὶ αὐτὴν οὖσαν πῦρ καθάρσιον,
2. τοὺς μὲν προπίνοντας αὐτὴν ἐν τῇ λοιμικῇ καταστάσει μηδ᾿
3. ὅλως ἐᾷν ἁλίσκεσθαι τῷ κακῷ, τοὺς δὲ ἤδη φθάσαντας παθεῖν
4. ἐξιᾶσθαι δύνασθαι, ἀλλοιοῦσαν καὶ τρέπουσαν τὴν
5. τοῦ ἀναπνευσθέντος ἀέρος πονηρίαν καὶ μηκέτ᾿ ἐῶσαν διαφθείρειν
6. τὴν σύγκρισιν. διόπερ ἐγὼ συμβουλεύω σοι καὶ
7. διὰ ταύτας μὲν τὰς οὕτω γιγνομένας αἰφνιδίους περὶ τὸν
8. ἀέρα καταστάσεις, καὶ διὰ τὰς ἄλλας τῶν βλαπτόντων αἰτίας
9. λαμβάνειν τῆς ἀντιδότου συνεχῶς καὶ ὑγιαίνοντι, ἵνα
10. καὶ τοῖς ἔξωθεν προσπίπτουσιν ἀνθιστῆταί σοι τὸ σῶμα καὶ
11. ὅταν ἤδη πάθῃ, εὐίατον εὕρῃς. αὕτη γὰρ ὡς εὐκρασίαν
12. τινὰ καὶ ὑγιεινὴν κατάστασιν περιποιεῖ τοῖς σώμασιν, ἀναλίσκουσα
13. τὰ περιττώματα τῶν ὑγρῶν καὶ ἀναθερμαίνουσα
14. τὰ κατεψυγμένα τῶν μερῶν, καὶ τὴν ἔμφυτον δύναμιν τονοῦσα
15. πρὸς τὸ τὰς φυσικὰς ἐνεργείας ἐκτελεῖσθαι
16. καλῶς. ὅταν γὰρ ἡ φύσις εὐρώστως ἔχῃ, τότε καὶ ἀνεκποδίστως
17. ἡ κοιλία πέσσει τὰς τροφὰς, καὶ αἱ φλέβες ἐξαιματοῦσιν
18. αὐτὰς εὐχερῶς, καὶ τὸ ἧπαρ ῥᾳδίως διακρίνει τὴν
19. χολὴν, καὶ καθαρὸν παραλαβοῦσα ἡ καρδία τὸ αἷμα, ὅλῳ
1. λοιπὸν, ὡς ἤδη τρέψαι δυνάμενον, ἐπιπέμπει τῷ σώματι,
2. τάς τε ἀποκρίσεις καὶ αὐτὰς ἀποδίδοσθαι συμμέτρως ποιεῖ,
3. καὶ τὰ περιττὰ τῷ σώματι δι᾿ ὅλης τῆς ἀναπνοῆς ὑγιεινῶς
4. διαφορεῖ. μάλιστα δὲ ἐν ταῖς ὁδοιπορίαις συμβουλεύω σοι
5. τῆς. ἀντιδότου λαμβάνειν, ὁπότε ψυχροῦ ὄντος τοῦ ἀέρος
6. χειμῶνος ὁδεύῃς. ἔσται γὰρ ὥσπερ τι τῶν σπλάγχνων
7. ἀγαθὸν ἔνδυμα καὶ πολλὴν τὴν θερμότητα αὐτοῖς παρέχειν
8. δυνάμενον. οἶδα δ᾿ αὐτὴν καὶ εἰς τὴν τῆς ψυχῆς σύνεσίν
9. τε καὶ ὀξύτητα μὴ οὖσαν ἀσύμβολον. τάς τε γὰρ αἰσθήσεις
10. ἐνεργεῖν εὐτόνως ἀπεργάζεται καὶ καθαρὸν τῶν ἀναθυμιάσεων
11. ἀποφαίνουσα τὸν νοῦν ἀκριβέστερον αὐτὸν διακεῖσθαι
12. ποιεῖ. συνελόντι δ᾿ εἰπεῖν, ὅλον δυσπαθὲς εἶναι τὸ σῶμα
13. κατασκευάζει, ὡς μηδὲ ὑπὸ δηλητηρίου τινὸς διαφθείρεσθαι.
14. ἡ γὰρ ποικίλη καὶ τοσαύτη τῆς μίξεως τοῦ φαρμάκου δύναμις
15. τὴν τοιαύτην δυσπάθειαν ἀποτελεῖ, καὶ μάλιστα ἐπεὶ
16. τὸ τῶν θηρίων ἔχει μίγμα. φασὶ γὰρ καὶ τὸν Μιθριδάτην
17. ἐκεῖνον τὸν μέγαν πολεμιστὴν, τὴν μὲν θηριακὴν μὴ λαμβάνοντα,
18. οὐδέπω γὰρ ἦν, ἄλλην δ᾿ ἀντίδοτον λαμβάνοντα
19. πολυμίγματόν τινα, καὶ αὐτὴν τῷ ἐκείνου ὀνόματι οὕτω
1. καλουμένην, Μιθριδάτειος γὰρ ὀνομάζεται, διὰ τὴν ἐξ αὐτῆς
2. κατεσκευσμένην τῷ σώματι δυσπάθειαν μὴ δυνηθῆναι
3. λαβόντα τὸ φάρμακον ἀποθανεῖν. ὁπότε γὰρ πολεμῶν πρὸς
4. τοὺς Ῥωμαίους ὑπὸ τοῦ Πομπηΐου νικώμενος καὶ
5. ἐν τοῖς ἐσχάτοις ὢν ὑπὸ τοῦ φαρμάκου τοῦ ἰοῦ ἄνοσος
6. ἀποθανεῖν ἠπείγετο, πιὼν τὸ φάρμακον καὶ πολύ γε αὐτοῦ
7. λαβὼν αὐτὸς μὲν οὐκ ἀπέθνησκε, τὰς δὲ θυγατέρας πάνυ
8. βουληθείσας αὐτῷ διὰ τὴν φιλοστοργίαν συναποθανεῖν πιούσας
9. τὸ αὐτὸ φάρμακον ταχέως ἀποκτανῆναι, εἶθ᾿ ὡς ἐβράδυνε
10. μὴ ἀποθνήσκων, τοῦ φαρμάκου δι᾿ ἣν προέπινεν ἀντίδοτον
11. μηδὲν ἰσχῦσαι δυναμένου, καλέσας Βιστόκον τοὔνομα
12. τῶν φίλων αὐτοῦ τινα, ἐκέλευσεν αὐτὸν ἀποσφάξαι, καὶ
13. οὕτω ποιήσας τῷ σιδήρῳ τοῦ φαρμάκου γενέσθαι τὸ ἔργον,
14. ἀποθανεῖν αὐτὸν βιαίως ἠνάγκασεν.

Cliquer un n° de page pour en afficher l’image